180 δέσποινα Δῃάνειρα, πρῶτος ἀγγέλων
ὄκνου σε λύσω· τὸν γὰρ Ἀλκμήνης τόκον
καὶ ζῶντ᾽ ἐπίστω καὶ κρατοῦντα κἀκ μάχης
ἄγοντ᾽ ἀπαρχὰς θεοῖσι τοῖς ἐγχωρίοις.
ΔΗ. τίν᾽ εἶπας, ὦ γεραιέ, τόνδε μοι λόγον;
185 ΑΓ. τάχ᾽ ἐς δόμους σοὺς τὸν πολύζηλον πόσιν
ἥξειν, φανέντα σὺν κράτει νικηφόρῳ.
ΔΗ. καὶ τοῦ τόδ᾽ ἀστῶν ἢ ξένων μαθὼν λέγεις;
ΑΓ. ἐν βουθερεῖ λειμῶνι πρὸς πολλοὺς θροεῖ
Λίχας ὁ κῆρυξ, ταῦτα· τοῦ δ᾽ ἐγὼ κλύων
190 ἀπῇξ᾽, ὅπως τοι πρῶτος ἀγγείλας τάδε
πρὸς σοῦ τι κερδάναιμι καὶ κτῴμην χάριν.
ΔΗ. αὐτὸς δὲ πῶς ἄπεστιν, εἴπερ εὐτυχεῖ;
ΑΓ. οὐκ εὐμαρείᾳ χρώμενος πολλῇ, γύναι.
κύκλῳ γὰρ αὐτὸν Μηλιεὺς ἅπας λεὼς
195 κρίνει παραστάς, οὐδ᾽ ἔχει βῆναι πρόσω.
τὸ γὰρ ποθοῦν ἕκαστος ἐκμαθεῖν θέλων
οὐκ ἂν μεθεῖτο, πρὶν καθ᾽ ἡδονὴν κλύειν.
οὕτως ἐκεῖνος οὐχ ἑκών, ἑκοῦσι δὲ
ξύνεστιν· ὄψῃ δ᾽ αὐτὸν αὐτίκ᾽ ἐμφανῆ.
200 ΔΗ. ὦ Ζεῦ, τὸν Οἴτης ἄτομον ὃς λειμῶν᾽ ἔχεις,
ἔδωκας ἡμῖν ἀλλὰ σὺν χρόνῳ χαράν.
φωνήσατ᾽, ὦ γυναῖκες, αἵ τ᾽ εἴσω στέγης
αἵ τ᾽ ἐκτὸς αὐλῆς, ὡς ἄελπτον ὄμμ᾽ ἐμοὶ
φήμης ἀνασχὸν τῆσδε νῦν καρπούμεθα.
205 ΧΟ. ἀνολολυξάτω δόμος
ἐφεστίοις ἀλαλαγαῖς
ὁ μελλόνυμφος· ἐν δὲ κοινὸς ἀρσένων
ἴτω κλαγγὰ τὸν εὐφαρέτραν
Ἀπόλλωνα προστάταν,
210 ὁμοῦ δὲ παιᾶνα παι-
ᾶν᾽ ἀνάγετ᾽, ὦ παρθένοι,
βοᾶτε τὰν ὁμόσπορον
Ἄρτεμιν Ὀρτυγίαν, ἐλαφαβόλον,
ἀμφίπυρον,
215 γείτονάς τε Νύμφας.
ἀείρομ᾽ οὐδ᾽ ἀπώσομαι
τὸν αὐλόν, ὦ τύραννε τᾶς ἐμᾶς φρενός.
ἰδού μ᾽ ἀναταράσσει,
εὐοῖ μ᾽ ὁ κισσὸς ἄρτι βακχίαν
220 ἐπιστρέφων ἅμιλλαν.
ἰὼ ἰώ, Παιάν·
ἴδε ἴδ᾽, ὦ φίλα γύναι,
τάδ᾽ ἀντίπρῳρα δή σοι
βλέπειν πάρεστ᾽ ἐναργῆ.
ὄκνου σε λύσω· τὸν γὰρ Ἀλκμήνης τόκον
καὶ ζῶντ᾽ ἐπίστω καὶ κρατοῦντα κἀκ μάχης
ἄγοντ᾽ ἀπαρχὰς θεοῖσι τοῖς ἐγχωρίοις.
ΔΗ. τίν᾽ εἶπας, ὦ γεραιέ, τόνδε μοι λόγον;
185 ΑΓ. τάχ᾽ ἐς δόμους σοὺς τὸν πολύζηλον πόσιν
ἥξειν, φανέντα σὺν κράτει νικηφόρῳ.
ΔΗ. καὶ τοῦ τόδ᾽ ἀστῶν ἢ ξένων μαθὼν λέγεις;
ΑΓ. ἐν βουθερεῖ λειμῶνι πρὸς πολλοὺς θροεῖ
Λίχας ὁ κῆρυξ, ταῦτα· τοῦ δ᾽ ἐγὼ κλύων
190 ἀπῇξ᾽, ὅπως τοι πρῶτος ἀγγείλας τάδε
πρὸς σοῦ τι κερδάναιμι καὶ κτῴμην χάριν.
ΔΗ. αὐτὸς δὲ πῶς ἄπεστιν, εἴπερ εὐτυχεῖ;
ΑΓ. οὐκ εὐμαρείᾳ χρώμενος πολλῇ, γύναι.
κύκλῳ γὰρ αὐτὸν Μηλιεὺς ἅπας λεὼς
195 κρίνει παραστάς, οὐδ᾽ ἔχει βῆναι πρόσω.
τὸ γὰρ ποθοῦν ἕκαστος ἐκμαθεῖν θέλων
οὐκ ἂν μεθεῖτο, πρὶν καθ᾽ ἡδονὴν κλύειν.
οὕτως ἐκεῖνος οὐχ ἑκών, ἑκοῦσι δὲ
ξύνεστιν· ὄψῃ δ᾽ αὐτὸν αὐτίκ᾽ ἐμφανῆ.
200 ΔΗ. ὦ Ζεῦ, τὸν Οἴτης ἄτομον ὃς λειμῶν᾽ ἔχεις,
ἔδωκας ἡμῖν ἀλλὰ σὺν χρόνῳ χαράν.
φωνήσατ᾽, ὦ γυναῖκες, αἵ τ᾽ εἴσω στέγης
αἵ τ᾽ ἐκτὸς αὐλῆς, ὡς ἄελπτον ὄμμ᾽ ἐμοὶ
φήμης ἀνασχὸν τῆσδε νῦν καρπούμεθα.
205 ΧΟ. ἀνολολυξάτω δόμος
ἐφεστίοις ἀλαλαγαῖς
ὁ μελλόνυμφος· ἐν δὲ κοινὸς ἀρσένων
ἴτω κλαγγὰ τὸν εὐφαρέτραν
Ἀπόλλωνα προστάταν,
210 ὁμοῦ δὲ παιᾶνα παι-
ᾶν᾽ ἀνάγετ᾽, ὦ παρθένοι,
βοᾶτε τὰν ὁμόσπορον
Ἄρτεμιν Ὀρτυγίαν, ἐλαφαβόλον,
ἀμφίπυρον,
215 γείτονάς τε Νύμφας.
ἀείρομ᾽ οὐδ᾽ ἀπώσομαι
τὸν αὐλόν, ὦ τύραννε τᾶς ἐμᾶς φρενός.
ἰδού μ᾽ ἀναταράσσει,
εὐοῖ μ᾽ ὁ κισσὸς ἄρτι βακχίαν
220 ἐπιστρέφων ἅμιλλαν.
ἰὼ ἰώ, Παιάν·
ἴδε ἴδ᾽, ὦ φίλα γύναι,
τάδ᾽ ἀντίπρῳρα δή σοι
βλέπειν πάρεστ᾽ ἐναργῆ.
***
ΑΓΓΕΛΙΟΦΟΡΟΣ180 Δηιάνειρα κερά μου, θα ᾽μαι ο πρώτος
που θα σε βγάλω απ᾽ όλες σου τις έγνοιες
με τα νέα που σου φέρνω· γιατί μάθε
πως ζει και βασιλεύει της Αλκμήνης
ο γιος· και, νικητής, φέρνει απ᾽ τη μάχη
διαλεχτές προσφορές στους θεούς της χώρας.
ΔΗΙ. Τί λες; τί θες να πεις, καλέ μου γέρο;
ΑΓΓ. Πως σε λίγο μπρος στα μάτια σου θα ᾽χεις
τον πολυπόθητο άντρα, που μες σ᾽ όλη
της νίκης του τη δόξα θενα φτάσει.
ΔΗΙ. Και από ποιό, ντόπιο ή ξένο, έχεις ακούσει
αυτά που λες; ΑΓΓ. Σε προφαντό λιβάδι
μπρος σε πολλούς ο κήρυκας ο Λίχας
τη διαλαλεί την είδηση· κι εγώ άμα
τ᾽ άκουσα τρέχω αμέσως να σου φέρω
190 πρώτος τα νέα αυτά, για να κερδίσω
κάτι από σένα και σε υποχρεώσω.
ΔΗΙ. Κι ο ίδιος πώς δεν είναι δω, αφού τέτοια
φέρνει ευτυχία; ΑΓΓ. Δεν ήταν και πολύ
στο χέρι του, κερά μου· στριμωγμένος
γύρω του της Μηλιάς ο λαός όλος
ρωτά και τον ξαναρωτά κι έτσι ούτε
βήμα να πάει εμπρός δεν είναι τρόπος·
γιατί καθένας, θέλοντας ν᾽ ακούσει
ό,τι ποθεί, δεν τον αφήνει, πριν
το παν ακούσει μ᾽ ευχαρίστησή του·
κι έτσι χασομερά δίχως να θέλει
κοντά σε κείνους που άλλο και δε θέλουν·
μα όπου και να ᾽ναι θα τον δεις μπροστά σου.
200 ΔΗΙ. Ω Δία, πὄχεις τ᾽ άγια τα λιβάδια
της Οίτης, άργησες, μα νά που τέλος
μας έδωσες χαρά. Εμπρός, γυναίκες,
κι όσες μες στα παλάτια κι όσες έξω,
πάρετε το τραγούδι, γιατί τώρα
χαιρόμαστε το φως μ᾽ αυτά τα νέα
που έτσι ανέλπιστ᾽ ανάτειλαν για μένα.
ΧΟΡ. Αλαλαγμούς χαρμόσυνους
ας ξεσηκώσ᾽ η μελλόνυμφη
μες στην εστία των παλατιών.
Με μια φωνή των αγοριών
ο ύμνος ας υψωθεί
210 στο Φοίβο το χρυσότοξο προστάτη.
Και πάρετε και σεις μαζί,
παρθένες, τον παιάνα, τον παιάνα,
και την ομόσπορή του ψάλλετε
την Ορτυγία την Άρτεμη
τη λαφοκυνηγήτρα
Θεά, τη διπλοδαδοφόρα,
και τις γειτονικές τις Βουνοκόρες.
Νιώθω να υψώνομαι απ᾽ τη γη
και δε θα σ᾽ αποστρέψω, αυλέ,
ω που αφεντεύεις την ψυχή μου.
Ιδού που αναταράζει με ο κισσός,
ευάν ευοί, και με γυρνά
220 σε βακχική παραφορά.
Ιώ, ιώ, παιάν! γιά ιδέ
γιά ιδέ, κερά μας ακριβή,
τη βλέπεις φανερά τη συνοδειά
πὄβαλε πλώρη κατά σένα.