θεσπεσίῳ ἀλαλητῷ ὑφ᾽ Ἕκτορος ἀνδροφόνοιο
150 φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο.
οὐδέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶ
ἐκ βελέων ἐρύσαντο νέκυν, θεράποντ᾽ Ἀχιλῆος·
αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποι
Ἕκτωρ τε Πριάμοιο πάϊς, φλογὶ εἴκελος ἀλκήν.
155 τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρ
ἑλκέμεναι μεμαώς, μέγα δὲ Τρώεσσιν ὁμόκλα·
τρὶς δὲ δύ᾽ Αἴαντες, θοῦριν ἐπιειμένοι ἀλκήν,
νεκροῦ ἀπεστυφέλιξαν· ὁ δ᾽ ἔμπεδον ἀλκὶ πεποιθὼς
ἄλλοτ᾽ ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δ᾽ αὖτε
160 στάσκε μέγα ἰάχων· ὀπίσω δ᾽ οὐ χάζετο πάμπαν.
ὡς δ᾽ ἀπὸ σώματος οὔ τι λέοντ᾽ αἴθωνα δύνανται
ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι,
ὥς ῥα τὸν οὐκ ἐδύναντο δύω Αἴαντε κορυστὰ
Ἕκτορα Πριαμίδην ἀπὸ νεκροῦ δειδίξασθαι.
165 καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,
εἰ μὴ Πηλεΐωνι ποδήνεμος ὠκέα Ἶρις
ἄγγελος ἦλθε θέουσ᾽ ἀπ᾽ Ὀλύμπου θωρήσσεσθαι,
κρύβδα Διὸς ἄλλων τε θεῶν· πρὸ γὰρ ἧκέ μιν Ἥρη.
ἀγχοῦ δ᾽ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
170 «ὄρσεο, Πηλεΐδη, πάντων ἐκπαγλότατ᾽ ἀνδρῶν·
Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴ
ἕστηκε πρὸ νεῶν· οἱ δ᾽ ἀλλήλους ὀλέκουσιν
οἱ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος,
οἱ δὲ ἐρύσσασθαι ποτὶ Ἴλιον ἠνεμόεσσαν
175 Τρῶες ἐπιθύουσι· μάλιστα δὲ φαίδιμος Ἕκτωρ
ἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε
πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθ᾽ ἁπαλῆς ἀπὸ δειρῆς.
ἀλλ᾽ ἄνα, μηδ᾽ ἔτι κεῖσο· σέβας δέ σε θυμὸν ἱκέσθω
Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι·
180 σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ.»
Τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·
«Ἶρι θεά, τίς γάρ σε θεῶν ἐμοὶ ἄγγελον ἧκε;»
Τὸν δ᾽ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·
«Ἥρη με προέηκε, Διὸς κυδρὴ παράκοιτις·
185 οὐδ᾽ οἶδε Κρονίδης ὑψίζυγος οὐδέ τις ἄλλος
ἀθανάτων, οἳ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται.»
Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
«πῶς τ᾽ ἂρ᾽ ἴω μετὰ μῶλον; ἔχουσι δὲ τεύχεα κεῖνοι·
μήτηρ δ᾽ οὔ με φίλη πρίν γ᾽ εἴα θωρήσσεσθαι,
190 πρίν γ᾽ αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι·
στεῦτο γὰρ Ἡφαίστοιο πάρ᾽ οἰσέμεν ἔντεα καλά.
ἄλλου δ᾽ οὔ τευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω,
εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο.
ἀλλὰ καὶ αὐτὸς ὅ γ᾽, ἔλπομ᾽, ἐνὶ πρώτοισιν ὁμιλεῖ,
195 ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος.»
Τὸν δ᾽ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·
«εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι κλυτὰ τεύχε᾽ ἔχονται·
ἀλλ᾽ αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι,
αἴ κέ σ᾽ ὑποδείσαντες ἀπόσχωνται πολέμοιο
200 Τρῶες, ἀναπνεύσωσι δ᾽ ἀρήϊοι υἷες Ἀχαιῶν
τειρόμενοι· ὀλίγη δέ τ᾽ ἀνάπνευσις πολέμοιο.»

***
Και ωστόσο με φρικτές κραυγές των Αχαιών τα πλήθη,καθώς τους έβαλεν εμπρός ο ανθρωποφόνος Έκτωρ,
150 έπεσαν εις τες πρύμνες τους, στην αύραν του Ελλησπόντου.
Ουδέ θα επαίρναν οι Αχαιοί το σώμα του Πατρόκλου
από τ᾽ ακόντια, τον νεκρόν του φίλου του Πηλείδη.
Ότ᾽ είχαν φθάσει επάνω του πλήθος ανδρών και ίππων
και ωσάν την φλόγα ορμητικός ο Πριαμίδης Έκτωρ.
155 Και από τα πόδια τρεις φορές τον άδραξεν ο Έκτωρ
και προς τους Τρώας κραύγαζε να ορμήσουν να τον πάρουν,
και τρεις φορές οι Αίαντες ντυμένοι ανδραγαθίαν,
τον τίναξαν απ᾽ τον νεκρόν· και ακλόνητος εκείνος
στην μάχην πότ᾽ εχύνετο και πότ᾽ εσταματούσε
160 κραυγάζοντας, αλλά ποτέ δεν έκανε τα οπίσω.
Και όπως λιοντάρι πύρινο, της πείνας λυσσασμένο,
βοσκοί να διώξουν δεν μπορούν από πεσμένο σώμα,
παρόμοια δεν κατόρθωνεν η ανδρεία των Αιάντων
τον Έκτορ᾽ από τον νεκρόν ποσώς ν᾽ απομακρύνουν
165 κι είχε τον σύρει δοξαστός να γίνει στον αιώνα.
Αλλ᾽ έτρεξε απ᾽ τον Όλυμπον η ανεμόποδ᾽ Ίρις
στον Αχιλλέα να του ειπεί στον πόλεμο να ορμήσει,
που απ᾽ όλους τους θεούς κρυφά και ακόμη από τον Δία
η Ήρα την απόστειλε· σιμά του εστάθη κι είπε:
170 «Σήκω, Πηλείδη, ω τρομερέ, και δράμε του Πατρόκλου
βοηθός, οπού χάριν αυτού κακή κρατείται μάχη
στες πρύμνες και αντισφάζονται τα πλήθη των ανδρείων.
Μάχονται οι πρώτοι τον νεκρόν απ᾽ τους εχθρούς να σώσουν
και οι Τρώες εις την Ίλιον λυσσούν να τ᾽ ανεβάσουν
175 και να τον σύρει λαχταρεί πρώτος ο μέγας Έκτωρ,
και από τον απαλόν λαιμόν να κόψει το κεφάλι
κι έπειτα εκεί στων πύργων του τα ξύλα να το στήσει.
Αλλά σηκώσου, μη σταθείς· ας σε κινήσει σέβας,
τον Πάτροκλόν σου μη χαρούν οι σκύλοι της Τρωάδος.
180 Και αν ο νεκρός ατιμασθεί, θα ᾽ναι όνειδος δικό σου».
Ο γοργοπόδης Αχιλλεύς σ᾽ αυτήν αντείπε ο θείος:
«Ίρι θεά, ποιος των θεών σ᾽ έστειλ᾽ εδώ μηνύτραν; »
Σ᾽ εκείνον τότε απάντησεν η ανεμόποδ᾽ Ίρις:
«Η δέσποιν᾽ Ήρα μ᾽ έστειλεν η σύγκλινη του Δία·
185 και δεν το ξεύρει μήτ᾽ ο Ζευς μήτε κανείς των άλλων
θεών που οικούν στες κορυφές του χιονισμένου Ολύμπου».
Και ο γοργοπόδης Αχιλλεύς της αποκρίθη ο θείος:
«Και πώς θα πάω στον πόλεμον; Τ᾽ άρματα εκείνοι επήραν.
Κι εμένα είπε η μητέρα μου να μην εβγώ στην μάχην
190 πριν την ιδούν τα μάτια μου εδώ να γύρει οπίσω·
ότι άρματ᾽ απ᾽ τον Ήφαιστον θαρρεί να φέρει ωραία.
Ούδ᾽ άλλου ξέρω αρματωσιά ν᾽ αρμόζει εγώ να ζώσω
ή την ασπίδα οπού φορεί ο Τελαμώνιος Αίας.
Αλλά κι εκείνος προμαχεί, θαρρώ, μες στον αγώνα
195 τον πεθαμένον Πάτροκλον να σώσει από τους Τρώας».
«Καλώς γνωρίζομε κι εμείς», του απάντησεν η Ίρις,
«πού τ᾽ άρματα τα ολόλαμπρα κρατούνται, αλλ᾽ όπως είσαι
πήγαινε προς τον χάντακα, φανίσου εκεί των Τρώων,
ίσως αυτοί σε φοβηθούν και από την μάχην παύσουν
200 και ξανασάνουν οι Αχαιοί απ᾽ τον βαρύν αγώνα.
Και το μικρό ξανάσαμα στον πόλεμον αξίζει».