ἀράων ἀΐων Νηληϊάδαο γέροντος.
Τρῶες δ᾽ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο,
380 μᾶλλον ἐπ᾽ Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης.
οἱ δ᾽ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο
νηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότ᾽ ἐπείγῃ
ἲς ἀνέμου· ἡ γάρ τε μάλιστά γε κύματ᾽ ὀφέλλει·
ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον,
385 ἵππους δ᾽ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο
ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἱ μὲν ἀφ᾽ ἵππων,
οἱ δ᾽ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες
μακροῖσι ξυστοῖσι, τά ῥά σφ᾽ ἐπὶ νηυσὶν ἔκειτο
ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ.
390 Πάτροκλος δ᾽ ἧος μὲν Ἀχαιοί τε Τρῶές τε
τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν,
τόφρ᾽ ὅ γ᾽ ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο
ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δ᾽ ἕλκεϊ λυγρῷ
φάρμακ᾽ ἀκέσματ᾽ ἔπασσε μελαινάων ὀδυνάων.
395 αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε
Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,
ᾤμωξέν τ᾽ ἄρ᾽ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
χερσὶ καταπρηνέσσ᾽, ὀλοφυρόμενος δ᾽ ἔπος ηὔδα·
«Εὐρύπυλ᾽, οὐκέτι τοι δύναμαι χατέοντί περ᾽ ἔμπης
400 ἐνθάδε παρμενέμεν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν·
ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε
σπεύσομαι εἰς Ἀχιλῆα, ἵν᾽ ὀτρύνω πολεμίζειν.
τίς δ᾽ οἶδ᾽ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω
παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.»
405 Τὸν μὲν ἄρ᾽ ὣς εἰπόντα πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ
Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδὲ δύναντο
παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν·
οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας
ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν.
410 ἀλλ᾽ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει
τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης
εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης,
ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε·
ἄλλοι δ᾽ ἀμφ᾽ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν,
415 Ἕκτωρ δ᾽ ἄντ᾽ Αἴαντος ἐείσατο κυδαλίμοιο.
τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο
οὔθ᾽ ὁ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα
οὔθ᾽ ὁ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥ᾽ ἐπέλασσέ γε δαίμων.
ἔνθ᾽ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας,
420 πῦρ ἐς νῆα φέροντα, κατὰ στῆθος βάλε δουρί·
δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός.
Ἕκτωρ δ᾽ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν
ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης,
Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
425 «Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί,
μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε,
ἀλλ᾽ υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ
τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.»
Ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ.
430 τοῦ μὲν ἅμαρθ᾽, ὁ δ᾽ ἔπειτα Λυκόφρονα, Μάστορος υἱόν,
Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρ᾽ αὐτῷ
ναῖ᾽, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι,
τόν ῥ᾽ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ,
ἑσταότ᾽ ἄγχ᾽ Αἴαντος· ὁ δ᾽ ὕπτιος ἐν κονίῃσι
435 νηὸς ἄπο πρύμνης χαμάδις πέσε, λύντο δὲ γυῖα.
Αἴας δὲ ῥίγησε, κασίγνητον δὲ προσηύδα·
«Τεῦκρε πέπον, δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος
Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα
ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι·
440 τὸν δ᾽ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ
ὠκύμοροι καὶ τόξον, ὅ τοι πόρε Φοῖβος Ἀπόλλων;»

***
Ευχήθη αυτός κι εβρόντησεν ο πάνσοφος Κρονίδηςκαθώς του έφθασαν οι ευχές του γέροντος Νηλείδη.
Κι οι Τρώες άμα του Διός εγνώρισαν τον κτύπον
380 με λύσσαν νέαν όρμησαν επάνω στους Αργείους.
Και ως μέγα κύμα στα πλατιά πελάγη, αν το εμψυχώνει
ο άνεμος, που δύναμις στα κύματα είναι πρώτη,
χύνετ᾽ επάνω απ᾽ τα πλευρά στου καραβιού το στρώμα,
όμοια κι οι Τρώες με βοήν κατέβαιναν το τείχος,
385 έφθασαν με τ᾽ αμάξια τους στες πρύμνες και σ᾽ εκείνα
ορθοί με λόγχες δίστομες αντίκρυ επολεμούσαν,
κι οι Αχαιοί στα ολόμαυρα καράβι᾽ ανεβασμένοι
με μακριά κοντάρια, που είχαν μες στα πλοία,
θαλασσομάχα, κολλητά, στες άκρες χαλκοφόρα.
390 Και όσον οι Τρώες κι οι Αχαιοί στο τείχος πολεμούσαν
απ᾽ τα καράβια μακράν, ο Πάτροκλος καθόνταν
εις του Ευρυπύλου την σκηνήν κι εκείνον με ομιλίες
έτερπε και με βότανα την δυνατήν πληγήν του
του άλειφε, να ημερωθούν οι πόνοι που τον σφάζαν.
395 Αλλ᾽ άμα ενόησεν εμπρός να προχωρούν οι Τρώες
στο τείχος και των Δαναών βοή φυγής ακούσθη,
εστέναξε κι εβρόντησε τα χέρια στα μεριά του
και με παράπον᾽ έλεγεν: «Ευρύπυλε, αν και χρείαν
μ᾽ έχεις, δεν δύναμ᾽ εγώ πλια σιμά σου εδώ να μένω·
400 αγώνας άναψε φρικτός· ας σε καλοκαρδίσει
ο ακόλουθος· θα δράμω εγώ να εβρώ τον Αχιλλέα
να τον κινήσω εις πόλεμον· δύναμις ίσως θεία
μου δώσει με τα λόγια μου ν᾽ ανάψω την ψυχήν του·
πολύτιμ᾽ είναι συμβουλή του φίλου προς τον φίλον».
405 Αυτά ᾽πε και ανεχώρησεν· και στην ορμήν των Τρώων
άσειστοι εμέναν οι Αχαιοί, και αν και πλιότερ᾽ ήσαν
δεν δύναντο απ᾽ τα πλοία τους μακράν να τους κρατήσουν
ουδέ οι Τρώες δύναντο τες φάλαγγες να σπάσουν
των Δαναών και στες σκηνές να πέσουν και στα πλοία.
410 Και όπως η στάφνη, αν την κρατεί καλού τεχνίτη χέρι,
που όλα τον δίδαξ᾽ η Αθηνά τ᾽ απόκρυφα της τέχνης,
σιάζει δοκάρι καραβιού και ορθά το κανονίζει·
όμοια και αυτοί με ισόμετρον αγώνα επολεμούσαν,
και άλλοι προς άλλην μάχονταν, άλλοι προς άλλην πρύμνην.
415 Στον μέγαν Αίαντ᾽ όρμησεν ο Έκτωρ και για μίαν
πρύμνην οι δύο πάλαιαν· ούδ᾽ ημπορούσε τούτος
να σπρώξει εκείνον και φωτιά να βάλει στο καράβι,
αλλ᾽ ούτ᾽ ο Αίας δύνονταν τον άλλον ν᾽ αποδιώξει,
ότι θεός τον έφερε· και τότε τον Κλυτίδην
420 Καλήτορα κει πόφερνε το πυρ εις το καράβι
λόγχισ᾽ ο Αίας, κι έπεσε με το δαυλί στο χώμα.
Και ως είδ᾽ εμπρός στα μάτια του τον ξάδελφον να πέσει
ο Έκτωρ κει κατέμπροσθεν στ᾽ ολόμαυρο καράβι
μακριάν έσυρε φωνήν στους Τρώας και Λυκίους:
425 «Τρώες, Λύκιοι, Δάρδανοι και σεις, κονταρομάχοι,
μέσα εις τέτοιαν στένωσιν μη φύγετε απ᾽ την μάχην,
εμπρός στες πρύμνες έπεσε το τέκνο του Κλυτίου,
προφθάστε μην οι Αχαιοί γυμνώσουν τον νεκρόν του».
Είπε, την λόγχην την λαμπρήν στον Αίαντ᾽ ακοντίζει,
430 δεν τον επήρε και αντ᾽ αυτού τον Μαστορίδην ήβρε
Λυκόφρονα Κυθήριον, που εζούσε ακόλουθός του,
αφού τα θεία Κύθηρα για φόνον είχε αφήσει·
η λόγχη επάνω από τ᾽ αυτί στην κεφαλήν του εμπήκε,
ως έστεκε στου Αίαντος το πλάγι, και απ᾽ την πρύμνην
435 τ᾽ ανάσκελά ᾽πεσε νεκρός ερρίγωσεν ο Αίας
κι εφώναξε τον αδελφόν: «Ω Τεύκρε αγαπημένε,
τον σύντροφον μας φόνευσαν πιστόν μας Μαστορίδην,
που ξένον απ᾽ τα Κύθηρα τον πήραμε στο σπίτι
κι ίσια τον εσεβόμασθε με τους γλυκείς γονείς μας·
440 ο Έκτωρ τον εφόνευσε· το τόξο και τα βέλη
τα φονικά τι γίνονται, που σόχει δώσει ο Φοίβος; »