ὅρα, φυλάσσου μή τις ἐν στίβῳ βροτῶν.
ΠΥΛΑΔΗΣ
ὁρῶ, σκοποῦμαι δ᾽ ὄμμα πανταχῆ στρέφων.
ΟΡ. Πυλάδη, δοκεῖ σοι μέλαθρα ταῦτ᾽ εἶναι θεᾶς
70 ἔνθ᾽ Ἀργόθεν ναῦν ποντίαν ἐστείλαμεν;
ΠΥ. ἔμοιγ᾽, Ὀρέστα· σοὶ δὲ συνδοκεῖν χρεών.
ΟΡ. καὶ βωμός, Ἕλλην οὗ καταστάζει φόνος;
ΠΥ. ἐξ αἱμάτων γοῦν ξάνθ᾽ ἔχει τριχώματα.
ΟΡ. θριγκοῖς δ᾽ ὑπ᾽ αὐτοῖς σκῦλ᾽ ὁρᾷς ἠρτημένα;
75 ΠΥ. τῶν κατθανόντων γ᾽ ἀκροθίνια ξένων.
ΟΡ. ἀλλ᾽ ἐγκυκλοῦντ᾽ ὀφθαλμὸν εὖ σκοπεῖν χρεών.
ὦ Φοῖβε, ποῖ μ᾽ αὖ τήνδ᾽ ἐς ἄρκυν ἤγαγες
χρήσας, ἐπειδὴ πατρὸς αἷμ᾽ ἐτεισάμην,
μητέρα κατακτάς, διαδοχαῖς δ᾽ Ἐρινύων
80 ἠλαυνόμεσθα φυγάδες ἔξεδροι χθονὸς
δρόμους τε πολλοὺς ἐξέπλησα καμπίμους,
ἐλθὼν δέ σ᾽ ἠρώτησα πῶς τροχηλάτου
μανίας ἂν ἔλθοιμ᾽ εἰς τέλος πόνων τ᾽ ἐμῶν,
οὓς ἐξεμόχθουν περιπολῶν καθ᾽ Ἑλλάδα.…
85 σὺ δ᾽ εἶπας ἐλθεῖν Ταυρικῆς μ᾽ ὅρους χθονός,
ἔνθ᾽ Ἄρτεμίς σοι σύγγονος βωμοὺς ἔχοι,
λαβεῖν τ᾽ ἄγαλμα θεᾶς, ὅ φασιν ἐνθάδε
ἐς τούσδε ναοὺς οὐρανοῦ πεσεῖν ἄπο·
λαβόντα δ᾽ ἢ τέχναισιν ἢ τύχῃ τινί,
90 κίνδυνον ἐκπλήσαντ᾽, Ἀθηναίων χθονὶ
δοῦναι —τὸ δ᾽ ἐνθένδ᾽ οὐδὲν ἐρρήθη πέρα—
καὶ ταῦτα δράσαντ᾽ ἀμπνοὰς ἕξειν πόνων.
ἥκω δὲ πεισθεὶς σοῖς λόγοισιν ἐνθάδε
ἄγνωστον ἐς γῆν, ἄξενον. σὲ δ᾽ ἱστορῶ,
95 Πυλάδη —σὺ γάρ μοι τοῦδε συλλήπτωρ πόνου—
τί δρῶμεν; ἀμφίβληστρα γὰρ τοίχων ὁρᾷς
ὑψηλά· πότερα κλιμάκων προσαμβάσεις
ἐμβησόμεσθα; πῶς ἂν οὖν λάθοιμεν ἄν;
ἢ χαλκότευκτα κλῇθρα λύσαντες μοχλοῖς—
100 ὧν οὐδὲν ἴσμεν; ἢν δ᾽ ἀνοίγοντες πύλας
ληφθῶμεν ἐσβάσεις τε μηχανώμενοι,
θανούμεθ᾽. ἀλλὰ πρὶν θανεῖν, νεὼς ἔπι
φεύγωμεν, ᾗπερ δεῦρ᾽ ἐναυστολήσαμεν.
ΠΥ. φεύγειν μὲν οὐκ ἀνεκτὸν οὐδ᾽ εἰώθαμεν,
105 τὸν τοῦ θεοῦ δὲ χρησμὸν οὐ κακιστέον·
ναοῦ δ᾽ ἀπαλλαχθέντε κρύψωμεν δέμας
κατ᾽ ἄντρ᾽ ἃ πόντος νοτίδι διακλύζει μέλας—
νεὼς ἄπωθεν, μή τις εἰσιδὼν σκάφος
βασιλεῦσιν εἴπῃ κᾆτα ληφθῶμεν βίᾳ.
110 ὅταν δὲ νυκτὸς ὄμμα λυγαίας μόλῃ,
τολμητέον τοι ξεστὸν ἐκ ναοῦ λαβεῖν
ἄγαλμα πάσας προσφέροντε μηχανάς.
ὅρα δέ γ᾽ εἴσω τριγλύφων ὅποι κενὸν
δέμας καθεῖναι· τοὺς πόνους γὰρ ἁγαθοὶ
115 τολμῶσι, δειλοὶ δ᾽ εἰσὶν οὐδὲν οὐδαμοῦ.
ΟΡ. οὔ τοι μακρὸν μὲν ἤλθομεν κώπῃ πόρον,
ἐκ τερμάτων δὲ νόστον ἀροῦμεν πάλιν.
ἀλλ᾽ εὖ γὰρ εἶπας, πειστέον· χωρεῖν χρεὼν
ὅποι χθονὸς κρύψαντε λήσομεν δέμας.
120 οὐ γὰρ τὸ τοῦ θεοῦ γ᾽ αἴτιον γενήσεται
πεσεῖν ἄχρηστον θέσφατον· τολμητέον·
μόχθος γὰρ οὐδεὶς τοῖς νέοις σκῆψιν φέρει.
ΠΥΛΑΔΗΣ
ὁρῶ, σκοποῦμαι δ᾽ ὄμμα πανταχῆ στρέφων.
ΟΡ. Πυλάδη, δοκεῖ σοι μέλαθρα ταῦτ᾽ εἶναι θεᾶς
70 ἔνθ᾽ Ἀργόθεν ναῦν ποντίαν ἐστείλαμεν;
ΠΥ. ἔμοιγ᾽, Ὀρέστα· σοὶ δὲ συνδοκεῖν χρεών.
ΟΡ. καὶ βωμός, Ἕλλην οὗ καταστάζει φόνος;
ΠΥ. ἐξ αἱμάτων γοῦν ξάνθ᾽ ἔχει τριχώματα.
ΟΡ. θριγκοῖς δ᾽ ὑπ᾽ αὐτοῖς σκῦλ᾽ ὁρᾷς ἠρτημένα;
75 ΠΥ. τῶν κατθανόντων γ᾽ ἀκροθίνια ξένων.
ΟΡ. ἀλλ᾽ ἐγκυκλοῦντ᾽ ὀφθαλμὸν εὖ σκοπεῖν χρεών.
ὦ Φοῖβε, ποῖ μ᾽ αὖ τήνδ᾽ ἐς ἄρκυν ἤγαγες
χρήσας, ἐπειδὴ πατρὸς αἷμ᾽ ἐτεισάμην,
μητέρα κατακτάς, διαδοχαῖς δ᾽ Ἐρινύων
80 ἠλαυνόμεσθα φυγάδες ἔξεδροι χθονὸς
δρόμους τε πολλοὺς ἐξέπλησα καμπίμους,
ἐλθὼν δέ σ᾽ ἠρώτησα πῶς τροχηλάτου
μανίας ἂν ἔλθοιμ᾽ εἰς τέλος πόνων τ᾽ ἐμῶν,
οὓς ἐξεμόχθουν περιπολῶν καθ᾽ Ἑλλάδα.…
85 σὺ δ᾽ εἶπας ἐλθεῖν Ταυρικῆς μ᾽ ὅρους χθονός,
ἔνθ᾽ Ἄρτεμίς σοι σύγγονος βωμοὺς ἔχοι,
λαβεῖν τ᾽ ἄγαλμα θεᾶς, ὅ φασιν ἐνθάδε
ἐς τούσδε ναοὺς οὐρανοῦ πεσεῖν ἄπο·
λαβόντα δ᾽ ἢ τέχναισιν ἢ τύχῃ τινί,
90 κίνδυνον ἐκπλήσαντ᾽, Ἀθηναίων χθονὶ
δοῦναι —τὸ δ᾽ ἐνθένδ᾽ οὐδὲν ἐρρήθη πέρα—
καὶ ταῦτα δράσαντ᾽ ἀμπνοὰς ἕξειν πόνων.
ἥκω δὲ πεισθεὶς σοῖς λόγοισιν ἐνθάδε
ἄγνωστον ἐς γῆν, ἄξενον. σὲ δ᾽ ἱστορῶ,
95 Πυλάδη —σὺ γάρ μοι τοῦδε συλλήπτωρ πόνου—
τί δρῶμεν; ἀμφίβληστρα γὰρ τοίχων ὁρᾷς
ὑψηλά· πότερα κλιμάκων προσαμβάσεις
ἐμβησόμεσθα; πῶς ἂν οὖν λάθοιμεν ἄν;
ἢ χαλκότευκτα κλῇθρα λύσαντες μοχλοῖς—
100 ὧν οὐδὲν ἴσμεν; ἢν δ᾽ ἀνοίγοντες πύλας
ληφθῶμεν ἐσβάσεις τε μηχανώμενοι,
θανούμεθ᾽. ἀλλὰ πρὶν θανεῖν, νεὼς ἔπι
φεύγωμεν, ᾗπερ δεῦρ᾽ ἐναυστολήσαμεν.
ΠΥ. φεύγειν μὲν οὐκ ἀνεκτὸν οὐδ᾽ εἰώθαμεν,
105 τὸν τοῦ θεοῦ δὲ χρησμὸν οὐ κακιστέον·
ναοῦ δ᾽ ἀπαλλαχθέντε κρύψωμεν δέμας
κατ᾽ ἄντρ᾽ ἃ πόντος νοτίδι διακλύζει μέλας—
νεὼς ἄπωθεν, μή τις εἰσιδὼν σκάφος
βασιλεῦσιν εἴπῃ κᾆτα ληφθῶμεν βίᾳ.
110 ὅταν δὲ νυκτὸς ὄμμα λυγαίας μόλῃ,
τολμητέον τοι ξεστὸν ἐκ ναοῦ λαβεῖν
ἄγαλμα πάσας προσφέροντε μηχανάς.
ὅρα δέ γ᾽ εἴσω τριγλύφων ὅποι κενὸν
δέμας καθεῖναι· τοὺς πόνους γὰρ ἁγαθοὶ
115 τολμῶσι, δειλοὶ δ᾽ εἰσὶν οὐδὲν οὐδαμοῦ.
ΟΡ. οὔ τοι μακρὸν μὲν ἤλθομεν κώπῃ πόρον,
ἐκ τερμάτων δὲ νόστον ἀροῦμεν πάλιν.
ἀλλ᾽ εὖ γὰρ εἶπας, πειστέον· χωρεῖν χρεὼν
ὅποι χθονὸς κρύψαντε λήσομεν δέμας.
120 οὐ γὰρ τὸ τοῦ θεοῦ γ᾽ αἴτιον γενήσεται
πεσεῖν ἄχρηστον θέσφατον· τολμητέον·
μόχθος γὰρ οὐδεὶς τοῖς νέοις σκῆψιν φέρει.
***
ΟΡΕΣΤΗΣΤο νου σου! Είναι κανείς στο δρόμο; Κοίτα!
ΠΥΛΑΔΗΣ
Κοιτάω· παντού τα βλέμματά μου ρίχνω.
ΟΡΕ. Πυλάδη, εδώ ο ναός της θεάς λες να ᾽ναι,
70 που δα γι᾽ αυτόν ᾽βάλαμε πλώρη απ᾽ τ᾽ Άργος;
ΠΥΛ. Ναι, Ορέστη, λέω· κι εσύ θα συμφωνήσεις.
ΟΡΕ. Κι ο βωμός που τον βρέχει Ελλήνων αίμα;
ΠΥΛ. Ξανθή απ᾽ το αίμα πάνω η πλάκα του είναι.
ΟΡΕ. Και τρόπαια κρεμασμένα στη γρηπίδα;
ΠΥΛ. Ναι, απομεινάρια των σφαγμένων ξένων.
Τα μάτια μας καλά ένα γύρο ας ψάξουν.
ΟΡΕ. Τι δίχτυ πάλι μου ᾽στησε ο χρησμός σου,
ω Φοίβε, αφού, σκοτώνοντας τη μάνα,
του πατέρα μου πήρα πίσω το αίμα,
κι από τις Ερινύες κυνηγημένος,
80 μια αυτές μια κείνες, μύριους πήρα δρόμους
κι εξόριστος παράδειρα στα ξένα;
Πήγα σ᾽ εσέ, ρωτώντας με ποιόν τρόπο
θα ᾽βαζα κάποιο τέρμα στη μανία,
που να τρέχω με κένταε, και στους κόπους
που τραβούσα γυρνώντας την Ελλάδα.
Στη χώρα είπες εσύ να ᾽ρθω των Ταύρων,
εδώ που η αδερφή σου η Άρτεμη έχει
βωμό, και το άγαλμά της, που απ᾽ τα ουράνια,
έπεσε, ως λένε, στο ναό, να πάρω
με πονηριά ή αλλιώς, όπως μπορέσω·
κι αφού τελειώσω το επικίνδυνο έργο,
90 στων Αθηναίων τη χώρα να το δώσω·
δεν είπες τίποτ᾽ άλλο· αυτά όταν κάμω,
ξανάσαση θα βρω στα βάσανά μου.
Σ᾽ άκουσα κι ήρθα εδώ, σ᾽ άγνωστη χώρα
κι αφιλόξενη. Τώρα εσέ, Πυλάδη,
ρωτώ —είσ᾽ εσύ ο βοηθός μου στο έργο τούτο—·
τί θα κάμουμε; Οι τοίχοι ολόγυρα είναι,
βλέπεις, ψηλοί· να σκαρφαλώσουμε ίσως
στη στέγη; Αυτό μπορεί κρυφά να γίνει;
Ή με λοστούς τις μπρούντζινες αμπάρες
σπώντας... μα ανίδεοι είμαστε για τέτοια.
100 Κι αν μας πιάσουν ν᾽ ανοίγουμε την πόρτα
και με δόλο να θέλουμε να μπούμε,
θα μας σκοτώσουν. Πριν το πάθουμε, έλα
πάμε στο πλοίο που εδώ μας έχει φέρει.
ΠΥΛ. Να φύγουμε; Απαράδεχτο· δεν είναι
συνήθεια μας· δεν πρέπει από δειλία
ν᾽ αφήσουμε θεϊκό χρησμό να πέσει·
μα πάμε, απ᾽ το ναό μακριά, σε σπήλιο
δαρμένο απ᾽ του γιαλού το μαύρο κύμα
να κρυφτούμε, πιο πέρ᾽ απ᾽ το καράβι,
μην τύχει και το δει κανείς, και τότε
το πει στο βασιλιά τους και μας πιάσουν·
110 και της θαμπής σα φτάσει νύχτας η όψη,
πρέπει ν᾽ αποκοτήσουμε, με κάθε
τρόπο, το ξύλινο άγαλμα από μέσα
απ᾽ το ναό να πάρουμε. Γιά κοίτα
που, ανάμεσ᾽ απ᾽ τα τρίγλυφα, έχει μέρος
να κατεβούμε· τολμηροί στους κόπους
οι αντρείοι, ενώ οι δειλοί είν᾽ ανάξιοι σε όλα.
ΟΡΕ. Δεν περάσαμε αλήθεια τόσο πέλαο,
για να κάμουμε πίσω μπρος στο τέρμα.
Σωστά μιλείς, σ᾽ ακούω· σε μέρος όπου
δε θα μας δούνε πάμε να κρυφτούμε.
120 Δε θα ᾽μαι εγώ η αιτία, ο θείος ο λόγος
ανώφελος να πέσει. Τόλμη! Οι νέοι
δε βρίσκουν αφορμές μπρος σε όποιο αγώνα.