δαίμων ἄμεινον ἢ ᾽μὲ φρουρήσας τύχοι.
1480 ὦ τέκνα, ποῦ ποτ᾽ ἐστέ; δεῦρ᾽ ἴτ᾽, ἔλθετε
ὡς τὰς ἀδελφὰς τάσδε τὰς ἐμὰς χέρας,
αἳ τοῦ φυτουργοῦ πατρὸς ὑμὶν ὧδ᾽ ὁρᾶν
τὰ πρόσθε λαμπρὰ προυξένησαν ὄμματα·
ὃς ὑμίν, ὦ τέκν᾽, οὔθ᾽ ὁρῶν οὔθ᾽ ἱστορῶν
1485 πατὴρ ἐφάνθην ἔνθεν αὐτὸς ἠρόθην.
καὶ σφὼ δακρύω· προσβλέπειν γὰρ οὐ σθένω·
νοούμενος τὰ λοιπὰ τοῦ πικροῦ βίου,
οἷον βιῶναι σφὼ πρὸς ἀνθρώπων χρεών.
ποίας γὰρ ἀστῶν ἥξετ᾽ εἰς ὁμιλίας,
1490 ποίας δ᾽ ἑορτάς, ἔνθεν οὐ κεκλαυμέναι
πρὸς οἶκον ἵξεσθ᾽ ἀντὶ τῆς θεωρίας;
ἀλλ᾽ ἡνίκ᾽ ἂν δὴ πρὸς γάμων ἥκητ᾽ ἀκμάς,
τίς οὗτος ἔσται, τίς παραρρίψει, τέκνα,
τοιαῦτ᾽ ὀνείδη λαμβάνειν, ἃ τοῖς ἐμοῖς
1495 γονεῦσιν ἔσται σφῷν θ᾽ ὁμοῦ δηλήματα;
τί γὰρ κακῶν ἄπεστι; τὸν πατέρα πατὴρ
ὑμῶν ἔπεφνε· τὴν τεκοῦσαν ἤροσεν,
ὅθεν περ αὐτὸς ἐσπάρη, κἀκ τῶν ἴσων
ἐκτήσαθ᾽ ὑμᾶς, ὧνπερ αὐτὸς ἐξέφυ.
1500 τοιαῦτ᾽ ὀνειδιεῖσθε. κᾆτα τίς γαμεῖ;
οὐκ ἔστιν οὐδείς, ὦ τέκν᾽, ἀλλὰ δηλαδὴ
χέρσους φθαρῆναι κἀγάμους ὑμᾶς χρεών.
ὦ παῖ Μενοικέως, ἀλλ᾽ ἐπεὶ μόνος πατὴρ
τούτοιν λέλειψαι, νὼ γάρ, ὣ ᾽φυτεύσαμεν,
1505 ὀλώλαμεν δύ᾽ ὄντε, μή σφε δὴ παρῇς
πτωχὰς ἀνάνδρους ἐγγενεῖς ἀλωμένας,
μηδ᾽ ἐξισώσῃς τάσδε τοῖς ἐμοῖς κακοῖς.
ἀλλ᾽ οἴκτισόν σφας, ὧδε τηλικάσδ᾽ ὁρῶν
πάντων ἐρήμους, πλὴν ὅσον τὸ σὸν μέρος.
1510 ξύννευσον, ὦ γενναῖε, σῇ ψαύσας χερί.
σφῷν δ᾽, ὦ τέκν᾽, εἰ μὲν εἰχέτην ἤδη φρένας,
πόλλ᾽ ἂν παρῄνουν· νῦν δὲ τοῦτ᾽ εὔχεσθέ μοι,
οὗ καιρὸς αἰεὶ ζῆν, βίου δὲ λῴονος
ὑμᾶς κυρῆσαι τοῦ φυτεύσαντος πατρός.
1480 ὦ τέκνα, ποῦ ποτ᾽ ἐστέ; δεῦρ᾽ ἴτ᾽, ἔλθετε
ὡς τὰς ἀδελφὰς τάσδε τὰς ἐμὰς χέρας,
αἳ τοῦ φυτουργοῦ πατρὸς ὑμὶν ὧδ᾽ ὁρᾶν
τὰ πρόσθε λαμπρὰ προυξένησαν ὄμματα·
ὃς ὑμίν, ὦ τέκν᾽, οὔθ᾽ ὁρῶν οὔθ᾽ ἱστορῶν
1485 πατὴρ ἐφάνθην ἔνθεν αὐτὸς ἠρόθην.
καὶ σφὼ δακρύω· προσβλέπειν γὰρ οὐ σθένω·
νοούμενος τὰ λοιπὰ τοῦ πικροῦ βίου,
οἷον βιῶναι σφὼ πρὸς ἀνθρώπων χρεών.
ποίας γὰρ ἀστῶν ἥξετ᾽ εἰς ὁμιλίας,
1490 ποίας δ᾽ ἑορτάς, ἔνθεν οὐ κεκλαυμέναι
πρὸς οἶκον ἵξεσθ᾽ ἀντὶ τῆς θεωρίας;
ἀλλ᾽ ἡνίκ᾽ ἂν δὴ πρὸς γάμων ἥκητ᾽ ἀκμάς,
τίς οὗτος ἔσται, τίς παραρρίψει, τέκνα,
τοιαῦτ᾽ ὀνείδη λαμβάνειν, ἃ τοῖς ἐμοῖς
1495 γονεῦσιν ἔσται σφῷν θ᾽ ὁμοῦ δηλήματα;
τί γὰρ κακῶν ἄπεστι; τὸν πατέρα πατὴρ
ὑμῶν ἔπεφνε· τὴν τεκοῦσαν ἤροσεν,
ὅθεν περ αὐτὸς ἐσπάρη, κἀκ τῶν ἴσων
ἐκτήσαθ᾽ ὑμᾶς, ὧνπερ αὐτὸς ἐξέφυ.
1500 τοιαῦτ᾽ ὀνειδιεῖσθε. κᾆτα τίς γαμεῖ;
οὐκ ἔστιν οὐδείς, ὦ τέκν᾽, ἀλλὰ δηλαδὴ
χέρσους φθαρῆναι κἀγάμους ὑμᾶς χρεών.
ὦ παῖ Μενοικέως, ἀλλ᾽ ἐπεὶ μόνος πατὴρ
τούτοιν λέλειψαι, νὼ γάρ, ὣ ᾽φυτεύσαμεν,
1505 ὀλώλαμεν δύ᾽ ὄντε, μή σφε δὴ παρῇς
πτωχὰς ἀνάνδρους ἐγγενεῖς ἀλωμένας,
μηδ᾽ ἐξισώσῃς τάσδε τοῖς ἐμοῖς κακοῖς.
ἀλλ᾽ οἴκτισόν σφας, ὧδε τηλικάσδ᾽ ὁρῶν
πάντων ἐρήμους, πλὴν ὅσον τὸ σὸν μέρος.
1510 ξύννευσον, ὦ γενναῖε, σῇ ψαύσας χερί.
σφῷν δ᾽, ὦ τέκν᾽, εἰ μὲν εἰχέτην ἤδη φρένας,
πόλλ᾽ ἂν παρῄνουν· νῦν δὲ τοῦτ᾽ εὔχεσθέ μοι,
οὗ καιρὸς αἰεὶ ζῆν, βίου δὲ λῴονος
ὑμᾶς κυρῆσαι τοῦ φυτεύσαντος πατρός.
***
ΟΙΔ. Να ζεις ευτυχισμένος.Συνάντησα τις κόρες μου
και το θεό παρακαλώ
να σε φυλάει
όχι καθώς εμένα φύλαξε.
1480 Πού είστε, θυγατέρες μου;
Ελάτε, ζυγώστε σιμά μου·
αγγίξτε τα χέρια του αδερφού σας
που του πατέρα που σας έσπειρε
τα φωτεινά σκοτείνιασε τα μάτια.
Ανίδεος, αθώος και τυφλός
σας έσπειρα, παιδιά μου,
στη γη απ᾽ όπου φύτρωσα.
Δακρύζω, μα δεν μπορώ να σας δω.
Πικρό στοχάζομαι το μέλλον
που σας καρτερεί
και την αβίωτη ζωή
μες στων ανθρώπων τη βοή.
Πώς θ᾽ ανταμώνετε
στην αγορά τους πατριώτες σας,
1490 πώς θα πηγαίνετε προσκυνητές
στα πανηγύρια,
αφού στο σπίτι θα γυρίζετε
δακρύζοντας χωρίς τη χαρά της γιορτής.
Κι όταν στην ώρα φτάσετε του γάμου,
ποιός θα τολμήσει, κόρες μου, ποιός θα βρεθεί
να πάρει νύφη την ντροπή
που θα σας αφανίσει,
όπως και τους δικούς μου τους γονιούς αφάνισε.
Ποιός κλήρος δυστυχίας δε σας έλαχε;
Ο πατέρας σας τον πατέρα του σκότωσε·
όργωσε τη μητέρα που τον γέννησε
κι από τη μήτρα της φυτρώσαν
τα παιδιά του.
1500 Έτσι θα σας χλευάζουν.
Ποιός θα σας παντρευτεί;
Κανείς, παιδιά μου.
Είναι γραμμένο να μαραζώσετε
ανύμφευτες, χωρίς παιδιά.
Του Μενοικέως γιε,
εσύ μοναδικός απέμεινες πατέρας τους·
εμείς οι δυο που τις γεννήσαμε,
χαθήκαμε κι οι δυο.
Μην τις αφήσεις να χαθούν,
φτωχές κι ανύπαντρες οι ανιψιές σου.
Ας μη γευτούν τις συμφορές που γεύτηκα.
Λυπήσου τες και δες την ερημιά τους.
Δεν έχουν άλλο στήριγμα.
1510 Ω, σφίξε την καρδιά σου, ευγενική ψυχή,
κι άσε ν᾽ αγγίξω το χέρι σου.
Εσείς θ᾽ ακούγατε, παιδιά μου, τις παραινέσεις μου,
αν είχατε τα χρόνια και την πείρα.
Τώρα σας εύχομαι να ζείτε
με τους ανέμους των καιρών.
Κι ο βίος που σας καρτερεί
να ᾽ναι καλύτερος
απ᾽ τον καταραμένο βίο του πατρός σας.