Ὦ τέκνα, Κάδμου τοῦ πάλαι νέα τροφή,
τίνας ποθ᾽ ἕδρας τάσδε μοι θοάζετε
ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι;
πόλις δ᾽ ὁμοῦ μὲν θυμιαμάτων γέμει,
5 ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων·
ἁγὼ δικαιῶν μὴ παρ᾽ ἀγγέλων, τέκνα,
ἄλλων ἀκούειν αὐτὸς ὧδ᾽ ἐλήλυθα,
ὁ πᾶσι κλεινὸς Οἰδίπους καλούμενος.
ἀλλ᾽, ὦ γεραιέ, φράζ᾽, ἐπεὶ πρέπων ἔφυς
10 πρὸ τῶνδε φωνεῖν, τίνι τρόπῳ καθέστατε,
δείσαντες ἢ στέρξαντες; ὡς θέλοντος ἂν
ἐμοῦ προσαρκεῖν πᾶν· δυσάλγητος γὰρ ἂν
εἴην τοιάνδε μὴ οὐ κατοικτίρων ἕδραν.
ΙΕΡΕΥΣ
ἀλλ᾽, ὦ κρατύνων Οἰδίπους χώρας ἐμῆς,
15 ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθα
βωμοῖσι τοῖς σοῖς, οἳ μὲν οὐδέπω μακρὰν
πτέσθαι σθένοντες, οἳ δὲ σὺν γήρᾳ βαρεῖς
ἱερῆς, ἐγὼ μὲν Ζηνός, οἳ δ᾽ ἔτ᾽ ᾐθέων
λεκτοί· τὸ δ᾽ ἄλλο φῦλον ἐξεστεμμένον
20 ἀγοραῖσι θακεῖ, πρός τε Παλλάδος διπλοῖς
ναοῖς, ἐπ᾽ Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ.
πόλις γάρ, ὥσπερ καὐτὸς εἰσορᾷς, ἄγαν
ἤδη σαλεύει κἀνακουφίσαι κάρα
βυθῶν ἔτ᾽ οὐχ οἵα τε φοινίου σάλου,
25 φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός,
φθίνουσα δ᾽ ἀγέλαις βουνόμοις, τόκοισί τε
ἀγόνοις γυναικῶν· ἐν δ᾽ ὁ πυρφόρος θεὸς
σκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν,
ὑφ᾽ οὗ κενοῦται δῶμα Καδμεῖον· μέλας δ᾽
30 Ἅιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται.
θεοῖσι μέν νυν οὐκ ἰσούμενόν σ᾽ ἐγὼ
οὐδ᾽ οἵδε παῖδες ἑζόμεσθ᾽ ἐφέστιοι,
ἀνδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίου
κρίνοντες ἔν τε δαιμόνων συναλλαγαῖς·
35 ὅς γ᾽ ἐξέλυσας ἄστυ Καδμεῖον μολὼν
σκληρᾶς ἀοιδοῦ δασμὸν ὃν παρείχομεν,
καὶ ταῦθ᾽ ὑφ᾽ ἡμῶν οὐδὲν ἐξειδὼς πλέον
οὐδ᾽ ἐκδιδαχθείς, ἀλλὰ προσθήκῃ θεοῦ
λέγῃ νομίζῃ θ᾽ ἡμὶν ὀρθῶσαι βίον.
40 νῦν δ᾽, ὦ κράτιστον πᾶσιν Οἰδίπου κάρα,
ἱκετεύομέν σε πάντες οἵδε πρόστροποι
ἀλκήν τιν᾽ εὑρεῖν ἡμίν, εἴτε του θεῶν
φήμην ἀκούσας εἴτ᾽ ἀπ᾽ ἀνδρὸς οἶσθά που·
ὡς τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφορὰς
45 ζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων.
ἴθ᾽, ὦ βροτῶν ἄριστ᾽, ἀνόρθωσον πόλιν·
ἴθ᾽, εὐλαβήθηθ᾽· ὡς σὲ νῦν μὲν ἥδε γῆ
σωτῆρα κλῄζει τῆς πάρος προθυμίας·
ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνῄμεθα
50 στάντες τ᾽ ἐς ὀρθὸν καὶ πεσόντες ὕστερον,
ἀλλ᾽ ἀσφαλείᾳ τήνδ᾽ ἀνόρθωσον πόλιν.
ὄρνιθι γὰρ καὶ τὴν τότ᾽ αἰσίῳ τύχην
παρέσχες ἡμῖν, καὶ τανῦν ἴσος γενοῦ.
ὡς εἴπερ ἄρξεις τῆσδε γῆς, ὥσπερ κρατεῖς,
55 ξὺν ἀνδράσιν κάλλιον ἢ κενῆς κρατεῖν·
ὡς οὐδέν ἐστιν οὔτε πύργος οὔτε ναῦς
ἐρῆμος ἀνδρῶν μὴ ξυνοικούντων ἔσω.
τίνας ποθ᾽ ἕδρας τάσδε μοι θοάζετε
ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι;
πόλις δ᾽ ὁμοῦ μὲν θυμιαμάτων γέμει,
5 ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων·
ἁγὼ δικαιῶν μὴ παρ᾽ ἀγγέλων, τέκνα,
ἄλλων ἀκούειν αὐτὸς ὧδ᾽ ἐλήλυθα,
ὁ πᾶσι κλεινὸς Οἰδίπους καλούμενος.
ἀλλ᾽, ὦ γεραιέ, φράζ᾽, ἐπεὶ πρέπων ἔφυς
10 πρὸ τῶνδε φωνεῖν, τίνι τρόπῳ καθέστατε,
δείσαντες ἢ στέρξαντες; ὡς θέλοντος ἂν
ἐμοῦ προσαρκεῖν πᾶν· δυσάλγητος γὰρ ἂν
εἴην τοιάνδε μὴ οὐ κατοικτίρων ἕδραν.
ΙΕΡΕΥΣ
ἀλλ᾽, ὦ κρατύνων Οἰδίπους χώρας ἐμῆς,
15 ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθα
βωμοῖσι τοῖς σοῖς, οἳ μὲν οὐδέπω μακρὰν
πτέσθαι σθένοντες, οἳ δὲ σὺν γήρᾳ βαρεῖς
ἱερῆς, ἐγὼ μὲν Ζηνός, οἳ δ᾽ ἔτ᾽ ᾐθέων
λεκτοί· τὸ δ᾽ ἄλλο φῦλον ἐξεστεμμένον
20 ἀγοραῖσι θακεῖ, πρός τε Παλλάδος διπλοῖς
ναοῖς, ἐπ᾽ Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ.
πόλις γάρ, ὥσπερ καὐτὸς εἰσορᾷς, ἄγαν
ἤδη σαλεύει κἀνακουφίσαι κάρα
βυθῶν ἔτ᾽ οὐχ οἵα τε φοινίου σάλου,
25 φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός,
φθίνουσα δ᾽ ἀγέλαις βουνόμοις, τόκοισί τε
ἀγόνοις γυναικῶν· ἐν δ᾽ ὁ πυρφόρος θεὸς
σκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν,
ὑφ᾽ οὗ κενοῦται δῶμα Καδμεῖον· μέλας δ᾽
30 Ἅιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται.
θεοῖσι μέν νυν οὐκ ἰσούμενόν σ᾽ ἐγὼ
οὐδ᾽ οἵδε παῖδες ἑζόμεσθ᾽ ἐφέστιοι,
ἀνδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίου
κρίνοντες ἔν τε δαιμόνων συναλλαγαῖς·
35 ὅς γ᾽ ἐξέλυσας ἄστυ Καδμεῖον μολὼν
σκληρᾶς ἀοιδοῦ δασμὸν ὃν παρείχομεν,
καὶ ταῦθ᾽ ὑφ᾽ ἡμῶν οὐδὲν ἐξειδὼς πλέον
οὐδ᾽ ἐκδιδαχθείς, ἀλλὰ προσθήκῃ θεοῦ
λέγῃ νομίζῃ θ᾽ ἡμὶν ὀρθῶσαι βίον.
40 νῦν δ᾽, ὦ κράτιστον πᾶσιν Οἰδίπου κάρα,
ἱκετεύομέν σε πάντες οἵδε πρόστροποι
ἀλκήν τιν᾽ εὑρεῖν ἡμίν, εἴτε του θεῶν
φήμην ἀκούσας εἴτ᾽ ἀπ᾽ ἀνδρὸς οἶσθά που·
ὡς τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφορὰς
45 ζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων.
ἴθ᾽, ὦ βροτῶν ἄριστ᾽, ἀνόρθωσον πόλιν·
ἴθ᾽, εὐλαβήθηθ᾽· ὡς σὲ νῦν μὲν ἥδε γῆ
σωτῆρα κλῄζει τῆς πάρος προθυμίας·
ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνῄμεθα
50 στάντες τ᾽ ἐς ὀρθὸν καὶ πεσόντες ὕστερον,
ἀλλ᾽ ἀσφαλείᾳ τήνδ᾽ ἀνόρθωσον πόλιν.
ὄρνιθι γὰρ καὶ τὴν τότ᾽ αἰσίῳ τύχην
παρέσχες ἡμῖν, καὶ τανῦν ἴσος γενοῦ.
ὡς εἴπερ ἄρξεις τῆσδε γῆς, ὥσπερ κρατεῖς,
55 ξὺν ἀνδράσιν κάλλιον ἢ κενῆς κρατεῖν·
ὡς οὐδέν ἐστιν οὔτε πύργος οὔτε ναῦς
ἐρῆμος ἀνδρῶν μὴ ξυνοικούντων ἔσω.
***
ΟΙΔΙΠΟΥΣΠαιδιά μου, βλαστοί
της παλαιάς σποράς του Κάδμου,
γιατί στων ανακτόρων το βωμό
τριγύρω συναχτήκατε
με κλάδους ικεσίας στα χέρια
και στέφανα στην κεφαλή;
Η πόλη μας πλημμύρισε θυμίαμα
κι ακούγονται παντού θρήνοι και μοιρολόγια.
Δεν καταδέχομαι να με πληροφορούν μεσάζοντες
γι᾽ αυτό και ήρθα μονάχος μου ν᾽ ακούσω
εγώ ο λαοπρόβλητος κι ονομαστός Οιδίπους.
Μίλησε, γέροντα.
Το κύρος σου εκπροσωπεί το σύνολο.
10 Ο λόγος ποιός της σύναξης;
Φοβάστε κάτι; Ποθείτε κάτι;
Επιθυμώ παντού και πάντα
να σπεύδω στην ανάγκη σας.
Ανάλγητος δεν είμαι
γι᾽ αυτό και μου ταράζει την ψυχή
η λιτανεία της ικεσίας.
ΙΕΡΕΥΣ
Ω παντοκράτορα της χώρας μου Οιδίπου,
θωρείς τριγύρω στους βωμούς σου
τις ηλικίες όλες πεσμένες στα γόνατα·
νεοσσοί που δεν μπορούν
ν᾽ ανοίξουν τα φτερά τους
και να πετάξουν μακριά,
βαρείς από τα χρόνια γέροντες,
ιερείς, όπως εγώ, λειτουργοί του Διός
και παλικάρια διαλεχτά.
Το μέγα πλήθος του λαού
με φύλλα δάφνης στεφανωμένο
συνέρρευσε στις αγορές
20 στους δυο ναούς της Αθηνάς Παλλάδος
και στου Απόλλωνος το ιερόν
στου Ισμηνού τις όχθες
εκεί που μαντικά λαλούν
οι στάχτες της θυσίας.
Η πόλη, το βλέπεις και μόνος σου,
είναι πολύς καιρός που παραπαίει.
Βουλιάζει μες στη δίνη των αιμάτων
και δεν μπορεί την κεφαλή της
να σηκώσει απ᾽ τον θολό βυθό
να πάρει λίγη ανάσα.
Προτού να δέσουν οι καρποί
στους κάλυκες σαπίζουν·
κοπαδιαστά ψοφούν τα βόδια στη βοσκή·
των γυναικών οι μήτρες μαραθήκαν.
Ο θεός ο πυρφόρος περνά
και τα πάντα σαρώνει·
ο φοβερός λοιμός ερήμωσε
την πόλη των Καδμείων·
ο μαύρος Άδης πλούτισε
30 με βογκητά και στεναγμούς.
Ισόθεος δεν είσαι και το ξέρουμε
κι εγώ και τούτα τα παιδιά
που πρόσπεσαν ικέτες στην εστία σου·
όμως είσαι μες στους θνητούς ξεχωριστός,
γνωρίζεις τις αιφνίδιες τροπές του βίου
και τα μηνύματα που στέλνουν οι θεοί.
Ήρθες στην πολιτεία του Κάδμου
κι απ᾽ το δασμό που πλήρωνε
στην ανελέητη τη μελωδούσα
χρησμωδό, τη λύτρωσες.
Κανένας από μας δε σε δασκάλεψε·
απληροφόρητος αυτοσχεδίασες·
με του θεού την αρωγή μονάχα
νομίζουν όλοι πως μας έσωσες.
40 Και τώρα, κραταιά κεφαλή του Οιδίποδος,
η πόλη σύμπασα μπροστά σου γονατίζει
και σε παρακαλεί να βρεις
στη νόσο γιατρειά,
είτε διαβάζοντας θεών σημάδια
είτε μαθαίνοντας από θνητή πηγή.
Η πείρα των σοφών ανθρώπων
θαρρώ πως αιωνίως ζει
και διαρκώς επαληθεύεται.
Έλα, λοιπόν, λαοπρόβλητε,
ανάστησε την πόλη·
σπατάλησε γι᾽ αυτήν την μέριμνά σου.
Ο τόπος σε κράζει σωτήρα του τώρα,
γιατί την παλιά σου την προσφορά
την αφειδώλευτη θυμάται.
Αν τώρα καταρρεύσουμε,
θα λησμονήσουμε για πάντα
τα χρόνια που κυβέρνησες την πόλη
50 και την εκράτησες ορθή.
Με χέρι σταθερό ανάστησέ την πάλι.
Κάποτε μας οδήγησες στην ευτυχία
διαβάζοντας ορθά τους οιωνούς·
γίνε και τώρα
αυτός που ήσουν κάποτε.
Αν λαχταράς να κυβερνάς
αυτή την επικράτεια,
καλύτερα να κυβερνάς ανθρώπους
παρά να βασιλεύεις στο κενό.
Έρημα κάστρα κι έρημα πλοία
χωρίς ανθρώπους
είναι το μέγα τίποτα.