«Τηλέμαχ᾽, οὔ τί σ᾽ ἐγώ γε πολὺν χρόνον ἐνθάδ᾽ ἐρύξω
ἱέμενον νόστοιο· νεμεσσῶμαι δὲ καὶ ἄλλῳ
70 ἀνδρὶ ξεινοδόκῳ, ὅς κ᾽ ἔξοχα μὲν φιλέῃσιν,
ἔξοχα δ᾽ ἐχθαίρῃσιν· ἀμείνω δ᾽ αἴσιμα πάντα.
ἶσόν τοι κακόν ἐσθ᾽, ὅς τ᾽ οὐκ ἐθέλοντα νέεσθαι
ξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει.
χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν.
75 ἀλλὰ μέν᾽, εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θείω
καλά, σὺ δ᾽ ὀφθαλμοῖσιν ἴδῃς, εἴπω δὲ γυναιξὶ
δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
ἀμφότερον κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ
δειπνήσαντας ἴμεν πολλὴν ἐπ᾽ ἀπείρονα γαῖαν.
80 εἰ δ᾽ ἐθέλεις τραφθῆναι ἀν᾽ Ἑλλάδα καὶ μέσον Ἄργος,
ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους,
ἄστεα δ᾽ ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἥμεας
αὔτως ἀππέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι,
ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων
85 ἠὲ δύ᾽ ἡμιόνους ἠὲ χρύσειον ἄλεισον.»
Τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
«Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
βούλομαι ἤδη νεῖσθαι ἐφ᾽ ἡμέτερ᾽· οὐ γὰρ ὄπισθεν
οὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσιν·
90 μὴ πατέρ᾽ ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι,
ἤ τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται.»
Αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος,
αὐτίκ᾽ ἄρ᾽ ᾗ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε
δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
95 ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς,
ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπ᾽ αὐτοῦ·
τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος
ὀπτῆσαί τε κρεῶν· ὁ δ᾽ ἄρ᾽ οὐκ ἀπίθησεν ἀκούσας.
αὐτὸς δ᾽ ἐς θάλαμον κατεβήσετο κηώεντα,
100 οὐκ οἶος, ἅμα τῷ γ᾽ Ἑλένη κίε καὶ Μεγαπένθης.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἵκανον ὅθι οἱ κειμήλια κεῖτο,
Ἀτρεΐδης μὲν ἔπειτα δέπας λάβεν ἀμφικύπελλον,
υἱὸν δὲ κρητῆρα φέρειν Μεγαπένθε᾽ ἄνωγεν
ἀργύρεον· Ἑλένη δὲ παρίστατο φωριαμοῖσιν,
105 ἔνθ᾽ ἔσαν οἱ πέπλοι παμποίκιλοι, οὓς κάμεν αὐτή.
τῶν ἕν᾽ ἀειραμένη Ἑλένη φέρε, δῖα γυναικῶν,
ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,
ἀστὴρ δ᾽ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.
βὰν δ᾽ ἰέναι προτέρω διὰ δώματος, ἧος ἵκοντο
110 Τηλέμαχον· τὸν δὲ προσέφη ξανθὸς Μενέλαος·
«Τηλέμαχ᾽, ἦ τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς,
ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης.
δώρων δ᾽, ὅσσ᾽ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.
115 δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
ἐστὶν ἅπας, χρυσῷ δ᾽ ἐπὶ χείλεα κεκράανται,
ἔργον δ᾽ Ἡφαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως,
Σιδονίων βασιλεύς, ὅθ᾽ ἑὸς δόμος ἀμφεκάλυψε
κεῖσ᾽ ἐμὲ νοστήσαντα· τεῒν δ᾽ ἐθέλω τόδ᾽ ὀπάσσαι.»
120 Ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον
ἥρως Ἀτρεΐδης· ὁ δ᾽ ἄρα κρητῆρα φαεινὸν
θῆκ᾽ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης,
ἀργύρεον· Ἑλένη δὲ παρίστατο καλλιπάρῃος
πέπλον ἔχουσ᾽ ἐν χερσίν, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·
125 «δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι,
μνῆμ᾽ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,
σῇ ἀλόχῳ φορέειν· τῆος δὲ φίλῃ παρὰ μητρὶ
κεῖσθαι ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο
οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.»

***
Ευθύς, με τη φωνή βαριά, ανταποκρίθηκε ο Μενέλαος:«Τηλέμαχε, κι εγώ δεν θα ᾽θελα να σε κρατήσω κι άλλο εδώ,
τόσο που λαχταράς τον νόστο σου· θυμώνω εξάλλου
70 με όποιον δείχνει υπερβολή και στη φιλόξενή του αγάπη,
υπερβολή και με την έχθρα του.
Παντού και πάντα πιο καλά τα πρέποντα.
Άπρεπο βρίσκω εξίσου, όποιος τον ξένο του, αν δεν το θέλει ο ίδιος,
τον σπρώχνει για να φύγει, αλλά κι εκείνος που τον εμποδίζει,
όταν ο ξένος βιάζεται τον δρόμο του να πάρει.
Πρέπει τον ξένο να τον δέχεσαι φιλόξενα, όσο τον έχεις,
κι όταν επείγεται, να τον ξεπροβοδίζεις.
Κάνε λοιπόν υπομονή, να φέρω πρώτα και ν᾽ αφήσω
τα ωραία δώρα μου στο αμάξι — θα τα χαρούν και τα δικά σου μάτια.
Κι ακόμη στις γυναίκες εντολή θα δώσω να στρώσουνε τραπέζι
στη μεγάλη αίθουσα, με τα πολλά που βρίσκονται σ᾽ αυτό το σπίτι.
Έτσι θα γίνουν και τα δυο: για μένα λάμψη και τιμή,
για σας ωφέλεια, αν πρώτα γευματίσουμε, κι ύστερα πάρετε
μακρύ τον δρόμο σας σ᾽ αυτόν τον κόσμο τον απέραντο.
80 Αν πάλι επιθυμείς να ταξιδέψεις γύρω στην Ελλάδα
και μέσα στο Άργος, εγώ θα ζέψω τα άλογα,
να ᾽ρθω μαζί σου, θα σε οδηγήσω για να δεις τις πολιτείες και τους ανθρώπους.
Κανείς δεν πρόκειται να μας αφήσει μ᾽ άδεια χέρια
φεύγοντας. Κάτι θα μας χαρίσει να το πάρουμε μαζί μας·
μπορεί και τρίποδα με το λεβέτι του από καλό χαλκό,
μπορεί κι ένα ζευγάρι μούλες ή και μαλαματένια κούπα.»
Ο συνετός Τηλέμαχος πήρε ξανά τον λόγο κι αποκρίθηκε:
«Ατρείδη, του Διός ανάθρεμμα, Μενέλαε, στυλοβάτη του λαού σου,
στα μέρη μας επιθυμώ πια να γυρίσω. Γιατί όταν μίσεψα,
δεν άφησα κανένα φύλακα στα χτήματά μου· μήπως λοιπόν
90 αναζητώντας τον ισόθεο πατέρα μου, βρεθώ εγώ αφανισμένος
ή κι εξαφανιστεί απ᾽ το παλάτι κάποιο πολύτιμο κειμήλιο.»
Ακούγοντας τον λόγο του ο Μενέλαος, με τη βαριά φωνή του παραγγέλλει
να στρώσουν στη μεγάλη αίθουσα αμέσως η γυναίκα του κι οι δούλες
τραπέζι, με τα πολλά που βρίσκονται στο σπίτι.
Κι ευθύς σιμά του βρέθηκε ο Ετεωνέας, του Βοήθου ο γιος,
αφήνοντας άδεια την κλίνη του — δεν ήταν και πολύ μακριά το σπιτικό του.
Τότε ο βαρύφωνος Μενέλαος του δίνει εντολή φωτιά ν᾽ ανάψει
και να ψήσει κρέατα — αυτός τον άκουσε κι υπάκουσε.
Στο μεταξύ ο Μενέλαος κατέβαινε στον μυρωμένο θάλαμο —
100 δεν ήταν μόνος, τον συνόδευαν ο Μεγαπένθης κι η Ελένη.
Όταν πλησίασαν εκεί όπου ήσαν μαζεμένα τα πολύτιμά τους σκεύη,
ο Ατρείδης έπιασε μια κούπα δίγουβη, κι είπε στον γιο του
Μεγαπένθη να πάρει έναν κρατήρα ασημωμένο. Όσο για την Ελένη,
στάθηκε πλάι στις κασέλες, που έκρυβαν μέσα τους ρούχα πολύχρωμα
με ξόμπλια — φαντά από τα ίδια της τα χέρια.
Σήκωσε στον αέρα η θεία γυναίκα τον πιο ωραίο στολισμένο πέπλο,
τον πιο μεγάλο, λάμποντας σαν άστρο — ήταν στον πάτο της κασέλας.
Οι τρεις τους τότε διασχίζουν το παλάτι, έφτασαν
110 στον Τηλέμαχο, οπότε κι ο ξανθός Μενέλαος τον προσφώνησε:
«Τηλέμαχε, όσο βαθιά τον νόστο σου ποθεί η ψυχή σου,
τόσο κι ο Δίας, της Ήρας σύζυγος που αστράφτει και βροντά,
τον γυρισμό σου ας ευοδώσει.
Κι από τα δώρα που κειμήλια στέκουν στο παλάτι,
θα σου χαρίσω το ομορφότερο, το πιο πολύτιμο σου δίνω·
έναν κρατήρα τέλεια καμωμένο, ατόφιο ασήμι, στα ακρόχειλα
στεφανωμένο με μαλάματα· έργο του Ηφαίστου, δωρισμένο
από τον φημισμένο Φαίδιμο, των Σιδονίων βασιλιά, όταν
στο σπίτι του φιλόξενα με στέγασε στον δρόμο της επιστροφής μου.
Δικός σου ο κρατήρας με τη θέλησή μου, χάρισμά σου.»
120 Έτσι του μίλησε, κι απίθωσε στο χέρι του δίγουβη κούπα
ο ηρωικός Ατρείδης, ενώ στα πόδια του ο Μεγαπένθης
έστησε όλος δύναμη τον λαμπερό κρατήρα από ασήμι.
Πλησίασε και η ωραία Ελένη, στα χέρια της κρατώντας
το φαντό, προφέροντας τα λόγια της λέξη με λέξη:
«Δώρο κι εγώ, καλό μου αγόρι, σου χαρίζω τούτο,
ενθύμημα από τα χέρια της Ελένης, για την ευλογημένη ώρα του γάμου,
να το φορέσει κάποτε το τίμιο ταίρι σου — ως τότε ας μείνει
στο παλάτι, να το φυλάει η καλή σου μάνα.
Εύχομαι από καρδιάς χαρούμενος να φτάσεις στο στέρεο σπίτι σου,
πίσω στα πατρικά σου χώματα.»