χειρί τέ μιν κατέρεξε· δέμας δ᾽ ἤϊκτο γυναικὶ
καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ·
290 καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα·
«κερδαλέος κ᾽ εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοι
ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.
σχέτλιε, ποικιλομῆτα, δόλων ἆτ᾽, οὐκ ἄρ᾽ ἔμελλες,
οὐδ᾽ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων
295 μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.
ἀλλ᾽ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω
κέρδε᾽, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχ᾽ ἄριστος ἁπάντων
βουλῇ καὶ μύθοισιν, ἐγὼ δ᾽ ἐν πᾶσι θεοῖσι
μήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γ᾽ ἔγνως
300 Παλλάδ᾽ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ
ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,
καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα.
νῦν αὖ δεῦρ᾽ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω
χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ
305 ὤπασαν οἴκαδ᾽ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε,
εἴπω θ᾽ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι
κήδε᾽ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,
μηδέ τῳ ἐκφάσθαι μήτ᾽ ἀνδρῶν μήτε γυναικῶν,
πάντων, οὕνεκ᾽ ἄρ᾽ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ
310 πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.»
Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
«ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι,
καὶ μάλ᾽ ἐπισταμένῳ· σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.
τοῦτο δ᾽ ἐγὼν εὖ οἶδ᾽, ὅτι μοι πάρος ἠπίη ἦσθα,
315 ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
βῆμεν δ᾽ ἐν νήεσσι, θεὸς δ᾽ ἐκέδασσεν Ἀχαιούς,
οὐ σέ γ᾽ ἔπειτα ἴδον, κούρη Διός, οὐδ᾽ ἐνόησα
νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.
320 ἀλλ᾽ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ
ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν·
πρίν γ᾽ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ
θάρσυνάς τ᾽ ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.
νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι ―οὐ γὰρ ὀΐω
325 ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τιν᾽ ἄλλην
γαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐω
ταῦτ᾽ ἀγορευέμεναι, ἵν᾽ ἐμὰς φρένας ἠπεροπεύσῃς―
εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδ᾽ ἱκάνω.»
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
330 «αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·
τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,
οὕνεκ᾽ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.
ἀσπασίως γάρ κ᾽ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν
ἵετ᾽ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τ᾽ ἄλοχόν τε·
335 σοὶ δ᾽ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,
πρίν γ᾽ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως
ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ
φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτ᾽ ἀπίστεον, ἀλλ᾽ ἐνὶ θυμῷ
340 ᾔδε᾽, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους·
ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι
πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,
χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
ἀλλ᾽ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.
345 Φόρκυνος μὲν ὅδ᾽ ἐστὶ λιμήν, ἁλίοιο γέροντος,
ἥδε δ᾽ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη·
ἀγχόθι δ᾽ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
ἱρὸν νυμφάων αἳ νηϊάδες καλέονται·
τοῦτο δέ τοι σπέος εὐρὺ κατηρεφές, ἔνθα σὺ πολλὰς
350 ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας·
τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.»

***
Έτσι της μίλησε, κι η Αθηνά, τα μάτια λάμποντας,του χαμογέλασε, απλώνοντας χαϊδευτικά το χέρι της,
αλλάζοντας πάλι την όψη της, ίδια με μια ψηλή, ωραία γυναίκα
που ξέρει πώς να υφαίνει τα λαμπρά φαντά της.
290 Κι όπως μιλώντας τον προσφώνησε, τα λόγια της πετούσαν σαν πουλιά:
«Θα πρέπει, αν κάποιος παραβγεί μαζί σου, να παραείναι πονηρός,
να ξέρει πώς να ξεγελά τους άλλους στον κάθε δόλο,
ακόμη κι αν θεός βρεθεί μπροστά σου.
Είσαι αλήθεια φοβερός, πολύστροφε κι αχόρταγε στους δόλους,
που μήτε εδώ, στην πατρική σου γη, δεν λες να σταματήσεις
σκέψεις απατηλές και ιστορίες πλαστές —
είναι το ριζικό σου αυτό.
Αλλά καιρός να σταματήσουμε τα τέτοια μεταξύ μας,
αφού κι οι δυο μας ξέρουμε καλά την ίδια τέχνη·
αν είσαι εσύ μες στους θνητούς πρώτος στις αποφάσεις και στα πλάνα λόγια,
εγώ φημίζομαι πως ξεχωρίζω σ᾽ όλους τους θεούς
και για το ξύπνιο μου μυαλό και για την πανουργία.
300 Γιατί μην πεις δεν αναγνώρισες την Αθηνά Παλλάδα,
τη θυγατέρα του Διός, που παραστέκομαι στον κάθε μόχθο σου,
παντού και πάντα έγινα ο φύλακάς σου.
Σ᾽ έκανα τότε φίλο εγώ στους Φαίακες όλους
και τώρα πάλι να ᾽μαι εδώ, μαζί σου υφαίνω
το πανούργο πλάνο. Θα κρύψω πρώτα αυτά τα δώρα,
όσα οι τίμιοι Φαίακες σου χάρισαν, όταν ξεκίνησες
για την πατρίδα, με σκέψη όμως κι απόφαση δική μου.
Και θα σου πω μετά ποια βάσανα σου προορίζει η μοίρα
να βαστάξεις στο στέρεο σπίτι σου — πρέπει να τα υπομείνεις,
γιατί η ανάγκη το καλεί.
Και προσοχή, μη φανερώσεις σε κανένα, άντρα ή γυναίκα,
τον λόγο που επιστρέφεις μετά την τόση περιπλάνηση·
αμίλητος τον κάθε πόνο σου να υποφέρεις,
310 όποια βρισιά και βία σού μέλλεται, να τη δεχτείς.»
Πήρε τον λόγο και της μίλησε ο Οδυσσέας πανούργος:
«Δύσκολο, ω θεά, σ᾽ όποιον βρεθείς μπροστά να σε γνωρίσει,
ακόμη κι αν του περισσεύει η γνώση — κάθε φορά αλλάζει η όψη σου.
Όσο για μένα, αυτό το αναγνωρίζω· ήσουνα πράγματι καλή μαζί μου
στο παρελθόν, όταν στην Τροία πολεμούσαμε των Αχαιών οι γιοι.
Όμως μετά, σαν πήραμε ψηλό κι απόκρημνο το κάστρο του Πριάμου,
μπήκαμε στα καράβια μας κι ένας θεός μάς σκόρπισε τους Αχαιούς,
δεν είδα πια μπροστά μου τη μορφή σου, κόρη του Δία, δεν σε αναλογίστηκα
στο πλοίο μου επιβάτη, τον πόνο μου να ξαλαφρώσεις.
320 Μόνος, με την καρδιά στα στήθη σπαραγμένη,
εδώ κι εκεί περιπλανήθηκα, ώσπου να λύσουν οι θεοί τη συμφορά μου.
Στο τέλος μόνο, στην πλούσια χώρα των Φαιάκων,
μ᾽ ενθάρρυναν τα λόγια σου κι εσύ μ᾽ οδήγησες στην πόλη.
Τώρα, στ᾽ όνομα του πατέρα σου, πέφτω στα γόνατά σου —
όχι, δεν το φαντάζομαι πως έχω φτάσει στην περίβλεπτη Ιθάκη,
μάλλον σε κάποιον άλλον τόπο περιφέρομαι· κι εσύ, νομίζω,
κοροϊδεύεις μ᾽ όσα λες, τον νου μου θες να παγιδέψεις.
Πες μου λοιπόν αν είναι αλήθεια πως πατώ
το χώμα της γλυκιάς πατρίδας.»
Ανταποκρίθηκε η θεά Αθηνά, τα μάτια λάμποντας:
330 «Τέτοιος ο νους σου πάντα εσένα και το φρόνημά σου,
που εγώ δεν το βαστώ στη συμφορά σου μόνο να σ᾽ αφήσω —
είσαι και γνωστικός και ξύπνιος κι εύστροφος.
Ποιος άλλος λέω, περιπλανώμενος, φτάνοντας επιτέλους σπίτι του,
δεν θα ᾽τρεχε όλος χαρά να δει το ταίρι, τα παιδιά του.
Σ᾽ εσένα όμως δεν συμφέρει να το σκέφτεσαι μήτε να το ρωτάς,
πριν δοκιμάσεις πρώτα τη γυναίκα σου — έρημη
μένει στο παλάτι, βλέπει μέρες και νύχτες δύστυχες να φθίνουν,
πνίγεται στο κλάμα.
Εγώ δεν είχα αμφιβολία καμιά, καλά το γνώριζα
340 πως θα νοστήσεις, χάνοντας όμως όλους τους συντρόφους.
Μόνο που δεν το θέλησα με του πατέρα μου τον αδελφό,
τον Ποσειδώνα, να τα βάλω — κρατούσε την οργή του αυτός,
από θυμό που εσύ του τύφλωσες τον γιο.
Έλα, σκοπεύω τώρα να σου δείξω σήματα της Ιθάκης, να πειστείς:
αυτό είναι το λιμάνι του ενάλιου γέροντα, του Φόρκυνα·
και να η μακρόφυλλη ελιά στου λιμανιού την κορυφή·
εκεί στο πλάι της θα δεις χαριτωμένη τη θαμπή σπηλιά,
τόπο ταμένο των νυμφών που λέγονται ναϊάδες —
τη θολωτή κι ευρύχωρη σπηλιά, όπου κι εσύ τόσες θυσίες τελούσες,
350 τέλειες εκατόμβες.
Κι αυτό το καταπράσινο βουνό είναι το δασωμένο Νήριτο.»