ἥκω λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος
πόντου Ποσειδῶν, ἔνθα Νηρῄδων χοροὶ
κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδός.
ἐξ οὗ γὰρ ἀμφὶ τήνδε Τρωϊκὴν χθόνα
5 Φοῖβός τε κἀγὼ λαΐνους πύργους πέριξ
ὀρθοῖσιν ἔθεμεν κανόσιν, οὔποτ᾽ ἐκ φρενῶν
εὔνοι᾽ ἀπέστη τῶν ἐμῶν Φρυγῶν πόλει·
ἣ νῦν καπνοῦται καὶ πρὸς Ἀργείου δορὸς
ὄλωλε πορθηθεῖσ᾽. ὁ γὰρ Παρνάσιος
10 Φωκεὺς Ἐπειός, μηχαναῖσι Παλλάδος
ἐγκύμον᾽ ἵππον τευχέων ξυναρμόσας,
πύργων ἔπεμψεν ἐντὸς ὀλέθριον βρέτας·
ὅθεν πρὸς ἀνδρῶν ὑστέρων κεκλήσεται
δούρειος ἵππος, κρυπτὸν ἀμπισχὼν δόρυ.
15 ἔρημα δ᾽ ἄλση καὶ θεῶν ἀνάκτορα
φόνῳ καταρρεῖ· πρὸς δὲ κρηπίδων βάθροις
πέπτωκε Πρίαμος Ζηνὸς ἑρκείου θανών.
πολὺς δὲ χρυσὸς Φρύγιά τε σκυλεύματα
πρὸς ναῦς Ἀχαιῶν πέμπεται· μένουσι δὲ
20 πρύμνηθεν οὖρον, ὡς δεκασπόρῳ χρόνῳ
ἀλόχους τε καὶ τέκν᾽ εἰσίδωσιν ἄσμενοι,
οἳ τήνδ᾽ ἐπεστράτευσαν Ἕλληνες πόλιν.
ἐγὼ δέ —νικῶμαι γὰρ Ἀργείας θεοῦ
Ἥρας Ἀθάνας θ᾽, αἳ συνεξεῖλον Φρύγας—
25 λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τ᾽ ἐμούς·
ἐρημία γὰρ πόλιν ὅταν λάβῃ κακή,
νοσεῖ τὰ τῶν θεῶν οὐδὲ τιμᾶσθαι θέλει.
πολλοῖς δὲ κωκυτοῖσιν αἰχμαλωτίδων
βοᾷ Σκάμανδρος δεσπότας κληρουμένων.
30 καὶ τὰς μὲν Ἀρκάς, τὰς δὲ Θεσσαλὸς λεὼς
εἴληχ᾽ Ἀθηναίων τε Θησεῖδαι πρόμοι.
ὅσαι δ᾽ ἄκληροι Τρῳάδων, ὑπὸ στέγαις
ταῖσδ᾽ εἰσί, τοῖς πρώτοισιν ἐξῃρημέναι
στρατοῦ, σὺν αὐταῖς δ᾽ ἡ Λάκαινα Τυνδαρὶς
35 Ἑλένη, νομισθεῖσ᾽ αἰχμάλωτος ἐνδίκως.
τὴν δ᾽ ἀθλίαν τήνδ᾽ εἴ τις εἰσορᾶν θέλει,
πάρεστιν Ἑκάβη κειμένη πυλῶν πάρος
δάκρυα χέουσα πολλὰ καὶ πολλῶν ὕπερ·
ᾗ παῖς μὲν ἀμφὶ μνῆμ᾽ Ἀχιλλείου τάφου
40 οἰκτρὰ τέθνηκε τλημόνως Πολυξένη,
φροῦδος δὲ Πρίαμος καὶ τέκν᾽· ἣν δὲ παρθένον
μεθῆκ᾽ Ἀπόλλων δρομάδα Κασάνδραν ἄναξ,
τὸ τοῦ θεοῦ τε παραλιπὼν τό τ᾽ εὐσεβὲς
γαμεῖ βιαίως σκότιον Ἀγαμέμνων λέχος.
45 ἀλλ᾽, ὦ ποτ᾽ εὐτυχοῦσα, χαῖρέ μοι, πόλις
ξεστόν τε πύργωμ᾽· εἴ σε μὴ διώλεσε
Παλλὰς Διὸς παῖς, ἦσθ᾽ ἂν ἐν βάθροις ἔτι.
πόντου Ποσειδῶν, ἔνθα Νηρῄδων χοροὶ
κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδός.
ἐξ οὗ γὰρ ἀμφὶ τήνδε Τρωϊκὴν χθόνα
5 Φοῖβός τε κἀγὼ λαΐνους πύργους πέριξ
ὀρθοῖσιν ἔθεμεν κανόσιν, οὔποτ᾽ ἐκ φρενῶν
εὔνοι᾽ ἀπέστη τῶν ἐμῶν Φρυγῶν πόλει·
ἣ νῦν καπνοῦται καὶ πρὸς Ἀργείου δορὸς
ὄλωλε πορθηθεῖσ᾽. ὁ γὰρ Παρνάσιος
10 Φωκεὺς Ἐπειός, μηχαναῖσι Παλλάδος
ἐγκύμον᾽ ἵππον τευχέων ξυναρμόσας,
πύργων ἔπεμψεν ἐντὸς ὀλέθριον βρέτας·
ὅθεν πρὸς ἀνδρῶν ὑστέρων κεκλήσεται
δούρειος ἵππος, κρυπτὸν ἀμπισχὼν δόρυ.
15 ἔρημα δ᾽ ἄλση καὶ θεῶν ἀνάκτορα
φόνῳ καταρρεῖ· πρὸς δὲ κρηπίδων βάθροις
πέπτωκε Πρίαμος Ζηνὸς ἑρκείου θανών.
πολὺς δὲ χρυσὸς Φρύγιά τε σκυλεύματα
πρὸς ναῦς Ἀχαιῶν πέμπεται· μένουσι δὲ
20 πρύμνηθεν οὖρον, ὡς δεκασπόρῳ χρόνῳ
ἀλόχους τε καὶ τέκν᾽ εἰσίδωσιν ἄσμενοι,
οἳ τήνδ᾽ ἐπεστράτευσαν Ἕλληνες πόλιν.
ἐγὼ δέ —νικῶμαι γὰρ Ἀργείας θεοῦ
Ἥρας Ἀθάνας θ᾽, αἳ συνεξεῖλον Φρύγας—
25 λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τ᾽ ἐμούς·
ἐρημία γὰρ πόλιν ὅταν λάβῃ κακή,
νοσεῖ τὰ τῶν θεῶν οὐδὲ τιμᾶσθαι θέλει.
πολλοῖς δὲ κωκυτοῖσιν αἰχμαλωτίδων
βοᾷ Σκάμανδρος δεσπότας κληρουμένων.
30 καὶ τὰς μὲν Ἀρκάς, τὰς δὲ Θεσσαλὸς λεὼς
εἴληχ᾽ Ἀθηναίων τε Θησεῖδαι πρόμοι.
ὅσαι δ᾽ ἄκληροι Τρῳάδων, ὑπὸ στέγαις
ταῖσδ᾽ εἰσί, τοῖς πρώτοισιν ἐξῃρημέναι
στρατοῦ, σὺν αὐταῖς δ᾽ ἡ Λάκαινα Τυνδαρὶς
35 Ἑλένη, νομισθεῖσ᾽ αἰχμάλωτος ἐνδίκως.
τὴν δ᾽ ἀθλίαν τήνδ᾽ εἴ τις εἰσορᾶν θέλει,
πάρεστιν Ἑκάβη κειμένη πυλῶν πάρος
δάκρυα χέουσα πολλὰ καὶ πολλῶν ὕπερ·
ᾗ παῖς μὲν ἀμφὶ μνῆμ᾽ Ἀχιλλείου τάφου
40 οἰκτρὰ τέθνηκε τλημόνως Πολυξένη,
φροῦδος δὲ Πρίαμος καὶ τέκν᾽· ἣν δὲ παρθένον
μεθῆκ᾽ Ἀπόλλων δρομάδα Κασάνδραν ἄναξ,
τὸ τοῦ θεοῦ τε παραλιπὼν τό τ᾽ εὐσεβὲς
γαμεῖ βιαίως σκότιον Ἀγαμέμνων λέχος.
45 ἀλλ᾽, ὦ ποτ᾽ εὐτυχοῦσα, χαῖρέ μοι, πόλις
ξεστόν τε πύργωμ᾽· εἴ σε μὴ διώλεσε
Παλλὰς Διὸς παῖς, ἦσθ᾽ ἂν ἐν βάθροις ἔτι.
***
ΣΚΗΝΗ: Στην ακρογιαλιά της Τροίας, η άκρη του στρατοπέδου των Αχαιών· μερικές καλύβες. Στο βάθος η Τροία· φαίνονται τα τείχη της και πίσω απ᾽ αυτά σκεπές ναών και σπιτιών· από την πόλη βγαίνει καπνός, που φανερώνει πυρκαϊά.Έξω από μια καλύβα, η Εκάβη ξαπλωμένη, σκεπασμένη και ασάλευτη· παρουσιάζεται ο Ποσειδώνας, κρατώντας την τρίαινά του.
ΠΟΣΕΙΔΩΝΑΣ
Ο Ποσειδώνας είμαι. Εδώ ήρθα τώρα
απ᾽ τ᾽ αρμυρά του Αιγαίου πελάγου βάθη,
όπου χορούς κυκλόσυρτους κι ωραίους
οι νεροκόρες στήνουν του Νηρέα.
Γιατί από τον καιρό που εγώ κι ο Φοίβος
ζώσαμε αυτή την Τροία με καστροπύργια
πέτρινα και μ᾽ ακρίβεια σταφνισμένα
ούτε στιγμή δεν έλειψε η αγάπη
για των Φρυγών την πόλη απ᾽ την καρδιά μου·
τώρα ο καπνός την πνίγει, το κοντάρι
την έριξε το αργίτικο και πάει.
Ένας τεχνίτης, πέρα απ᾽ τη Φωκίδα,
10 του Παρνασσού τη χώρα, —τ᾽ όνομά του
Επειός— απ᾽ την Παλλάδα ορμηνεμένος,
έν᾽ άλογο έφτιαξε, άρματα γεμάτο,
κι αυτό το ομοίωμα, σύνεργο του ολέθρου,
μέσα στης Τροίας ξαπόστειλε το κάστρο·
δόρατα κρύβει στην κοιλιά του, δούρειο
θα το λένε οι μελλούμενες γενιές.
Έρμα είναι τ᾽ άλση τα ιερά, μες στο αίμα
πλένε οι ναοί· κι ο Πρίαμος, σκοτωμένος,
πλάι στα σκαλιά του σπιτικού βωμού του.
Στα πλοία των Αχαιών πολύ χρυσάφι
κουβαλούνε και λάφυρα απ᾽ την Τροία·
20 και πρίμο αέρα καρτερούν, να φύγουν,
οι Έλληνες που τον πόλεμο εδώ φέραν
και με χαρές μετά από δέκα χρόνια
να δούνε τις γυναίκες, τα παιδιά τους.
Κι εγώ —μια και με νίκησαν εκείνες
που ενώθηκαν την Τροία για να χαλάσουν,
η Αργίτισσα Ήρα κι η Παλλάδα— αφήνω
την Τροία την ξακουστή και τους βωμούς μου·
ερμιά και θλίψη σε μια πόλη αν πέσουν,
καλά οι θεοί δεν παν, λατρεία δε βρίσκουν.
Ο Σκάμαντρος βουίζει από τις κλάψες
των σκλάβων γυναικών, που τις μοιράζουν
στους αφέντες με κλήρο. Άλλες λαχαίνουν
30 στους Θεσσαλούς και στους Αρκάδες άλλες
ή στου Θησέα τους γιους, τους βασιλιάδες
των Αθηναίων. Κι εδώ μες στις καλύβες
είναι όσες μείνανε έξω από τον κλήρο,
γυναίκες απ᾽ την Τροία, ξεδιαλεγμένες
για του στρατού τους πρώτους· και μαζί τους
είναι κι η Ελένη, η κόρη του Τυνδάρεου,
από τη Λακωνία· μ᾽ όλο το δίκιο
για σκλάβα τους κι αυτή τη λογαριάζουν.
Και νά, στην πόρτα μπρος πεσμένη —αν θέλει
κανείς την έρμη αυτή να δει— η Εκάβη
χύνει πολλά και για πολλούς τα δάκρυα·
40 σκληρά την Πολυξένη της σκοτώσαν
κοντά στον τάφο του Αχιλλέα· χαθήκαν
ο Πρίαμος, τα παιδιά τους· την Κασσάντρα,
που παρθένα στην έκσταση δοσμένη
την άφησε ο Απόλλωνας, την παίρνει
στανικώς ο Αγαμέμνονας, κι ευσέβεια
και το θεό αψηφώντας, να την έχει
συντρόφισσα κρυφή του κρεβατιού του.
Τώρα έχε γεια, πελεκητό εσύ κάστρο
κι ω πόλη, που καλότυχη άλλοτε ήσουν·
αν η Αθηνά δε σε χαλούσε, η κόρη
του Δία, γερή κι ολόρθη ακόμη θα ήσουν.
Ενώ ετοιμάζεται να φύγει, έρχεται η Αθηνά.