Ο 12ετής Ιησούς διδάσκει στο ναό και πατάει τον φιλόσοφο |
- Αυτοί που αρνούνται πλήρως την αρχαία γνώση και γενικά την κοσμική γνώση.
- Αυτοί που την ψιλοαποδέχονται γιατί θεωρούν ότι “οι αρχαίοι Έλληνες την πήραν (την έκλεψαν!) από τους Εβραίους, αλλά δεν είχαν την ευρύτητα για να την καταλάβουν”.
- Αυτοί που την δέχονται ως βοηθητική σε κάποιο βαθμό για αυτούς.
1. Μέγας Βασίλειος
Καὶ ῥάξει* ὁ Θεὸς τοὺς ἐπανισταμένους ἐπὶ ὄρος Σιὼν ἐπ’ αὐτὸν, καὶ τοὺς ἐχθροὺς αὐτοῦ διασκεδάσει**, Συρίαν ἀφ’ ἡλίου ἀνατολῶν καὶ τοὺς Ἕλληνας ἀφ’ ἡλίου δυσμῶν, τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι. Ῥάξειν οὖν αὐτοὺς ἐπαγγέλλεται καὶ καταβαλεῖν πάντας τοὺς ἐπανισταμένους τῷ ὄρει Σιὼν, καὶ διασκεδάσειν αὐτῶν τὴν κατὰ τῆς ἀληθείας ἀσεβῆ συμφωνίαν. Εἰσὶ δὲ οἱ ἐχθροὶ Σύροι καὶ Ἕλληνες· οἱ μὲν τὰ πρὸς ἀνατολὰς τοῦ ἡλίου κατέχοντες, οἱ δὲ τὰ πρὸς ταῖς δυσμαῖς. ∆ιὰ τοῦτο δὲ διασκεδασθήσονται***, ἐπειδὴ κατήσθιον ὅλῳ τῷ στόματι τὸν Ἰσραήλ. Στόμα δὲ λέγει νῦν τὴν σοφιστικὴν τοῦ λόγου δύναμιν, ᾗ πάσῃ κατεκέχρηντο εἰς τὴν ἐπιβουλὴν τῶν ἐν ἁπλότητι πεπιστευκότων τῷ Θεῷ.
**Διασκεδάσει = σκορπίσει, διαλύσει.
***Δασθήσονται = εκ του δατέομαι–δάσομαι = μοιράζω, κόβω στα δύο, διαιρώ.
Αναφέρεται στον προφήτη Ησαΐα. Εν ολίγοις ο Θεός, θα εξολοθρεύσει τους Έλληνες, γιατί έχουν την σοφιστική δύναμη του Λόγου, να διαλύουν την ιδεοληψία των Εβραίων–χριστιανών.
Τοῦτο μὲν οὖν αὐτὸ καὶ συμβουλεύσων ἥκω, τὸ μὴ δεῖν εἰς ἅπαξ τοῖς ἀνδράσι τούτοις, ὥσπερ πλοίου τὰ πηδάλια τῆς διανοίας ὑμῶν παραδόντας, ἧπερ ἂν ἄγωσι, ταύτη συνέπεσθαι, ἀλλ᾿ ὅσον ἐστὶ χρήσιμον αὐτῶν δεχομένους, εἰδέναι τί χρὴ καὶ παριδεῖν.
Ἀκριβῶς αὐτὸ εἶναι τὸ νόημα τῆς συμβουλῆς μου: δὲν πρέπει νὰ παραδώσετεσε αυτούς (στοὺς ἀρχαίους Έλληνες συγγραφεῖς) τὸ τιμόνι τοῦ νοῦ σας, γιὰ νὰ σᾶς πᾶνε ὅπου αὐτοὶ θέλουν. Δὲν πρέπει νὰ τοὺς ἀκολουθεῖτε σὲ ὅλα. Πρέπει νὰ πάρετε ἀπ᾿ αὐτοὺς ὅ,τι εἶναι χρήσιμο καὶ νὰ μὴ δώσετε προσοχὴ στὰ ὑπόλοιπα.
2. Άγιος Αντώνιος
26.945 Ἄλλων δὲ πάλιν τοιούτων ἀπαντησάντων πρὸς αὐτὸν ἐν τῷ ὄρει τῷ ἔξω,καὶ νομιζόντων χλευάζειν, ὅτι μὴ μεμάθηκε γράμματα, λέγει πρὸς αὐτοὺς ὁ Ἀντώνιος· Ὑμεῖς δὲ τί λέγετε; Τί πρῶτόν ἐστι, νοῦς ἢ γράμματα; καὶ τί τίνοςαἴτιον, ὁ νοῦς τῶν γραμμάτων, ἢ τὰ γράμματα τοῦ νοῦ; Τῶν δὲ εἰ πόντων πρῶτον εἶναι τὸν νοῦν, καὶ τῶν γραμμάτων εὑρέτην· ἔφη ὁ Ἀντώνιος· Ὧ τοίνυν ὁ νοῦς ὑγιαίνει, τούτῳ οὐκ ἀναγκαῖα τὰ γράμματα.
3. Κύριλλος Αλεξανδρείας
τοῖς τῶν Ἑλλήνων σοφοῖς, γραώδη* τε καὶ ἀσύνετον λόγον
Ἑλλήνων δὲ παῖδες ἀνοσίους ἐσχήκασι διδασκάλους, οἳ ψυχικὴν καὶ δαιμονιώδη ἔχοντες σοφίαν, ἀναρίθμητον τῷ βίῳ δαιμονίων ὄχλον ἐκήρυξαν, καὶ προσκυνεῖν τῇ κτίσει, παρὰ τὸν κτίσαντα.
Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ σειρῆνας ἀποκαλεῖν τὰ τῶν στρουθίων* λαλίστατα, καὶ ἐμμελές τι καὶ εὔρυθμον ἀναφωνεῖν εἰωθότα. Γεγόνασι δέ πως τοιοῦτοι τῶν Ἑλλήνων δεισιδαιμονίας οἱ διδάσκαλοι, ποιηταί τε καὶ λογογράφοι.
μεμώρανται δὲ τὰ Ἑλλήνων, τὸ τῆς ἀληθείας οὐκ ἔχοντες κάλλος·πάντα γὰρ παρ’ ἐκείνοις ψευδῆ, καὶ προφητεία, καὶ σύνεσις.
Ἑλλήνων μὲν γὰρ οἱ λογάδες, καίτοι μεγάλην ἐπὶ σοφίᾳ τὴν ὀφρὺν ἀνασπῶντες, θεοποιοῦσι τὴν κτίσιν, καὶ τοῖς τοῦ κόσμου στοιχείοις τὸ σέβας ἀνάπτουσι. Χθαμαλὸν γὰρ ἔχουσι τὸν νοῦν, καὶ χαμαιριφῆ τὰ θεωρήματα, καὶ τὴν καρδίαν ἐσκοτισμένην· φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, κατὰ τὸ γεγραμμένον.
Ψευδῆ δὲ καὶ τὰ Ἑλλήνων ἅπαντα, σοφία καὶ λόγοι καὶ ζωή · καὶ τῶν ἀληθῶν, ἤγουν ἀναγκαίων καὶ ἐπωφελῶν, εὕροι τις ἂν παρ’ αὐτοῖς οὐδὲν, οἵ γε τε θεοποιήκασι τὴν κτίσιν, τὸν φύσει ἀφέντες Θεόν. Ὠλιγώθησαν τοίνυν αἱ ἀλήθειαι παρ’ αὐτοῖς. Μάταια ἐλάλησεν ἔκαστος πρὸς τὸν πλησίον αὐτοῦ.
Βούλονται δὲ καὶ βασανισθῆναι τὴν αἰτίαν ὑφ’ ἧς δι ολώλασιν· αὕτη δὲ ἦν ἡ τοῦ διαβόλου σκαιότης, καὶ ᾑ τῶν ἀκαθάρτων πνευμάτων πλεονεξία· τούτους γὰρ καὶ ἀνόσιον ἔθνος ὀνομάζουσιν· ἢ τάχα που καὶ τοὺς τῆς ἐκείνων ἀνοσιότητος ὑπουργοὺς, τοὺς Ἑλλήνων φημὶ λογάδας καὶ ποιητάς· τούτους δὲ καὶ ἀδίκους καὶ δολίους ὀνομάζουσιν, ὡς ἀπαταιῶνας καὶ ψεύστας.
4. Αθανάσιος Αλεξανδρείας
46.4 Καὶ ὅλως, πότε τῶν Ἑλλήνων ἡ σοφία μεμώραται, εἰ μὴ ὅτε ἡ ἀληθὴς τοῦ Θεοῦ Σοφία ἐπὶ γῆς ἑαυτὴν ἐφανέρωσε;
48.9 Οὐκοῦν εἰ μήτε ἄνθρωπος ἁπλῶς μήτε μάγος μήτε δαίμων τίς ἐστιν ὁ Σωτήρ, ἀλλὰ καὶ τὴν παρὰ ποιηταῖς ὑπόνοιαν καὶ δαιμόνων φαντασίαν καὶ Ἑλλήνων σοφίαν τῇ ἑαυτοῦ θειότητι κατήργησε καὶ ἐπεσκίασε.
55.1 […] καὶ οὐκ ἔτι μὲν ἡ Ἑλλήνων σοφία προκόπτει, καὶ ἡ οὖσα δὲ λοιπὸν ἀφανίζεται·
5. Γρηγόριος ο «Θεολόγος» ο Ναζιανζηνός
ἐκεῖνο ἐνθυμηθεὶς, ὅτι συναγόντων μὲν πάντων, ἢ γεωμετρούντων, ἢ ἀστρονομούντων, οὐδὲν ἂν ὁ βίος ἡμῶν παρὰ τοῦτο ὠφεληθείη, ὅτι μὴ καὶ τὰ πάντα λυθήσεται.
καὶ ἅμα τὸν Ἑλληνικὸν τῦφον κολάσαι τῶν καλῶν εἶναι νομίσας, οἳ τῷ τρίβωνι καὶ τῇ ὑπήνῃ τὸ σεμνὸν ὑποδύονται· τί ποιεῖ, καὶ πῶς τὴν φιλοσοφίαν μεταχειρίζεται;
6. Ιωάννης Χρυσόστομος
Οἱ δὲ φιλόσοφοι καὶ δεινοὶ ῥήτορες δόξαν πολλὴν οἱ μὲν ἐπὶ σεμνότητι οἱ δὲ ἐπὶ λόγων δυνάμει παρὰ τοῖς πολλοῖς ἔχοντες μετὰ τὴν πρὸς ἡμᾶς μάχην καταγέλαστοι γεγόνασι καὶ παίδων ληρούντων ἁπλῶς οὐδὲν διαφέρειν ἔδοξαν.
Ἀπὸ γὰρ ἐθνῶν καὶ δήμων τοσούτων οὐ σοφόν τινα, οὐκ ἄσοφον, οὐκ ἄνδρα, οὐ γυναῖκα ἀλλ’ οὐδὲ παιδίον μικρὸν μεταπεῖσαι ἴσχυσαν, ἀλλὰ τοσοῦτός ἐστι τῶν ὑπ’ αὐτῶν γεγραμμένων ὁ γέλως ὥστε ἀφανισθῆναι καὶ τὰ βιβλία πάλαι καὶ ἅμα τῷ δειχθῆναι καὶ ἀπολέσθαι τὰ πολλά. Εἰ δέ που τι καὶ εὑρεθείη διασωθὲν παρὰ Χριστιανοῖς τοῦτο σωζόμενον εὕροι τις ἄν.
Ὁ μὲν γὰρ Ἑλληνισμὸς πανταχοῦ τῆς γῆς ἐκταθεὶς…ὑπὸ τῆς τοῦ Χριστοῦ κατελύθη δυνάμεως…καίτοι ἀνδρῶν εὐτελῶν καὶ ἀσήμων ὑπηρετησαμένων αὐτῷ.
ὁ Χριστὸς τῆς παρρησίας μετέδωκε, κατεγέλασαν τῆς παρ’ αὐτοῖς δουλοπρεπείας καὶ ἀνελευθερίας καὶ ταπεινότητος, εἶδον ὅσον τῆς Χριστιανῶν εὐγενείας πρὸς τὴν Ἑλλήνων αἰσχύνην τὸ μέσον.
Τὰ δὲ παιδία ὑπὲρ οὐδενὸς ἀνέχεται φροντίζειν χρησίμου· οὕτω καὶ οἱ Ἕλληνες παίζειν ἀεὶ βούλονται καὶ χαμαὶ κεῖνται, χαμαιπετεῖς* ὄντες καὶ χαμαίζηλοι**…
οὕτω καὶ τὰ ἀπὸ τοῦ στόματος τῶν Ἑλλήνων ἀποῤῥέοντα ῥήματα μάταια καὶ ἀκάθαρτα· κἂν ἀναγκαίαν δῷς τροφὴν, λυποῦσι τοὺς παρέχοντας διὰ βλασφημίας ἀεὶ…
καὶ καθάπερ τὰ παιδία ἀναισθήτως γυμνοῦται καὶ οὐκ ἐρυθριᾷ, οὕτω καὶ οἱ Ἕλληνες πόρνοις καὶ μοιχοῖς συγκυλινδούμενοι***, καὶ τοὺς τῆς φύσεως γυμνοῦντες νόμους, καὶ παρανόμους εἰσάγοντες μίξεις, οὐκ ἐπιστρέφονται.
***Συγκυλίνδομαι = είμαι επιρρεπής στις ηδονές και τις ακολασίες.
Οὐ γὰρ διὰ τῆς ἔξωθεν φιλοσοφίας, φησὶν, οὐδὲ διὰ τῆς ἔξωθεν παιδεύσεως, ἀλλὰ διὰ τῆς χάριτος τοῦ Θεοῦ,καὶ τοῦ πλούτου καὶ τῆς γνώσεως καὶ τοῦ λόγου τοῦ παρ’ αὐτοῦ δοθέντος ἠδυνήθητε μαθεῖν τὰ τῆς ἀληθείας δόγματα.
Λοιπὸν ὅπου σοφία Θεοῦ, οὐκέτι χρεία ἀνθρωπίνης.
Ὃ γὰρ οὐκ ἴσχυσαν φιλόσοφοι διὰ τῶν συλλογισμῶν ποιῆσαι, τοῦτο ἡ δοκοῦσα εἶναι μωρία κατώρθωσε; Τίς οὖν σοφώτερος; ὁ τοὺς πολλοὺς πείθων, ἢ ὁ ὀλίγους, μᾶλλον δὲ οὐδένα; ὁ περὶ τῶν μεγίστων πείθων, ἢ ὁ περὶ τῶν μὴ δεόντων; Πόσα ἔκαμε Πλάτων καὶ οἱ κατ’ αὐτὸν περὶ γραμμῆς καὶ γωνίας καὶ στιγμῆς καὶ ἀριθμῶν ἀρτίων καὶ περιττῶν, καὶ ἴσων ἀλλήλοις καὶ ἀνίσων, καὶ τῶν τοιούτων διαλεγόμενος ἡμῖν ἀραχνίων (καὶ γὰρ τῶν ὑφασμάτων ἐκείνων ἀχρηστότερα ταῦτα τῷ βίῳ), καὶ οὐ μέγαν, οὐ μικρὸν ἐντεῦθεν ὠφελήσας οὕτω τὸν βίον κατέλυσε!
(Ιωάννης ο Χρυσόστομος, Υπόθεσις της προς Κορινθίους Α΄ επιστολής).
Ὁ δὲ ἀγράμματος οὗτος, ὁ ἰδιώτης, ὁ ἀπὸ Βηθσαϊδὰ, ὁ Ζεβεδαίου παῖς· κἂν μυριάκις καταγελῶσιν Ἕλληνες τῆς τῶν ὀνομάτων ἀγροικίας, οὐδὲν ἧττον μετὰ πλείονος αὐτὰ τῆς παῤῥησίας ἐρῶ· ὅ σῳ γὰρ ἂν τὸ ἔθνος αὐτοῖς βάρβαρον φαίνηται καὶ τῆς Ἑλληνικῆς ἀπέχον παιδεύσεως, τοσούτῳ λαμπρότερα τὰ ἡμέτερα φανεῖται.
ἔνθα τὸ παλαιὸν ἐφιλοσόφουν οἱ τῆς Ἑλληνικῆς συμμορίας ἅπαντες.
∆ιαλεχθεὶς περὶ τῶν Ἑλληνικῶν, καὶ δείξας αὐτοὺς οὐδεμίαν ἔχοντας οὐδαμόθεν ἀπολογίαν, οὐδὲ ἐλπίδα σωτηρίας, κατηγορήσας τε ἀκριβῶς καὶ τῆς τῶν δογμάτων αὐτῶν διαστροφῆς, καὶ τῆς περὶ τὸν βίον ἀκαθαρσίας.
Ἐβουλόμην, εἴ γε σχολῆς ἀπελαύετε πολλῆς, εἰς μέσον ἁπάντων ὑμῶν μιαροῦ τινός Ἕλληνος φιλοσόφου βιβλίον καθ’ ἡμῶν εἰρημένον ἀγαγεῖν.
Μέγα ἀγαθὸν φιλοσοφία· φιλοσοφίαν δὲ λέγω τὴν παρ’ ἡμῖν. Τὰ γὰρ τῶν ἔξωθεν, ῥήματα καὶ μῦθοι μόνον εἰσί· καὶ οὐδὲ αὐτοὶ οἱ μῦθοι φιλόσοφόν τι ἔχοντες.
Μεγάλοι εἰσὶν ἐν τῇ κώμῃ ἐκεῖνοι, καλοὺς βοστρύχους τρέφουσι, καὶ τρίβωνας ἀναβέβληνται· μέχρι τούτων αὐτοῖς ἡ φιλοσοφία. Ἂν δὲ τὰ ἔνδοθεν ἴδῃς, τέφρα καὶ κόνις, καὶ ὑγιὲς οὐδὲν, ἀλλὰ Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, πάντα ἀκαθαρσίας ἔχων γέμοντα καὶ ἰχῶρος*, καὶ τὰ δόγματα πάντα σκωλήκων . Ὁ γοῦν πρῶτος αὐτῶν τὸ ὕδωρ ἔφησεν εἶναι θεὸν, καὶ ὁ μετ’ ἐκεῖνον τὸ πῦρ, ἄλλος τὸν ἀέρα, καὶ πάντες εἰς τὰ σώματα κατηνέχθησαν. Τούτους οὖν, εἰπέ μοι, θαυμάζειν χρὴ, τοὺς οὐδὲ ἔννοιαν ἀσωμάτου λαβόντας Θεοῦ, εἰ δήποτε καὶ ὕστερον ἔλαβον, μετὰ τὸ συγγενέσθαι ἐν Αἰγύπτῳ τοῖς ἡμετέροις; Ἀλλ’ ἵνα μὴ πολὺν ὑμῖν ἐπάγωμεν θόρυβον, ἐνταῦθα τὸν λόγον καταλύσωμεν. Ἂν γὰρ ἀρξώμεθα τὰ ἐκείνων προτιθέναι δόγματα, καὶ τί μὲν περὶ Θεοῦ, τί δὲ περὶ ὕλης, τί δὲ περὶ ψυχῆς, τί δὲ περὶ σωμάτων εἶπον, πολὺς ἕψεται γέλως .
Ποῦ νῦν οἱ σοφοὶ τῶν Ἑλλήνων, οἱ τοὺς βαθεῖς πώγωνας ἕλκοντες, καὶ τὰς ἐξωμίδας ἀναβεβλημένοι, καὶ τὰ μεγάλα φυσῶντες; Τὴν Ἑλλάδα, τὴν βάρβαρον πᾶσαν ὁ σκηνοποιὸς ἐπέστρεψεν. Ὁ δὲ παρ’αὐτοῖς ἀγόμενος καὶ περιφερόμενος Πλάτων, τρίτον εἰς Σικελίαν ἐλθὼν μετὰ τοῦ κόμπου τῶν ῥημάτων ἐκείνων, μετὰ τῆς ὑπολήψεως τῆς λαμπρᾶς, οὐδὲ ἑνὸς περιεγένετο τυράννου, ἀλλ’ οὕτως ἀθλίως ἀπήλλαξεν, ὡς καὶ αὐτῆς ἐκπεσεῖν τῆς ἐλευθερίας. Ὁ δὲ σκηνοποιὸς οὗτος οὐ Σικελίαν μόνον οὐδὲ Ἰταλίαν, ἀλλὰ πᾶσαν ἐπέδραμε τὴν οἰκουμένην, καὶ οὐδὲ ἐν τῷ κηρύττειν τῆς τέχνης ἀπέστη, ἀλλὰ καὶ τότε δέρματα ἔῤῥαπτε, καὶ ἐργαστηρίου προειστήκει· καὶ οὐδὲ τοῦτο ἐσκανδάλισε τοὺς ἐξ ὑπάτων· καὶ μάλα εἰκότως. Οὐ γὰρ αἱ τέχναι καὶ τὰ ἐπιτηδεύματα, ἀλλὰ τὸ ψεῦδος καὶ τὰ πεπλασμένα δόγματα εὐκαταφρονήτους ποιεῖν εἴωθε τοὺς διδάσκοντας.
(Ιωάννης ο Χρυσόστομος, Ερμηνεία εις την “Προς Ρωμαίους επιστολήν”)
7. Κοσμάς ο Αιτωλός
Διατί πάντα εις τα σχολεία γυμνάζονται οι άνθρωποι και ηξεύρουν και μανθάνουν το τι εστί ο Θεός, το τι είνε οι άγιοι άγγελοι, τι είνε οι καταραμένοι δαίμονες και το τι είνε η αρετή των δικαίων. Το σχολείον φωτίζει τούς ανθρώπους. Ανοίγουν τα ομάτια των ευσεβών και ορθοδόξων χριστιανών να μανθάνουν τα μυστήρια.
Έμαθα και πέντε εξ ελληνικά και έμαθα πολλών λογιών γράμματα, εβραϊκά, τουρκικά, φράγκικα και από όλα τα έθνη, με την χάριν του Χριστού μας και πολλά τα εδιάβασα. Και όλα τα εθνικά κάλπικα τα ηύρα· όλα ευρέματα και σπέρματα του Διαβόλου , και κατά αλήθειαν, αδελφοί μου, τόσον τα εμελέτησα τα γράμματα.
Επίλογος
Από τα κείμενα του Ερμή του Τρισμέγιστου, και την φιλοσοφία των Βραχμάνων, Βουδιστών, Σουμερίων, Βαβυλωνίων, Ασυρίων, Αιγυπτίων και τον Πλάτωνα, Αριστοτέλη, Πυθαγόρα, τους Στωικούς, Ορφικούς, τον Ηράκλειτο και πολλούς άλλους, αντέγραψαν τα πάντα από αυτούς και μετά τους διέβαλαν ως ειδωλολάτρες, αυτοί που πίστευαν και που πιστεύουν σε θεϊκά συμβούλια, όπου ο αρχηγός θεός τους μοίρασε στους υποτελείς θεούς του τον κόσμο και ότι ο θεός τους έχει γυναίκα και 70 γιούς, αυτοί έρχονται τώρα να μας πουν ότι ο "μονοθεϊσμός" τους που αντέγραψαν από τους αρχαίους, είναι αποκλειστική εφεύρεσή και πατέντα τους! Τι να πει κανείς στους σκοταδιστές που ακόμα και σήμερα διαλαλούν στα Πανεπιστήμια ακόμα ότι "Ο θεός τους μας υποδούλωσε στους Τούρκους για να μας γλυτώσει από την αναγέννηση"!
Επίκουρος, "Τόση βλακεία δεν πολεμιέται με τίποτα"...
Ένα μικρό δείγμα περί των δήθεν "ελληνοχριστιανικών" συζεύξεων και του πλαστουργήματος του "ελληνοχριστιανικού" πολιτισμού. Ιδιαίτερα εύστοχο το εξής που έγραψες αγαπητέ Φιλίστορα: "Ήδη από αυτό το απόσπασμα φαίνεται ότι οι Έλληνες δεν τους ενοχλούσαν επειδή ήσαν αρχαιολάτρες, γιατί το ίδιο ήσαν και οι Ρωμαίοι αλλά και άλλοι λαοί. Τους ενοχλούσε ο Λόγος των Ελλήνων. Η λογική και η επιστήμη".
Τα χωρία που μπορεί κανείς να ανιχνεύσει στην πατερική γραμματεία με ανάλογες αναφορές, είναι πάμπολλα. Αυτό που θα ήθελα να αναφέρω, είναι ότι το αδύνατο της συζεύξεως αυτής, υποστηρίζεται και από τον ίδιο τον ορθόδοξο κόσμο (!). Για παράδειγμα, ο αρχιμανδρίτης Επιφάνειος Θεοδωρόπουλος, δεινός γνώστης της πατερικής γραμματείας, ο οποίος υποστηρίζει ότι: "Τόσον η ταπεινότης μου, όσον και πολλοί άλλοι, δεν βλέπομεν συγγενείας και συζεύξεις μεταξύ Ελληνισμού και Χριστιανισμού, αλλά χάσματα και αβύσσους. Ο δεύτερος, ως νομίζομεν, είναι άρνησις και καταδίκη της ουσίας του πρώτου''.(Περί τας «Ελληνοxριστιανικάς συνθέσεις», Άρθρα – Μελέται Επιστολαί. Τόμος Α’. Αθήνα 1986).
Αλλά και ο Ι. Ρωμανίδης, να τι ισχυρίζεται για τους τρεις ιεράρχες, "προστάτες των γραμμάτων": "Εδώ στην Ελλάδα το μόνο κριτήριο μεγαλειότητος είναι το αν είναι κάτι από την αρχαία Ελλάδα. Γι’ αυτό και η εορτή των Τριών Ιεραρχών εδώ στην Ελλάδα έχει πάρει αυτήν την μορφή που έχει, ότι δηλαδή οι Τρεις Ιεράρχες είναι συνεχιστές του μεγάλου Ελληνικού πνεύματος της αρχαίας Ελλάδος. Αν όμως διαβάσει κανείς τους Τρεις Ιεράρχες και προ παντός τον ιερό Χρυσόστομο, θα δη ότι ο άγιος Ιωάννης ο Χρυσόστομος συνέχεια επικρίνει τους αρχαίους Έλληνες. Ο Χρυσόστομος είναι μεγάλος «υβριστής» των αρχαίων Ελλήνων. Για τον Χρυσόστομο δηλαδή το όνομα Έλληνας, που είχε καταλήξει να σημαίνει ειδωλολάτρης, είναι μία βρισιά και τίποτε άλλο. Αλλά και ο Μέγας Βασίλειος, όπως και ο Γρηγόριος ο Νύσσης δεν πάνε πολύ πίσω στο θέμα αυτό". (Πατερική θεολογία, κεφ. 16, εκδόσεις Παρακαταθήκη).
Ο πολύς κόσμος βέβαια πιστεύει διαφορετικά πράγματα, εφόσον ποτέ δεν διάβασαν ούτε τους πατέρες, ούτε την Γραφή...
ΔΕΣ:
Οι τρεις ανθέλληνες Ιεράρχες - Μια «γιορτή» όνειδος για την Ελληνική Παιδεία
Ο ανθέλληνας Mέγας Βασίλειος: Αρχιεπίσκοπος Καισαρείας
Απ' τον «ανθόκηπο» του Χριστιανισμού: Άγιος Αθανάσιος
ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ: ΕΝΑΣ ΒΡΩΜΟΣΤΟΜΟΣ ΑΝΘΕΛΛΗΝΑΣ
Κύριλλος Αλεξανδρείας. Τον φονιάς της Υπατίας
Γιατί έγιναν οι διώξεις των χριστιανών;
Ορθοδοξία και η άλλη άποψη έως την Άλωση – Ποια είναι ιστορικά η σχέση της Ανατολικής Εκκλησίας με την άλλη άποψη, ιδιαίτερα την φιλοσοφική, θεολογική και επιστημονική μέχρι το 1453
Ελληνικότητα και Βυζάντιο
Η αρχή του χριστιανικού αναθέματος στην Βίβλο