καὶ τοὐμὸν αὐτῆς ἦλθον· εἰ δὲ μὴ καλῶς
λέγω, σὺ νίκα· σοὶ γὰρ ἑψόμεσθ᾽ ἅμα.
ΗΛ. αἰσχύνομαι μέν, ὦ γυναῖκες, εἰ δοκῶ
255 πολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν ἄγαν.
ἀλλ᾽ ἡ βία γὰρ ταῦτ᾽ ἀναγκάζει με δρᾶν,
σύγγνωτε. πῶς γὰρ εἴ τις εὐγενὴς γυνή,
πατρῷ᾽ ὁρῶσα πήματ᾽, οὐ δρῴη τάδ᾽ ἄν,
ἁγὼ κατ᾽ ἦμαρ καὶ κατ᾽ εὐφρόνην ἀεὶ
260 θάλλοντα μᾶλλον ἢ καταφθίνονθ᾽ ὁρῶ;
ᾗ πρῶτα μὲν τὰ μητρός, ἥ μ᾽ ἐγείνατο,
ἔχθιστα συμβέβηκεν· εἶτα δώμασιν
ἐν τοῖς ἐμαυτῆς τοῖς φονεῦσι τοῦ πατρὸς
ξύνειμι, κἀκ τῶνδ᾽ ἄρχομαι κἀκ τῶνδέ μοι
265 λαβεῖν θ᾽ ὁμοίως καὶ τὸ τητᾶσθαι πέλει.
ἔπειτα ποίας ἡμέρας δοκεῖς μ᾽ ἄγειν,
ὅταν θρόνοις Αἴγισθον ἐνθακοῦντ᾽ ἴδω
τοῖσιν πατρῴοις, εἰσίδω δ᾽ ἐσθήματα
φοροῦντ᾽ ἐκείνῳ ταὐτά, καὶ παρεστίους
270 σπένδοντα λοιβὰς ἔνθ᾽ ἐκεῖνον ὤλεσεν,
ἴδω δὲ τούτων τὴν τελευταίαν ὕβριν,
τὸν αὐτοφόντην ἡμὶν ἐν κοίτῃ πατρὸς
ξὺν τῇ ταλαίνῃ μητρί, μητέρ᾽ εἰ χρεὼν
ταύτην προσαυδᾶν τῷδε συγκοιμωμένην·
275 ἣ δ᾽ ὧδε τλήμων ὥστε τῷ μιάστορι
ξύνεστ᾽, Ἐρινὺν οὔτιν᾽ ἐκφοβουμένη·
ἀλλ᾽ ὥσπερ ἐγγελῶσα τοῖς ποιουμένοις,
εὑροῦσ᾽ ἐκείνην ἡμέραν, ἐν ᾗ τότε
πατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν,
280 ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖ
θεοῖσιν ἔμμην᾽ ἱερὰ τοῖς σωτηρίοις.
ἐγὼ δ᾽ ὁρῶσ᾽ ἡ δύσμορος κατὰ στέγας
κλαίω, τέτηκα, κἀπικωκύω πατρὸς
τὴν δυστάλαιναν δαῖτ᾽ ἐπωνομασμένην
285 αὐτὴ πρὸς αὑτήν· οὐδὲ γὰρ κλαῦσαι πάρα
τοσόνδ᾽ ὅσον μοι θυμὸς ἡδονὴν φέρει.
αὕτη γὰρ ἡ λόγοισι γενναία γυνὴ
φωνοῦσα τοιάδ᾽ ἐξονειδίζει κακά,
ὦ δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρ
290 τέθνηκεν; ἄλλος δ᾽ οὔτις ἐν πένθει βροτῶν;
κακῶς ὄλοιο, μηδέ σ᾽ ἐκ γόων ποτὲ
τῶν νῦν ἀπαλλάξειαν οἱ κάτω θεοί.
τάδ᾽ ἐξυβρίζει· πλὴν ὅταν κλύῃ τινὸς
ἥξοντ᾽ Ὀρέστην·· τηνικαῦτα δ᾽ ἐμμανὴς
295 βοᾷ παραστᾶσ᾽, οὐ σύ μοι τῶνδ᾽ αἰτία;
οὐ σὸν τόδ᾽ ἐστὶ τοὔργον, ἥτις ἐκ χερῶν
κλέψασ᾽ Ὀρέστην τῶν ἐμῶν ὑπεξέθου;
ἀλλ᾽ ἴσθι τοι τείσουσά γ᾽ ἀξίαν δίκην.
τοιαῦθ᾽ ὑλακτεῖ, σὺν δ᾽ ἐποτρύνει πέλας
300 ὁ κλεινὸς αὐτῇ ταῦτα νυμφίος παρών,
ὁ πάντ᾽ ἄναλκις οὗτος, ἡ πᾶσα βλάβη,
ὁ σὺν γυναιξὶ τὰς μάχας ποιούμενος.
ἐγὼ δ᾽, Ὀρέστην τῶνδε προσμένουσ᾽ ἀεὶ
παυστῆρ᾽ ἐφήξειν ἡ τάλαιν᾽ ἀπόλλυμαι.
305 μέλλων γὰρ αἰεὶ δρᾶν τι τὰς οὔσας τέ μου
καὶ τὰς ἀπούσας ἐλπίδας διέφθορεν.
ἐν οὖν τοιούτοις οὔτε σωφρονεῖν, φίλαι,
οὔτ᾽ εὐσεβεῖν πάρεστιν· ἀλλ᾽ ἐν τοῖς κακοῖς
πολλή ᾽στ᾽ ἀνάγκη κἀπιτηδεύειν κακά.
λέγω, σὺ νίκα· σοὶ γὰρ ἑψόμεσθ᾽ ἅμα.
ΗΛ. αἰσχύνομαι μέν, ὦ γυναῖκες, εἰ δοκῶ
255 πολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν ἄγαν.
ἀλλ᾽ ἡ βία γὰρ ταῦτ᾽ ἀναγκάζει με δρᾶν,
σύγγνωτε. πῶς γὰρ εἴ τις εὐγενὴς γυνή,
πατρῷ᾽ ὁρῶσα πήματ᾽, οὐ δρῴη τάδ᾽ ἄν,
ἁγὼ κατ᾽ ἦμαρ καὶ κατ᾽ εὐφρόνην ἀεὶ
260 θάλλοντα μᾶλλον ἢ καταφθίνονθ᾽ ὁρῶ;
ᾗ πρῶτα μὲν τὰ μητρός, ἥ μ᾽ ἐγείνατο,
ἔχθιστα συμβέβηκεν· εἶτα δώμασιν
ἐν τοῖς ἐμαυτῆς τοῖς φονεῦσι τοῦ πατρὸς
ξύνειμι, κἀκ τῶνδ᾽ ἄρχομαι κἀκ τῶνδέ μοι
265 λαβεῖν θ᾽ ὁμοίως καὶ τὸ τητᾶσθαι πέλει.
ἔπειτα ποίας ἡμέρας δοκεῖς μ᾽ ἄγειν,
ὅταν θρόνοις Αἴγισθον ἐνθακοῦντ᾽ ἴδω
τοῖσιν πατρῴοις, εἰσίδω δ᾽ ἐσθήματα
φοροῦντ᾽ ἐκείνῳ ταὐτά, καὶ παρεστίους
270 σπένδοντα λοιβὰς ἔνθ᾽ ἐκεῖνον ὤλεσεν,
ἴδω δὲ τούτων τὴν τελευταίαν ὕβριν,
τὸν αὐτοφόντην ἡμὶν ἐν κοίτῃ πατρὸς
ξὺν τῇ ταλαίνῃ μητρί, μητέρ᾽ εἰ χρεὼν
ταύτην προσαυδᾶν τῷδε συγκοιμωμένην·
275 ἣ δ᾽ ὧδε τλήμων ὥστε τῷ μιάστορι
ξύνεστ᾽, Ἐρινὺν οὔτιν᾽ ἐκφοβουμένη·
ἀλλ᾽ ὥσπερ ἐγγελῶσα τοῖς ποιουμένοις,
εὑροῦσ᾽ ἐκείνην ἡμέραν, ἐν ᾗ τότε
πατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν,
280 ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖ
θεοῖσιν ἔμμην᾽ ἱερὰ τοῖς σωτηρίοις.
ἐγὼ δ᾽ ὁρῶσ᾽ ἡ δύσμορος κατὰ στέγας
κλαίω, τέτηκα, κἀπικωκύω πατρὸς
τὴν δυστάλαιναν δαῖτ᾽ ἐπωνομασμένην
285 αὐτὴ πρὸς αὑτήν· οὐδὲ γὰρ κλαῦσαι πάρα
τοσόνδ᾽ ὅσον μοι θυμὸς ἡδονὴν φέρει.
αὕτη γὰρ ἡ λόγοισι γενναία γυνὴ
φωνοῦσα τοιάδ᾽ ἐξονειδίζει κακά,
ὦ δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρ
290 τέθνηκεν; ἄλλος δ᾽ οὔτις ἐν πένθει βροτῶν;
κακῶς ὄλοιο, μηδέ σ᾽ ἐκ γόων ποτὲ
τῶν νῦν ἀπαλλάξειαν οἱ κάτω θεοί.
τάδ᾽ ἐξυβρίζει· πλὴν ὅταν κλύῃ τινὸς
ἥξοντ᾽ Ὀρέστην·· τηνικαῦτα δ᾽ ἐμμανὴς
295 βοᾷ παραστᾶσ᾽, οὐ σύ μοι τῶνδ᾽ αἰτία;
οὐ σὸν τόδ᾽ ἐστὶ τοὔργον, ἥτις ἐκ χερῶν
κλέψασ᾽ Ὀρέστην τῶν ἐμῶν ὑπεξέθου;
ἀλλ᾽ ἴσθι τοι τείσουσά γ᾽ ἀξίαν δίκην.
τοιαῦθ᾽ ὑλακτεῖ, σὺν δ᾽ ἐποτρύνει πέλας
300 ὁ κλεινὸς αὐτῇ ταῦτα νυμφίος παρών,
ὁ πάντ᾽ ἄναλκις οὗτος, ἡ πᾶσα βλάβη,
ὁ σὺν γυναιξὶ τὰς μάχας ποιούμενος.
ἐγὼ δ᾽, Ὀρέστην τῶνδε προσμένουσ᾽ ἀεὶ
παυστῆρ᾽ ἐφήξειν ἡ τάλαιν᾽ ἀπόλλυμαι.
305 μέλλων γὰρ αἰεὶ δρᾶν τι τὰς οὔσας τέ μου
καὶ τὰς ἀπούσας ἐλπίδας διέφθορεν.
ἐν οὖν τοιούτοις οὔτε σωφρονεῖν, φίλαι,
οὔτ᾽ εὐσεβεῖν πάρεστιν· ἀλλ᾽ ἐν τοῖς κακοῖς
πολλή ᾽στ᾽ ἀνάγκη κἀπιτηδεύειν κακά.
***
ΧΟΡ. Εγώ ηρθα, κόρη, εδώ για το καλό σουπου και δικό μου είναι καλό· μ᾽ αν πάλι
βρίσκεις πως δε μιλώ σωστά, όπως θέλεις
εσύ ας γενεί· και μεις μαζί σου πάντα.
ΗΛΕ. Ντρέπομαι αλήθεια, φίλες μου, αν μ᾽ αυτούς
τους πολλούς μου σας φαίνομαι τους θρήνους
πως το ᾽χω παρακάμει· μα η θηλιά,
που σφίγγει το λαιμό μου, με αναγκάζει,
και συμπαθάτε με· γιατί και ποιά άλλη
γυναίκα της σειράς μου θα φερνόταν
αλλιώς, αν έβλεπε καθώς τη βλέπω
εγώ την πατρική τη συφορά μου,
που εμπρός στα μάτια μου όλο, νύχτα μέρα,
260 θεριεύει αντίς σιγά σιγά να σβήνει;
Και πρώτα η μάνα που μ᾽ εγέννα, είναι
ο πιο άσπονδος εχθρός μου· έπειτα, μέσα
στα σπίτια τα δικά μου κάθομαι
με του πατέρα μου τους δολοφόνους
κάτω απ᾽ την εξουσία τους και στέκει
στο χέρι τους ή να ᾽χω ή να μην έχω
ό,τι χρειάζομαι… Κι έτσι ποιές μέρες
λες να περνώ, σα βλέπω θρονιασμένο
τον Αίγιστο στο θρόνο του πατέρα
και να φορεί την ίδια τη στολή του
και να κάνει σπονδές πλάι στην εστία
270 όπου τον σκότωσε, σα βλέπω τέλος
την έσχατη ξαδιαντροπιά των δυο τους,
τον κακούργο στην κλίνη του πατρός μου
με την αθλία μητέρα μου — αν μητέρα
πάει να τη λέω, που μ᾽ αυτόν κοιμάται·
και δείχτει τόση αποκοτιά, που πλάι
στο μόλυσμ᾽ αυτό ζει χωρίς να τρέμει
καμιά Ερινύα πια· κι όχι αυτό μόνο,
μα σα να καμαρώνει στα έργατά της,
βρίσκει, ακριβώς, τη μέρα που με δόλο
τον πατέρα μου σκότωσε και τότε
280 στήνει χορούς και στους θεούς θυσίες
τους σωτηρίους προσφέρει κάθε μήνα.
Και ᾽γω να βλέπω αυτά μες στο παλάτι,
κλαίω, λιώνω και κρυφά θρηνώ, από μόνη,
για την απαίσια μακαριά, που πήρε
του πατέρα μου τ᾽ όνομα, γιατί ούτε
μπορώ να κλάψω όσο τραβά η καρδιά μου·
αμέσως η ευγενής με λόγια μόνο
γυναίκ᾽ αυτή τέτοιες βρισιές μ᾽ αρχίζει:
Θεομίσητο πλάσμα, μόνη εσύ τάχα
290 έχεις χάσει πατέρα; κανείς άλλος
δεν είδε πένθος; κακό τέλος νά βρεις
κι άμποτε οι θεοί του Κάτω κόσμου
ποτέ να μη σ᾽ αφήσουν δίχως θρήνους.
Έτσι βρίζει, μα όταν τυχόν ακούσει
πως θά ᾽ρθει ο Ορέστης, τότε σαν οχιά
στήνετ᾽ εμπρός μου: Συ δε μου είσαι, αφρίζει,
η αιτία σ᾽ όλ᾽ αυτά; έργο δικό συ
δεν είναι να μ᾽ αρπάξεις τον Ορέστη
μεσ᾽ απ᾽ τα χέρια μου και να τον στείλεις
σε ασφάλεια έξω; μα έγνοια σου και θά βρεις
ό,τι σ᾽ αξίζει με το παραπάνω.
Έτσι γαβγίζει, ενώ μπροστά και κείνος
300 πιο πολύ την κορώνει ο ξακουσμένος
νυμφίος, αυτός ο πιο άναντρος του κόσμου,
της ατιμίας το τέρας, που πολέμους
πίσω μονάχα από γυναίκες ξέρει.
Μα εγώ πάντα προσμένοντας πως θά ᾽ρθει
ο Ορέστης σ᾽ όλ᾽ αυτά να βάλει τέλος,
χάνομαι η μαύρη, γιατί μὄχει σβήσει
με τις παντοτινές αναβολές του
όσες ελπίδες είχα και δεν είχα.
Κι έτσι σε τέτοιες δυστυχίες, καλές μου,
ούτε γνώση ούτ᾽ ευσέβεια να φυλάει
μπορεί κανείς, μα έτσι το φέρν᾽ η ανάγκη,
μες στα κακά κακό να παίρνει δρόμο.