«καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,
ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τιν᾽ ὀΐω
395 αἵματί τ᾽ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας
ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
ἀλλ᾽ ἄγε σ᾽ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·
κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
ξανθὰς δ᾽ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος
400 ἕσσω ὅ κεν στυγέῃσιν ἰδὼν ἄνθρωπος ἔχοντα,
κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέ᾽ ἐόντε,
ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς
σῇ τ᾽ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.
αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
405 ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε,
παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.
δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονται
πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ,
ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ
410 πίνουσαι, τά θ᾽ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.
ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι,
ὄφρ᾽ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα
Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ·
ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον
415 οἴχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτ᾽ εἴης.»
Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
«τίπτε τ᾽ ἄρ᾽ οὔ οἱ εἶπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;
ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ
πόντον ἐπ᾽ ἀτρύγετον, βίοτον δέ οἱ ἄλλοι ἔδουσι.»
420 Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
«μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω.
αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο
κεῖσ᾽ ἐλθών· ἀτὰρ οὔ τιν᾽ ἔχει πόνον, ἀλλὰ ἕκηλος
ἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δ᾽ ἄσπετα κεῖται.
425 ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ,
ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι·
ἀλλὰ τά γ᾽ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει
ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.»
Ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατ᾽ Ἀθήνη.
430 κάρψε μέν οἱ χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
ξανθὰς δ᾽ ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα
πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος,
κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέ᾽ ἐόντε·
ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα,
435 ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ·
ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσ᾽ ἐλάφοιο,
ψιλόν· δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,
πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
Τώ γ᾽ ὣς βουλεύσαντε διέτμαγεν. ἡ μὲν ἔπειτα
440 ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδ᾽ Ὀδυσῆος.

***
Ανταποκρίθηκε η θεά Αθηνά, τα μάτια λάμποντας:«Υπόσχομαι να είμαι στο πλευρό σου, δεν θα σε λησμονήσω,
όταν θα φτάσει η ώρα για το δύσκολο έργο. Κάποιου, φαντάζομαι,
αίμα κι εγκέφαλος το δάπεδο απ᾽ άκρη σ᾽ άκρη θα μολέψουν —
μιλώ για τους μνηστήρες που κατατρώγουν της ζωής σου τ᾽ αγαθά.
Έλα τώρα κοντά μου, θα σε κάνω αγνώριστο σ᾽ όλον τον κόσμο:
στο λυγερό κορμί σου θα σουρώσω το ωραίο σου δέρμα,
θα εξαφανίσω τα ξανθά μαλλιά της κεφαλής σου· θα ρίξω πάνω σου
400 κουρέλια, να σε σιχαθεί όποιος σε δει ρακένδυτο·
με τσίμπλες θα θολώσω τα περίκαλλά σου μάτια,
να δείχνεις στους μνηστήρες άσημος κι άσχημος,
αλλά και στη γυναίκα και στον γιο σου που πίσω σου τον άφησες.
Πρόσεξε όμως, πρώτα στον χοιροβοσκό να φτάσεις,
που νοιάζεται τους χοίρους αλλά και θέλει το καλό σου,
τον γιο σου αγαπά, τη φρόνιμή σου Πηνελόπη σέβεται.
Πλάι στα γουρούνια θα τον δεις να κάθεται· βόσκουν αυτά
κοντά στον Κόρακα, εκεί στην κρήνη της Αρέθουσας,
μασούνε βαλανίδια που τους πρέπουν, πίνουν μαύρο νερό —
410 αυτά τους τρέφουν πλούσιο ξίγκι.
Εκεί λοιπόν να μείνεις, παρακαθήμενος να τον ρωτήσεις
όλα τα καθέκαστα· εγώ στο μεταξύ στη Σπάρτη κατεβαίνω,
με τις πανέμορφες γυναίκες, να φέρω πίσω τον Τηλέμαχο,
τον φιλητό σου γιο, Οδυσσέα· που εκεί ταξίδεψε,
στην απλωμένη Λακεδαίμονα, όπου και πήγε τον Μενέλαο να ρωτήσει,
να μάθει νέα σου, ανίσως ζεις ακόμη, κάπου.»
Πήρε τον λόγο τότε και της είπε ο Οδυσσέας πολύγνωμος:
«Γιατί δεν το ομολόγησες αυτό σ᾽ εκείνον, εσύ που τα γνωρίζεις όλα·
ή μήπως θέλησες περιπλανώμενος κι αυτός να υποφέρει
δικά του πάθη στον πόντο τον ατρύγητο, ενώ οι άλλοι τρων το βιος του.»
420 Ανταποκρίθηκε η θεά Αθηνά, τα μάτια λάμποντας:
«Ας μη σε βασανίζει τώρα η δική του σκέψη·
εγώ τον ξεπροβόδισα, έγινα οδηγός του να φτάσει εκεί,
για να ακουστεί η φήμη του. Μη νοιάζεσαι λοιπόν,
διόλου δεν υποφέρει, ήσυχος κάθεται στου Ατρείδη το παλάτι
μ᾽ όλα του κόσμου τ᾽ αγαθά.
Μόνο που να, νέοι τού έστησαν καρτέρι με καράβι μελανό
και φλέγονται να τον σκοτώσουν, προτού πατήσει χώμα πατρικό.
Αλλά δεν το πιστεύω πως θα γίνει, πιο πριν θα φάνε χώμα
οι μνηστήρες — αυτοί που τρώνε το δικό του βιος.»
Έτσι μιλώντας η Αθηνά, τον άγγιξε με το ραβδί της.
430 Αμέσως σούρωσε στο λυγερό κορμί το ωραίο του δέρμα
και τα ξανθά μαλλιά της κεφαλής του χάλασε· σ᾽ όλα τα μέλη του
φάνηκε το πετσί ενός γέροντα που τον βαραίνουνε τα χρόνια·
με τσίμπλες θόλωσε εκείνα τα περίκαλλά του μάτια·
έριξε πάνω του κουρέλια, χιτώνα βρώμικο, σχισμένο —
όλα στη μαύρη κάπνα βουτηγμένα. Τέλος τον τύλιξε
με το γυμνό τομάρι γρήγορης λαφίνας· στο χέρι του έβαλε
ραβδί· του πέρασε σακούλι τρύπιο, λερωμένο,
να κρέμεται από φτενό σχοινί.
Κι αφού τα βρήκαν μεταξύ τους και συμφώνησαν,
πήρε τον δρόμο του ο καθένας. Εκείνη ορμήθηκε στη θεία Λακεδαίμονα,
440 να βρει του Οδυσσέα τον γιο,