ἂψ δ᾽ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.
αὐτὰρ ὁ βῆ κατὰ δῶμα φίλον τετιημένος ἦτορ,
νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμῷ.
155 ἀλλ᾽ οὐδ᾽ ὣς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν Ἀθήνη
Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.
ἂψ δ᾽ αὖτις κατ᾽ ἄρ᾽ ἕζετ᾽ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
Τῇ δ᾽ ἄρ᾽ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,
160 μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα
θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο
μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν.
ἀχρεῖον δ᾽ ἐγέλασσεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·
«Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε,
165 μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης·
παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη,
μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,
οἵ τ᾽ εὖ μὲν βάζουσι, κακῶς δ᾽ ὄπιθεν φρονέουσι.»
Τὴν δ᾽ αὖτ᾽ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπε·
170 «ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.
ἀλλ᾽ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδ᾽ ἐπίκευθε,
χρῶτ᾽ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς·
μηδ᾽ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα
ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.
175 ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα
ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.»
Τὴν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
«Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,
χρῶτ᾽ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ·
180 ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,
ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.
ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι
ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν·
οἴη δ᾽ οὐκ εἴσειμι μετ᾽ ἀνέρας· αἰδέομαι γάρ.»
185 Ὣς ἄρ᾽ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
Ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,
εὗδε δ᾽ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα
190 αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δ᾽ ἄρα δῖα θεάων
ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατ᾽ Ἀχαιοί.
κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν
ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια
χρίεται, εὖτ᾽ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·
195 καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,
λευκοτέρην δ᾽ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.
ἡ μὲν ἄρ᾽ ὣς ἕρξασ᾽ ἀπεβήσετο δῖα θεάων,
ἦλθον δ᾽ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο
φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,
200 καί ῥ᾽ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε·
«ἦ με μάλ᾽ αἰνοπαθῆ μαλακὸν περὶ κῶμ᾽ ἐκάλυψεν.
αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ
αὐτίκα νῦν, ἵνα μηκέτ᾽ ὀδυρομένη κατὰ θυμὸν
αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο
205 παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.»
Ὣς φαμένη κατέβαιν᾽ ὑπερώϊα σιγαλόεντα,
οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ᾽ ἕποντο.
ἡ δ᾽ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο
210 ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
ἀμφίπολος δ᾽ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
τῶν δ᾽ αὐτοῦ λύτο γούνατ᾽, ἔρῳ δ᾽ ἄρα θυμὸν ἔθελχθεν,
πάντες δ᾽ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
ἡ δ᾽ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν·
215 «Τηλέμαχ᾽, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ νόημα·
παῖς ἔτ᾽ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδε᾽ ἐνώμας·
νῦν δ᾽ ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,
καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός,
ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς.
220 οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα,
οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,
ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως.
πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν
ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;
225 σοί κ᾽ αἶσχος λώβη τε μετ᾽ ἀνθρώποισι πέλοιτο.»

***
Τελειώνοντας, στάλαξε πρώτα στους θεούς σπονδή, ήπιε μετά κρασί κι ο ίδιος,γλυκό σαν μέλι, κι ύστερα γύρισε την άδεια κούπα και την έβαλε
στα χέρια του ευγενικού Αμφινόμου. Εκείνος πήρε να βαδίζει
μελαγχολικός στην αίθουσα, με το κεφάλι του σκυμμένο —
έβλεπε κιόλας μέσα του το τι κακό τον περιμένει.
Παρ᾽ όλα ταύτα από τη μοίρα του δεν γλίτωσε, τον έμπλεξε κι αυτόν
η Αθηνά, στα δίχτυα της· τον δάμασε ο Τηλέμαχος με το κοντάρι
και τα δυνατά του χέρια — προσώρας πήγε πάλι και θρονιάστηκε εκεί
απ᾽ όπου λίγο πριν ανασηκώθηκε.
Στο μεταξύ η θεά, τα μάτια λάμποντας, η Αθηνά,
έβαλε μιαν ιδέα στον νου της Πηνελόπης, φρόνιμης θυγατέρας
160 του Ικαρίου· να κάνει την εμφάνισή της στους μνηστήρες,
τον πόθο τους ν᾽ ανάψει, συνάμα ν᾽ αναδείξει
την τιμή της, πιο φανερά παρ᾽ ό,τι πριν, στο ταίρι και στον γιο της.
Μ᾽ ένα χαμόγελο λοιπόν λειψό, στην οικονόμο μίλησε:
«Με πήρε ο πόθος, Ευρυνόμη, πρώτη φορά στα τόσα χρόνια,
να κάνω την εμφάνισή μου στους μνηστήρες, κι ας τους σιχαίνεται
η ψυχή μου. Έχω και κάτι στον γιο μου να συστήσω, κέρδος του
αν μ᾽ ακούσει· όλη την ώρα να μη σέρνεται με τους μνηστήρες.
Μπορεί μπροστά του οι αλαζόνες κάποτε να μιλούν καλά,
πίσω του όμως μελετούν μονάχα το κακό.»
Ανταποκρίθηκε η οικονόμος Ευρυνόμη λέγοντας:
170 «Κόρη μου, τα λόγια σου ακούγονται όλα σωστά, με μέτρο·
εμπρός λοιπόν ελεύθερα στον γιο σου μίλησε και μην κρατείς
κρυφή τη σκέψη σου. Πρωτύτερα όμως ρίξε στο σώμα σου λίγο νερό,
καλλώπισε τα μάγουλά σου, μη βγαίνεις συνεχώς δακρύβρεχτη
και μαραμένη — άσχημο και το πένθος που σταμάτημα δεν έχει.
Το βλέπεις πως μεγάλωσε κι ο γιος σου, χνούδισε πια το γένι του,
όπως το ευχόσουνα κι εσύ στους αθανάτους.»
Φρόνιμη πάλι η Πηνελόπη τής απάντησε:
«Όχι, Ευρυνόμη, άσε τα λόγια τα γλυκά, κι ας με φροντίζεις τόσο·
μου λες να λούσω το κορμί μου, να καλλωπιστώ,
180 μα τη δική μου ομορφιά οι ολύμπιοι θεοί τη χάλασαν,
αφότου εκείνος σε καράβι κοίλο ανέβηκε και πάει.
Μιαν άλλη χάρη όμως σου ζητώ· την Αυτονόη, την Ιπποδάμεια
φώναξε, πλάι μου να σταθούν, κάτω στην αίθουσα.
Μόνη δεν γίνεται να βγω μπροστά σε τόσους άνδρες·
νιώθω ντροπή.»
Έτσι της μίλησε, κι αμέσως η γερόντισσα κατέβηκε
απ᾽ την κάμαρη, επήγε να φωνάξει τις γυναίκες, για να τους πει να ᾽ρθουν.
Στο μεταξύ άλλα στοχάστηκε η θεά, τα μάτια λάμποντας, η Αθηνά·
ύπνο γλυκό χύνει στα μάτια της θυγατέρας του Ικαρίου,
κι έγειρε εκείνη, αποκοιμήθηκε, εκεί στο ανάκλιντρο
190 όλα τα μέλη της χαλάρωσαν.
Τότε η αθάνατη θεά πήρε να τη στολίζει με θεσπέσια δώρα,
για να τη δουν οι Αχαιοί και να απομείνουν έκθαμβοι.
Πρώτα εξωράισε το ωραίο πρόσωπο, με θείο μύρο
το καθάρισε, ίδιο μ᾽ αυτό που η καλλιστέφανη Κυθέρεια
μυρώνεται, κάθε φορά που με τις Χάριτες θέλει να πάρει μέρος
στον ερωτιάρικο χορό·
τέλος, την έκανε να φαίνεται ψηλότερη και πιο στητή,
λευκότερη από γυαλισμένο φίλντισι.
Το έργο της τελειώνοντας, πήρε ξανά η αθάνατη θεά
τον δρόμο της· οπότε πρόφτασαν οι δυο λευκώλενες γυναίκες,
κι απ᾽ τις φωνές τους φεύγει ο ύπνος ο γλυκός,
η Πηνελόπη ξύπνησε, έτριβε με τα χέρια της μάτια και μάγουλα,
200 κι έπειτα μίλησε:
«Τι λήθαργος κι αυτός και πόσο μαλακός, με κάλυψε τη δύστυχη!
Μακάρι τέτοιο θάνατο, τόσο απαλό, εδώ και τώρα, να μου χάριζε
αγνή θεά η Άρτεμη.
Να πάψω πια να μαραζώνω μια ζωή, θρηνώντας τον αγαπημένο μου,
τις τόσες αρετές που τον ξεχώριζαν από τους άλλους Αχαιούς.»
Μίλησε, κι ύστερα πήρε να κατεβαίνει από το φωτεινό υπερώο —
δεν ήταν μόνη, τη συνόδευαν οι δυο θεραπαινίδες.
Όταν πλησίασε προς τους μνηστήρες η θεία γυναίκα,
210 πήγε κι ακούμπησε στη μεσιανή κολόνα της στερεής στέγης,
με το λαμπρό μαγνάδι της μπροστά στις παρειές της —
δεξιά κι αριστερά πάντα οι πιστές θεραπαινίδες.
Μόλις την είδαν οι μνηστήρες, τους κόπηκαν τα γόνατα,
τους συνεπήρε ο έρωτας, καθένας τους ευχήθηκε
μαζί της να πέσει στο κρεβάτι.
Όμως εκείνη στράφηκε στον γιο της, μίλησε στον Τηλέμαχο:
«Τηλέμαχε, λέω πως σάλεψαν τα φρένα σου, πήρε αέρα ο νους σου.
Ήσουνα κάποτε παιδί, μα το μυαλό σου έπαιρνε
πολλές στροφές. Τώρα που πια μεγάλωσες κι έγινες
τέτοιο παλληκάρι — ακόμη κι ένας ξένος, την ομορφιά σου
βλέποντας και το παράστημά σου, θα ομολογούσε πως είσαι γόνος
αρχοντικού γονιού. Μα τώρα γνώμη και γνώση σου
220 δεν περπατούν στον ίσο δρόμο.
Κοίτα τι έγινε μέσα σε τούτο το παλάτι· άφησες
έναν ξένο να του φερθούνε πρόστυχα.
Και τι νομίζεις θα συνέβαινε, αν, φιλοξενούμενος στο σπίτι μας,
πάθαινε κάτι ο ξένος, σε πάλη αισχρή που αυτοί τον έσυραν;
Αίσχος κι ατίμωση για σένα, του κόσμου η καταφρόνεση.»