οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι.
τὸν δὲ μέγ᾽ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
«ὤ μοι, διογενὲς Πατρόκλεες, οἷον ἔειπες·
50 οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα οἶδα,
οὔτε τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ·
ἀλλὰ τόδ᾽ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει,
ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι
καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ·
55 αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ.
κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν,
δουρὶ δ᾽ ἐμῷ κτεάτισσα, πόλιν εὐτείχεα πέρσας,
τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων
Ἀτρεΐδης ὡς εἴ τιν᾽ ἀτίμητον μετανάστην.
60 ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν· οὐδ᾽ ἄρα πως ἦν
ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν· ἤτοι ἔφην γε
οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλ᾽ ὁπότ᾽ ἂν δὴ
νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε.
τύνη δ᾽ ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι,
65 ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι,
εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε
νηυσὶν ἐπικρατέως, οἱ δὲ ῥηγμῖνι θαλάσσης
κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες,
Ἀργεῖοι· Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε
70 θάρσυνος· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον
ἐγγύθι λαμπομένης· τάχα κεν φεύγοντες ἐναύλους
πλήσειαν νεκύων, εἴ μοι κρείων Ἀγαμέμνων
ἤπια εἰδείη· νῦν δὲ στρατὸν ἀμφιμάχονται.
οὐ γὰρ Τυδεΐδεω Διομήδεος ἐν παλάμῃσι
75 μαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι·
οὐδέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντος
ἐχθρῆς ἐκ κεφαλῆς· ἀλλ᾽ Ἕκτορος ἀνδροφόνοιο
Τρωσὶ κελεύοντος περιάγνυται, οἱ δ᾽ ἀλαλητῷ
πᾶν πεδίον κατέχουσι, μάχῃ νικῶντες Ἀχαιούς.
80 ἀλλὰ καὶ ὧς, Πάτροκλε, νεῶν ἄπο λοιγὸν ἀμύνων
ἔμπεσ᾽ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο
νῆας ἐνιπρήσωσι, φίλον δ᾽ ἀπὸ νόστον ἕλωνται.
πείθεο δ᾽ ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω,
ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι
85 πρὸς πάντων Δαναῶν, ἀτὰρ οἱ περικαλλέα κούρην
ἂψ ἀπονάσσωσιν, ποτὶ δ᾽ ἀγλαὰ δῶρα πόρωσιν.
ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν· εἰ δέ κεν αὖ τοι
δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης,
μὴ σύ γ᾽ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν
90 Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις·
μηδ᾽ ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι,
Τρῶας ἐναιρόμενος, προτὶ Ἴλιον ἡγεμονεύειν,
μή τις ἀπ᾽ Οὐλύμποιο θεῶν αἰειγενετάων
ἐμβήῃ· μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων·
95 ἀλλὰ πάλιν τρωπᾶσθαι, ἐπὴν φάος ἐν νήεσσι
θήῃς, τοὺς δ᾽ ἔτ᾽ ἐᾶν πεδίον κάτα δηριάασθαι.
αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
μήτε τις οὖν Τρώων θάνατον φύγοι, ὅσσοι ἔασι,
μήτε τις Ἀργείων, νῶϊν δ᾽ ἐκδῦμεν ὄλεθρον,
100 ὄφρ᾽ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν.»
***
Παρακαλούσεν ο τυφλός ολόθερμα, και ωστόσοπαρακαλούσε θάνατον κακόν της κεφαλής του.
Και του ᾽πε μ᾽ αγανάκτησιν ο γρήγορος Πηλείδης:
«Πάτροκλε διογέννητε, οϊμέ, ποιον λόγον είπες!
50 μήτε χρησμόν λογιάζω εγώ, που να γνωρίζω, μήτε
λόγον μου έφερε η σεπτή μητέρ᾽ από τον Δία·
αλλ᾽ είναι τούτ᾽ οπού βαθιά πληγώνει την ψυχήν μου,
άνθρωπος του ομοίου του το γέρας να του πάρει
οπίσω, ότ᾽ είναι ανώτερος στην εξουσίαν μόνον·
55 με όσα ως τώρα υπόφερα και αυτόν τον πόνον έχω.
Την κόρην που μου διάλεξαν οι Αχαιοί βραβείον,
που εκείνην, όταν έριξα της χώρας της τα τείχη,
έχει αποκτήσ᾽ η λόγχη μου, μου επήρε τώρα οπίσω
ο Ατρείδης, ως ατίμητος να ήμουν εδώ ξένος.
60 Αλλ᾽ ό,τι εγίνη ας έγινε. Κι αιώνια να βαστάξει
δεν ημπορούσεν η χολή· τωόντι στον θυμόν μου
είπα, που δεν θα έπαυα, πριν στα δικά μου πλοία
της μάχης φθάσει ο βοητός και βρόντος του πολέμου·
αλλ᾽ έπαρε και ζώσου εσύ τα υπέρλαμπρ᾽ άρματά μου
65 και οδήγα τους ατρόμητους στην μάχην Μυρμιδόνας
ότι από Τρώας σύγνεφο κατάμαυρο έχει ζώσει
τες πρύμνες όλες κι οι Αχαιοί σπρωχθήκαν στης θαλάσσης
την άκρην άκρην και κρατούν ακόμη ολίγον τόπον.
Και όλη των Τρώων έπεσεν επάνω τους η πόλις,
70 ξέθαρροι, οπού του κράνους μου το μέτωπο να λάμπει
κοντά δεν βλέπουν· και γοργά θα φεύγαν να γεμίσουν
νεκροί τους λάκκους, αν σ᾽ εμέ ήταν ο Ατρείδης πράος·
και τώρα ιδού πώς τον στρατόν εζώσαν τ᾽ άρματά τους.
Διότι από τον όλεθρον τους Δαναούς να σώσει
75 η λόγχη πλέον δεν λυσσά στο χέρι του Τυδείδη,
ουδέ του Ατρείδη ακούω πλια το μισητό μου στόμα,
αλλά του Έκτορος βροντά φωνή, του ανθρωποφόνου,
το πρόσταγμα εις τους Τρώας του, που όλην την πεδιάδα
πλημμύρισαν και με βοήν συντρίβουν τους Αργείους.
80 Αλλ᾽ όμως πέσ᾽ απάνω τους, ω Πάτροκλε ανδρειωμένε,
πρόφθασε πριν αδάμαστην βάλουν φωτιά στα πλοία
και κόψουν την επιστροφήν στην ποθητήν πατρίδα.
Και όλον τον λόγον που θα ειπώ βάλε στον νουν και πείθου·
να λάβω δόξαν και τιμήν απ᾽ όλους τους Αργείους
85 θα κάμεις και την όμορφην να μου αποδώσουν κόρην,
με δώρ᾽ ακόμα υπέρλαμπρα· και αφού μακράν των πλοίων
τους διώξεις, γύρε παρευθύς· κι εάν θελήσεις δόξαν
να σου χαρίσει ο βροντητής, μη συ επιθυμήσεις
χωρίς εμέ ν᾽ αγωνισθείς με τ᾽ ανδρειωμένα πλήθη
90 των Τρώων· και αδοξότερον θενά με καταστήσεις·
μη στου πολέμου την φωτιάν και στην σφαγήν των Τρώων
μεθύσεις και ως την Ίλιον με θάρρος προχωρήσεις,
μη κάποιος απ᾽ τον Όλυμπον θεός εμπεί στην μάχην,
ότι πολύ τους αγαπά ο μακροβόλος Φοίβος.
95 Αλλ᾽ άμα φέρεις άνεσιν στες πρύμνες στρέψε οπίσω
ευθύς, κι εκείνοι ας πολεμούν κατόπι στην πεδιάδα.
Δία πατέρα, και Αθηνά, και Απόλλων, χάρισέ μας
κανείς από τον θάνατον να μη σωθεί των Τρώων
μηδέ κανείς των Αχαιών, να μείνομεν οι δύο
100 και μόνοι εμείς να ρίξομε τα τείχ᾽ ιερά της Τροίας».