κηληθμῷ δ᾽ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
335 τοῖσιν δ᾽ Ἀρήτη λευκώλενος ἤρχετο μύθων·
«Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι
εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας;
ξεῖνος δ᾽ αὖτ᾽ ἐμός ἐστιν, ἕκαστος δ᾽ ἔμμορε τιμῆς·
τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα
340 οὕτω χρηΐζοντι κολούετε· πολλὰ γὰρ ὑμῖν
κτήματ᾽ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.»
Τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος,
ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν·
«Ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδ᾽ ἀπὸ δόξης
345 μυθεῖται βασίλεια περίφρων· ἀλλὰ πίθεσθε.
Ἀλκινόου δ᾽ ἐκ τοῦδ᾽ ἔχεται ἔργον τε ἔπος τε.»
Τὸν δ᾽ αὖτ᾽ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
«τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε
ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω·
350 ξεῖνος δὲ τλήτω, μάλα περ νόστοιο χατίζων,
ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν
δωτίνην τελέσω· πομπὴ δ᾽ ἄνδρεσσι μελήσει
πᾶσι, μάλιστα δ᾽ ἐμοί· τοῦ γὰρ κράτος ἔστ᾽ ἐνὶ δήμῳ.»
Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
355 «Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτ᾽ αὐτόθι μίμνειν,
πομπήν τ᾽ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε,
καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη,
πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδ᾽ ἱκέσθαι·
360 καί κ᾽ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην
πᾶσιν, ὅσοι μ᾽ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.»
Τὸν δ᾽ αὖτ᾽ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
«ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σ᾽ ἐΐσκομεν εἰσορόωντες
ἠπεροπῆά τ᾽ ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς
365 βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους
ψεύδεά τ᾽ ἀρτύνοντας, ὅθεν κέ τις οὐδὲ ἴδοιτο·
σοὶ δ᾽ ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί,
μῦθον δ᾽ ὡς ὅτ᾽ ἀοιδὸς ἐπισταμένως κατέλεξας,
πάντων Ἀργείων σέο τ᾽ αὐτοῦ κήδεα λυγρά.
370 ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμ᾽ αὐτῷ
Ἴλιον εἰς ἅμ᾽ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.
νὺξ δ᾽ ἥδε μάλα μακρή, ἀθέσφατος· οὐδέ πω ὥρη
εὕδειν ἐν μεγάρῳ· σὺ δέ μοι λέγε θέσκελα ἔργα.
375 καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ
τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.»
Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
«Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου·
380 εἰ δ᾽ ἔτ᾽ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε
τούτων σοι φθονέοιμι καὶ οἰκτρότερ᾽ ἄλλ᾽ ἀγορεῦσαι,
κήδε᾽ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο,
οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀϋτήν,
ἐν νόστῳ δ᾽ ἀπόλοντο κακῆς ἰότητι γυναικός.

***
Έπαψε εκείνος να μιλά, κι οι άλλοι όλοι έμειναν βουβοίκι αμίλητοι, σαν μαγεμένοι κάτω απ᾽ τον ίσκιο της μεγάλης αίθουσας.
Ώσπου η Αρήτη, λευκή κι ωραία, έσπασε τη σιωπή μιλώντας:
«Φαίακες, πώς σας φαίνεται ο ξένος άντρας,
στην ομορφιά, στο ανάστημα, στο ισόρροπο μυαλό;
Είναι δικός μου ξένος, όμως κι εσείς, έχει ο καθένας μέρος
στην τιμή της πόλης· γι᾽ αυτό προτείνω, μη βιαστείτε,
μην τον αφήσετε να φύγει, μη λυπηθείτε τα μεγάλα δώρα,
340 τώρα στην ώρα της ανάγκης του· έτσι κι αλλιώς κρύβουν τα σπίτια σας
πολλά αγαθά, με των θεών τη χάρη.»
Τότε στη μέση μπήκε να μιλήσει ο τίμιος γέροντας Εχένηος —
ήταν ο γεροντότερος ανάμεσα στους άλλους Φαίακες:
«Φίλοι, λέω πως δεν πέφτουν έξω απ᾽ τους δικούς μας τους σκοπούς,
απ᾽ τη δική μας γνώμη, όσα η βασίλισσα μας είπε· πρέπει να συμφωνήσετε.
Ωστόσο είναι ο Αλκίνοος εδώ, κι αυτός κρατεί τον λόγο και την πράξη.»
Αμέσως πήρε ο Αλκίνοος τον λόγο λέγοντας:
«Ό,τι ακούσατε θα γίνει· όσο τουλάχιστον θα ᾽μαι ζωντανός
και βασιλιάς στους Φαίακες, που έχουν χαρά τους το κουπί.
350 Ας κάνει όμως λίγη υπομονή ο ξένος, μόλο που τόσο επιθυμεί
τον νόστο του· ας μείνει ως αύριο, ώστε κι εγώ
να αποτελειώσω την υπόθεση των δώρων· ο γυρισμός του εξάλλου
είναι η φροντίδα σας, και πιο πολύ δική μου,
αφού εγώ κρατώ τη δύναμη αυτής της χώρας.»
Του ανταποκρίθηκε ο Οδυσσέας πανέξυπνος:
«Αλκίνοε βασιλιά, που διαπρέπεις σ᾽ όλον τον λαό σου,
ακόμη κι αν θα λέγατε να μείνω εδώ ώσπου να κλείσει χρόνος,
να μου ετοιμάσετε τον γυρισμό, να μου χαρίσετε δώρα λαμπρά,
μετά χαράς θα το δεχόμουν· το κέρδος θα ᾽ταν μεγαλύτερο,
να φτάσω στη γλυκιά πατρίδα με γεμάτα χέρια·
360 θα με τιμούσαν τότε περισσότερο, θα μ᾽ αγαπούσαν πιο πολύ,
όλοι που θα με δουν να επιστρέφω στην Ιθάκη.»
Πήρε ο Αλκίνοος ξανά τον λόγο, με φώναξε με το όνομά μου:
«Ω Οδυσσέα, μ᾽ όλα όσα βλέπουμε μπροστά μας,
κανείς δεν θα μπορούσε να σε πάρει για απατεώνα ή ψεύτη,
όπως πολλοί που βόσκουν πάνω σ᾽ αυτή τη μαύρη γη,
άνθρωποι σκορπισμένοι που ψέματα σκαρώνουν
όσα δεν βάζει ο νους του ανθρώπου.
Εσένα ωστόσο και τα λόγια σου έχουν μορφή και το μυαλό σου λάμπει·
ξέρεις την τέχνη να ιστορείς, σαν αοιδός με άρτια γνώση,
και των Αργείων τα βάσανα και τα δικά σου
πάθη τα λυπητερά.
370 Μα τώρα πες μου κάτι ακόμη, εξήγησε με κάθε ακρίβεια,
ανίσως είδες εκεί κάτω κάποιους απ᾽ τους ισόθεους εταίρους,
όσοι στην Τροία βρέθηκαν μαζί σου κι όσους τούς βρήκε ο θάνατος.
Η νύχτα αυτή είναι μεγάλη, ατελείωτη· δεν έφτασε η ώρα
ακόμη να κοιμηθούμε στο παλάτι. Πες μου
λοιπόν τα θαυμαστά σου έργα· κι εγώ θα ᾽μενα ξάγρυπνος,
ώσπου να ξημερώσει η θεία Αυγή, αν δέχεσαι κι εσύ, μέσα στο σπίτι μου
να μου ιστορήσεις τα δικά σου πάθη.»
Του ανταπάντησε μιλώντας ο Οδυσσέας πολυμήχανος:
«Αλκίνοε βασιλιά, που διαπρέπεις σ᾽ όλον τον λαό σου,
έχουν την ώρα τους κι οι διηγήσεις που μακραίνουν, έχει
380 την ώρα του κι ο ύπνος. Αν όμως φλέγεσαι κι άλλο ν᾽ ακούσεις,
δεν είμαι εγώ που θα το αρνιόμουν· μπορώ κι άλλες πικρότερες
να σου ομολογήσω ιστορίες, τα πένθη των εταίρων μου που χάθηκαν
μετά· ενώ στην Τροία ξέφυγαν την ταραχή της μάχης και τους στεναγμούς,
επήγαν του χαμού στον δρόμο της επιστροφής —
κι όλα για χάρη μιας ολέθριας γυναίκας.