καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα·
«Σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων,
οἵ τε θεαῖς ἀγάασθε παρ᾽ ἀνδράσιν εὐνάζεσθαι
120 ἀμφαδίην, ἤν τίς τε φίλον ποιήσετ᾽ ἀκοίτην.
ὣς μὲν ὅτ᾽ Ὠρίων᾽ ἕλετο ῥοδοδάκτυλος Ἠώς,
τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες,
ἧος ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ
οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν.
125 ὣς δ᾽ ὁπότ᾽ Ἰασίωνι ἐϋπλόκαμος Δημήτηρ,
ᾧ θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇ
νειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστος
Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ.
ὣς δ᾽ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι.
130 τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα
οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ
Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
ἔνθ᾽ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
τὸν δ᾽ ἄρα δεῦρ᾽ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
135 τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον
θήσειν ἀθάνατον καὶ ἀγήρων ἤματα πάντα.
ἀλλ᾽ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθ᾽ ἁλιῶσαι,
ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,
140 πόντον ἐπ᾽ ἀτρύγετον. πέμψω δέ μιν οὔ πῃ ἐγώ γε·
οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
οἵ κέν μιν πέμποιεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης.
αὐτάρ οἱ πρόφρων ὑποθήσομαι οὐδ᾽ ἐπικεύσω,
ὥς κε μάλ᾽ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται.»
145 Τὴν δ᾽ αὖτε προσέειπε διάκτορος ἀργειφόντης·
«οὕτω νῦν ἀπόπεμπε, Διὸς δ᾽ ἐποπίζεο μῆνιν,
μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.»
Ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργειφόντης·
ἡ δ᾽ ἐπ᾽ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη
150 ἤϊ᾽, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.
τὸν δ᾽ ἄρ᾽ ἐπ᾽ ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτ᾽ ὄσσε
δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν
νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη.
ἀλλ᾽ ἦ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ
155 ἐν σπέσσι γλαφυροῖσι παρ᾽ οὐκ ἐθέλων ἐθελούσῃ·
ἤματα δ᾽ ἂμ πέτρῃσι καὶ ἠϊόνεσσι καθίζων
δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων
πόντον ἐπ᾽ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
ἀγχοῦ δ᾽ ἱσταμένη προσεφώνεε δῖα θεάων·
160 «Κάμμορε, μή μοι ἔτ᾽ ἐνθάδ᾽ ὀδύρεο, μηδέ τοι αἰὼν
φθινέτω· ἤδη γάρ σε μάλα πρόφρασσ᾽ ἀποπέμψω.
ἀλλ᾽ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ
εὐρεῖαν σχεδίην· ἀτὰρ ἴκρια πῆξαι ἐπ᾽ αὐτῆς
ὑψοῦ, ὥς σε φέρῃσιν ἐπ᾽ ἠεροειδέα πόντον.
165 αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν
ἐνθήσω μενοεικέ᾽, ἅ κέν τοι λιμὸν ἐρύκοι,
εἵματά τ᾽ ἀμφιέσω, πέμψω δέ τοι οὖρον ὄπισθεν,
ὥς κε μάλ᾽ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι,
αἴ κε θεοί γ᾽ ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
170 οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε.»

***
Ρίγησε η Καλυψώ, ακούγοντας τον λόγο του.Ύστερα μίλησε, και πέταξαν τα λόγια της σαν τα πουλιά:
«Άσπλαχνοι και ζηλόφθονοι θεοί, σ᾽ αυτό είστε πρώτοι!
Ω, δεν ανέχεστε θεές που φανερά πλαγιάζουν με θνητούς,
120 αν κάποια στο κρεβάτι της τον πάρει ταίρι ν᾽ αγαπηθεί μαζί του.
Όταν η ροδοδάχτυλη Αυγή διάλεξε τον Ωρίωνα,
θεοί εσείς της ευτυχίας, φθονήσατε την τύχη της, ώσπου
στην Ορτυγία η Άρτεμη, άσπιλη και χρυσόθρονη,
τον σκότωσε, ρίχνοντας καταπάνω του τα βέλη της πυκνά.
Παρόμοια κι όταν η καρδιά της Δήμητρας με τους ωραίους πλοκάμους
στον πόθο του Ιάσιου λύγισε, και πλάγιασε ν᾽ αγαπηθεί μαζί του σε χωράφι
που, πριν το σπείρουν, τρεις φορές το οργώνουν,
ούτε και τότε ο Ζευς έμεινε απληροφόρητος·
τον κεραυνώνει φλογερό το αστροπελέκι του.
Έτσι και τώρα πέφτει ο φθόνος σας σ᾽ εμένα που έχω κοντά μου ένα θνητό.
Κι όμως εγώ τον έσωσα, την ώρα που πιασμένος σε καρίνα
130 πάλευε μόνος με τα κύματα,
αφού το γρήγορο καράβι του ο Δίας το τσάκισε με τον πυρφόρο κεραυνό του
καταμεσής στο μαύρο πέλαγο. Οι άλλοι, ξακουστοί συντρόφοι του,
όλοι τους έσβησαν και πάνε, κι αυτόν μονάχα
κύμα κι άνεμος τον έφεραν εδώ.
Κι εγώ τον υποδέχτηκα μ᾽ αγάπη και τον έθρεψα, λογάριαζα
να γίνει αθάνατος για πάντα και να μείνει αγέραστος.
Όμως, όπως το λες, την εντολή του Δία, που έχει σκουτάρι τη βροντή του,
άλλος θεός δεν τόλμησε να παραβεί ποτέ και να χαλάσει. Ας πάει λοιπόν
να δέρνεται, όπως εντέλλεται εκείνος και προστάζει,
στο άκαρπο πέλαγος. Δεν είμαι εγώ
140 που την πομπή του θα ετοιμάσω, δεν έχω καράβια και κουπιά
και ναυτικούς συντρόφους που θα μπορούσαν να τον συντροφέψουν
πάνω στη ράχη την πλατιά της θάλασσας. Είμαι ωστόσο πρόθυμη
στο να τον συμβουλεύσω, δεν θα του κρύψω τίποτε,
πώς να γυρίσει στην πατρίδα του χωρίς μεγάλη βλάβη.»
Της αποκρίνεται ο Ερμής, ψυχοπομπός κι αργοφονιάς:
«Άσ᾽ τον να φύγει, όπως το λες. Φυλάξου από την οργή του Δία,
μήπως μια μέρα πέσει πάνω σου το βάρος του θυμού του.»
Μίλησε κι αναχώρησε ο κρατερός Αργοφονιάς. Κι εκείνη, σεβαστή νεράιδα,
150 πήγε να βρει τον μεγαλόψυχο Οδυσσέα, στην προσταγή του Δία υπάκουη.
Τον βρήκε εκεί να κάθεται στο περιγιάλι, ούτε στιγμή δεν στέγνωναν
τα μάτια του απ᾽ το κλάμα, έλιωνε η γλυκιά ζωή του
απ᾽ τον καημό του γυρισμού, κι οδύρονταν,
αφού καμιά χαρά δεν του έδινε τώρα η νεράιδα.
Τις νύχτες αν κοιμότανε μαζί της στο βάθος της σπηλιάς,
το ᾽κανε απ᾽ ανάγκη· το ᾽θελε εκείνη, εκείνος όχι.
Τις μέρες όμως τις περνούσε κρεμασμένος σε βράχια κι ακρωτήρια,
τα σωθικά του τρώγοντας με δάκρυα, στεναγμούς και λύπες,
με μάτια βουρκωμένα, στυλωμένα πάντα στο άκαρπο πέλαγος.
Κοντά του στάθηκε αρχοντική η θεά και τον προσφώνησε:
160 «Δύσμοιρε, δεν έχεις λόγο πια να οδύρεσαι, να χαραμίζεις
τη ζωή σου με το κλάμα. Το πήρα απόφαση, θα σε κατευοδώσω.
Εμπρός λοιπόν, πελέκησε μακριά μαδέρια, συνάρμοσέ τα
με καρφιά και φτιάξε μια σχεδία πλατιά· στήριξε πάνω της
ψηλά δοκάρια, να σε ταξιδέψει στο γαλάζιο πέλαγος.
Εγώ σου δίνω ψωμί, νερό και κόκκινο κρασί, να ᾽χεις να ζεις,
να μην πεθάνεις απ᾽ την πείνα.
Κι ακόμη ρούχα θα σε ντύσω και πίσω σου θα στείλω ούριο άνεμο,
ώστε να φτάσεις στην πατρίδα σου χωρίς μεγάλη βλάβη,
αν βέβαια το θελήσουν και οι ουράνιοι θεοί,
170 όσοι με ξεπερνούν στη γνώση και στην πράξη.»