μήπω γε, πρὶν ἂν τῶν ἡμετέρων
1410 ἀίῃς μύθων, παῖ Ποίαντος·
φάσκειν δ᾽ αὐδὴν τὴν Ἡρακλέους
ἀκοῇ τε κλύειν λεύσσειν τ᾽ ὄψιν.
τὴν σὴν δ᾽ ἥκω χάριν οὐρανίας
ἕδρας προλιπών,
1415 τὰ Διός τε φράσων βουλεύματά σοι,
κατερητύσων θ᾽ ὁδὸν ἣν στέλλῃ·
σὺ δ᾽ ἐμῶν μύθων ἐπάκουσον.
καὶ πρῶτα μέν σοι τὰς ἐμὰς λέξω τύχας,
ὅσους πονήσας καὶ διεξελθὼν πόνους
1420 ἀθάνατον ἀρετὴν ἔσχον, ὡς πάρεσθ᾽ ὁρᾶν.
καὶ σοί, σάφ᾽ ἴσθι, τοῦτ᾽ ὀφείλεται παθεῖν,
ἐκ τῶν πόνων τῶνδ᾽ εὐκλεᾶ θέσθαι βίον.
ἐλθὼν δὲ σὺν τῷδ᾽ ἀνδρὶ πρὸς τὸ Τρωικὸν
πόλισμα πρῶτον μὲν νόσου παύσῃ λυγρᾶς,
1425 ἀρετῇ τε πρῶτος ἐκκριθεὶς στρατεύματος,
Πάριν μέν, ὃς τῶνδ᾽ αἴτιος κακῶν ἔφυ,
τόξοισι τοῖς ἐμοῖσι νοσφιεῖς βίου,
πέρσεις τε Τροίαν, σκῦλά τ᾽ ἐς μέλαθρα σὰ
πέμψεις, ἀριστεῖ᾽ ἐκλαβὼν στρατεύματος,
1430 Ποίαντι πατρὶ πρὸς πάτρας Οἴτης πλάκα.
ἃ δ᾽ ἂν λάβῃς σὺ σκῦλα τοῦδε τοῦ στρατοῦ,
τόξων ἐμῶν μνημεῖα πρὸς πυρὰν ἐμὴν
κόμιζε. καὶ σοὶ ταῦτ᾽, Ἀχιλλέως τέκνον,
παρῄνεσ᾽· οὔτε γὰρ σὺ τοῦδ᾽ ἄτερ σθένεις
1435 ἑλεῖν τὸ Τροίας πεδίον οὔθ᾽ οὗτος σέθεν.
ἀλλ᾽ ὡς λέοντε συννόμω φυλάσσετον
οὗτος σὲ καὶ σὺ τόνδ᾽. ἐγὼ δ᾽ Ἀσκληπιὸν
παυστῆρα πέμψω σῆς νόσου πρὸς Ἴλιον.
τὸ δεύτερον γὰρ τοῖς ἐμοῖς αὐτὴν χρεὼν
1440 τόξοις ἁλῶναι. τοῦτο δ᾽ ἐννοεῖσθ᾽, ὅταν
πορθῆτε γαῖαν, εὐσεβεῖν τὰ πρὸς θεούς·
ὡς τἄλλα πάντα δεύτερ᾽ ἡγεῖται πατὴρ
Ζεύς. οὐ γὰρ ηὑσέβεια συνθνῄσκει βροτοῖς·
κἂν ζῶσι κἂν θάνωσιν, οὐκ ἀπόλλυται.
1410 ἀίῃς μύθων, παῖ Ποίαντος·
φάσκειν δ᾽ αὐδὴν τὴν Ἡρακλέους
ἀκοῇ τε κλύειν λεύσσειν τ᾽ ὄψιν.
τὴν σὴν δ᾽ ἥκω χάριν οὐρανίας
ἕδρας προλιπών,
1415 τὰ Διός τε φράσων βουλεύματά σοι,
κατερητύσων θ᾽ ὁδὸν ἣν στέλλῃ·
σὺ δ᾽ ἐμῶν μύθων ἐπάκουσον.
καὶ πρῶτα μέν σοι τὰς ἐμὰς λέξω τύχας,
ὅσους πονήσας καὶ διεξελθὼν πόνους
1420 ἀθάνατον ἀρετὴν ἔσχον, ὡς πάρεσθ᾽ ὁρᾶν.
καὶ σοί, σάφ᾽ ἴσθι, τοῦτ᾽ ὀφείλεται παθεῖν,
ἐκ τῶν πόνων τῶνδ᾽ εὐκλεᾶ θέσθαι βίον.
ἐλθὼν δὲ σὺν τῷδ᾽ ἀνδρὶ πρὸς τὸ Τρωικὸν
πόλισμα πρῶτον μὲν νόσου παύσῃ λυγρᾶς,
1425 ἀρετῇ τε πρῶτος ἐκκριθεὶς στρατεύματος,
Πάριν μέν, ὃς τῶνδ᾽ αἴτιος κακῶν ἔφυ,
τόξοισι τοῖς ἐμοῖσι νοσφιεῖς βίου,
πέρσεις τε Τροίαν, σκῦλά τ᾽ ἐς μέλαθρα σὰ
πέμψεις, ἀριστεῖ᾽ ἐκλαβὼν στρατεύματος,
1430 Ποίαντι πατρὶ πρὸς πάτρας Οἴτης πλάκα.
ἃ δ᾽ ἂν λάβῃς σὺ σκῦλα τοῦδε τοῦ στρατοῦ,
τόξων ἐμῶν μνημεῖα πρὸς πυρὰν ἐμὴν
κόμιζε. καὶ σοὶ ταῦτ᾽, Ἀχιλλέως τέκνον,
παρῄνεσ᾽· οὔτε γὰρ σὺ τοῦδ᾽ ἄτερ σθένεις
1435 ἑλεῖν τὸ Τροίας πεδίον οὔθ᾽ οὗτος σέθεν.
ἀλλ᾽ ὡς λέοντε συννόμω φυλάσσετον
οὗτος σὲ καὶ σὺ τόνδ᾽. ἐγὼ δ᾽ Ἀσκληπιὸν
παυστῆρα πέμψω σῆς νόσου πρὸς Ἴλιον.
τὸ δεύτερον γὰρ τοῖς ἐμοῖς αὐτὴν χρεὼν
1440 τόξοις ἁλῶναι. τοῦτο δ᾽ ἐννοεῖσθ᾽, ὅταν
πορθῆτε γαῖαν, εὐσεβεῖν τὰ πρὸς θεούς·
ὡς τἄλλα πάντα δεύτερ᾽ ἡγεῖται πατὴρ
Ζεύς. οὐ γὰρ ηὑσέβεια συνθνῄσκει βροτοῖς·
κἂν ζῶσι κἂν θάνωσιν, οὐκ ἀπόλλυται.
***
ΗΡΑΚΛΗΣΌχι ακόμα, του Ποίαντα ω γιε,
1410 πριν ακούσεις τα λόγια μου αυτά
κι είμ᾽ εγώ ο Ηρακλής που μ᾽ ακούς
και την όψη μου βλέπεις,
που για χάρη σου αφήνοντας
τ᾽ ουρανού τα σκηνώματα, έρχομαι
του Διός να σου πω τις βουλές
και το δρόμο σου αυτό που ξεκίνησες
να εμποδίσω· λοιπόν άκουσέ με.
Θα σου θυμίσω πρώτα της ζωής μου
τις περιπέτειες όλες· πόσους μόχτους
υπόφερα και πέρασα, για να ᾽χω
1420 τη δόξα την αθάνατη που βλέπεις.
Και συ χρωστάς της Μοίρας ν᾽ ακλουθήσεις
τον ίδιο δρόμο κι απ᾽ τα τωρινά σου
τα βάσανα να δοξαστείς στον κόσμο.
Λοιπόν μαζί μ᾽ αυτόν θα πας στους κάμπους
της Τροίας και πρώτ᾽ απ᾽ τη φριχτή σου αρρώστια
θ᾽ απαλλαχτείς κι αφού κριθείς ο πρώτος
του στρατού στην αντρεία, θα σκοτώσεις
μ᾽ αυτά τα τόξα μου τον Πάρη, πού ηταν,
σ᾽ όλες αυτές τις συφορές, η αιτία.
Τότε θα κυριεύσεις και την Τροία
και θα στείλεις τα λάφυρα, που πάρεις
για την αντρεία σου απ᾽ το στρατό, στην Οίτη,
1430 στου Ποίαντα του πατέρα σου τα σπίτια·
κι όσα ο στρατός ξεχωριστά σού δώσει
για θύμηση των τόξων μου, στον τόπο
της πυράς μου θα πας ν᾽ αφιερώσεις.
Και σένα, του Αχιλλέα γιε, σου λέγω
να ξέρεις, ούτε συ μπορείς να πάρεις
χωρίς αυτόν της Τροίας τη χώρα, μήτε
κι αυτός χωρίς εσένα, μα σα δύο
λιοντάρια, που βοσκούν μαζί, ας φυλάει
ο ένας τον άλλο. Κι εγώ πάλι αμέσως
θα στείλω τον Ασκληπιό εκεί κάτω,
που μια για πάντα αυτός θα σ᾽ απαλλάξει
απ᾽ την κακιά σου αρρώστια· γιατί πρέπει
για δεύτερη φορά με τα δικά μου
τα τόξα να παρθούν του Ιλίου τα κάστρα.
1440 Μα αυτό στο νου σας να ᾽χετε, όταν
κουρσεύετε τη χώρα, να φυλάτε
την πάσα ευσέβεια στους θεούς· γιατ᾽ όλα
τ᾽ άλλα δεύτερα τα ᾽χει ο Δίας πατέρας·
η ευσέβεια τους ανθρώπους συνοδεύει
ώς τη στερνή πνοή τους και ποτέ
δε χάνεται, είτε ζουν ή αφού πεθάνουν.