420 ἔντερα χερσὶν ἔχοντα, λιαζόμενον ποτὶ γαίῃ,
κάρ ῥά οἱ ὀφθαλμῶν κέχυτ᾽ ἀχλύς· οὐδ᾽ ἄρ᾽ ἔτ᾽ ἔτλη
δηρὸν ἑκὰς στρωφᾶσθ᾽, ἀλλ᾽ ἀντίος ἦλθ᾽ Ἀχιλῆϊ
ὀξὺ δόρυ κραδάων, φλογὶ εἴκελος· αὐτὰρ Ἀχιλλεὺς
ὡς εἶδ᾽, ὣς ἀνεπᾶλτο, καὶ εὐχόμενος ἔπος ηὔδα·
425 «ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστ᾽ ἐσεμάσσατο θυμόν,
ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον· οὐδ᾽ ἂν ἔτι δὴν
ἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας.»
Ἦ, καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν Ἕκτορα δῖον·
«ἆσσον ἴθ᾽, ὥς κεν θᾶσσον ὀλέθρου πείραθ᾽ ἵκηαι.»
430 Τὸν δ᾽ οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ·
«Πηλεΐδη, μὴ δή μ᾽ ἐπέεσσί γε νηπύτιον ὣς
ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς
ἠμὲν κερτομίας ἠδ᾽ αἴσυλα μυθήσασθαι.
οἶδα δ᾽ ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων.
435 ἀλλ᾽ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,
αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι
δουρὶ βαλών, ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν.»
Ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δόρυ, καὶ τό γ᾽ Ἀθήνη
πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο,
440 ἦκα μάλα ψύξασα· τὸ δ᾽ ἂψ ἵκεθ᾽ Ἕκτορα δῖον,
αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν. αὐτὰρ Ἀχιλλεὺς
ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων,
σμερδαλέα ἰάχων· τὸν δ᾽ ἐξήρπαξεν Ἀπόλλων
ῥεῖα μάλ᾽ ὥς τε θεός, ἐκάλυψε δ᾽ ἄρ᾽ ἠέρι πολλῇ.
445 τρὶς μὲν ἔπειτ᾽ ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺς
ἔγχεϊ χαλκείῳ, τρὶς δ᾽ ἠέρα τύψε βαθεῖαν.
ἀλλ᾽ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
δεινὰ δ᾽ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·
«ἐξ αὖ νῦν ἔφυγες θάνατον, κύον· ἦ τέ τοι ἄγχι
450 ἦλθε κακόν· νῦν αὖτέ σ᾽ ἐρύσατο Φοῖβος Ἀπόλλων,
ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.
ἦ θήν σ᾽ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,
εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.
νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.»
455 Ὣς εἰπὼν Δρύοπ᾽ οὖτα κατ᾽ αὐχένα μέσσον ἄκοντι·
ἤριπε δὲ προπάροιθε ποδῶν· ὁ δὲ τὸν μὲν ἔασε,
Δημοῦχον δὲ Φιλητορίδην, ἠΰν τε μέγαν τε,
κὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε. τὸν μὲν ἔπειτα
οὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν·
460 αὐτὰρ ὁ Λαόγονον καὶ Δάρδανον, υἷε Βίαντος,
ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε,
τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας.
Τρῶα δ᾽ Ἀλαστορίδην, ― ὁ μὲν ἀντίος ἤλυθε γούνων,
εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη,
465 μηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας,
νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν·
οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδ᾽ ἀγανόφρων,
ἀλλὰ μάλ᾽ ἐμμεμαώς· ὁ μὲν ἥπτετο χείρεσι γούνων
ἱέμενος λίσσεσθ᾽, ὁ δὲ φασγάνῳ οὖτα καθ᾽ ἧπαρ·
470 ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατ᾽ αὐτοῦ
κόλπον ἐνέπλησεν· τὸν δὲ σκότος ὄσσε κάλυψε
θυμοῦ δευόμενον· ὁ δὲ Μούλιον οὖτα παραστὰς
δουρὶ κατ᾽ οὖς· εἶθαρ δὲ δι᾽ οὔατος ἦλθ᾽ ἑτέροιο
αἰχμὴ χαλκείη· ὁ δ᾽ Ἀγήνορος υἱὸν Ἔχεκλον
475 μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι,
πᾶν δ᾽ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατ᾽ ὄσσε
ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
Δευκαλίωνα δ᾽ ἔπειθ᾽, ἵνα τε ξυνέχουσι τένοντες
ἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν
480 αἰχμῇ χαλκείῃ· ὁ δέ μιν μένε χεῖρα βαρυνθείς,
πρόσθ᾽ ὁρόων θάνατον· ὁ δὲ φασγάνῳ αὐχένα θείνας
τῆλ᾽ αὐτῇ πήληκι κάρη βάλε· μυελὸς αὖτε
σφονδυλίων ἔκπαλθ᾽, ὁ δ᾽ ἐπὶ χθονὶ κεῖτο τανυσθείς.
αὐτὰρ ὁ βῆ ῥ᾽ ἰέναι μετ᾽ ἀμύμονα Πείρεω υἱόν,
485 ῾Ρίγμον, ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει·
τὸν βάλε μέσσον ἄκοντι, πάγη δ᾽ ἐν νηδύϊ χαλκός,
ἤριπε δ᾽ ἐξ ὀχέων· ὁ δ᾽ Ἀρηΐθοον θεράποντα
ἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶ
νύξ᾽, ἀπὸ δ᾽ ἅρματος ὦσε· κυκήθησαν δέ οἱ ἵπποι.
490 Ὡς δ᾽ ἀναμαιμάει βαθέ᾽ ἄγκεα θεσπιδαὲς πῦρ
οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη,
πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει,
ὣς ὅ γε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος,
κτεινομένους ἐφέπων· ῥέε δ᾽ αἵματι γαῖα μέλαινα.
495 ὡς δ᾽ ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους
τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ,
ῥίμφα τε λέπτ᾽ ἐγένοντο βοῶν ὑπὸ πόσσ᾽ ἐριμύκων,
ὣς ὑπ᾽ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι
στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας· αἵματι δ᾽ ἄξων
500 νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,
ἃς ἄρ᾽ ἀφ᾽ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
αἵ τ᾽ ἀπ᾽ ἐπισσώτρων· ὁ δὲ ἵετο κῦδος ἀρέσθαι
Πηλεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.
***
Άμ᾽ είδε τον αυτάδελφον Πολύδωρον ο Έκτωρ420 χάμω στην γην να στρέφεται με τ᾽ άντερα στα χέρια,
θάμπωμα του ᾽λθε και μακράν ακόμη να γυρίζει
δεν έστερξε, αλλ᾽ εχύθηκεν επάνω στον Πηλείδην
ωσάν φωτιά, τινάζοντας την λόγχην· και ως τον είδε
ο Αχιλλέας εσκίρτησε και υπερηφάνως είπε:
425 «Κοντά ᾽ναι αυτός που μ᾽ έκαψε στα σπλάχνα, οπού τον φίλο
τον ποθητόν μού εφόνευσε· και ο ένας απ᾽ τον άλλον
πλέον δεν θα κρυβόμασθε στες δίπλες του πολέμου».
Και μ᾽ άγριο βλέμμα εκοίταξε τον Έκτορα και του ᾽πε:
«Πλησίασε, ταχύτερα να ιδείς τον όλεθρόν σου».
430 Και ατρόμητος του απάντησεν ο λοφοσείστης Έκτωρ:
«Μη ωσάν ανήλικο παιδί με λόγια εμέ να σκιάξεις,
Πηλείδη, ελπίσεις· επειδή κι εγώ καλά γνωρίζω
πειρακτικά πικρότατα παρόμοια να προφέρω.
Ότ᾽ είσαι ανδρείος κι είμ᾽ εγώ πολύ κατώτερός σου,
435 το ξεύρω, αλλά στην δύναμιν των αθανάτων μένει
εάν και αδυνατότερος ως είμαι, την ζωήν σου
θα σβήσει τούτ᾽ η λόγχη μου, ότι και αυτή πληγώνει».
Είπε, την λόγχην τιναχτά ρίχνει, και από το στήθος
του Αχιλλέως η Αθηνά την έγυρεν οπίσω
440 με σιγανή φυσηματιά· κι εγύρισεν η λόγχη
κι έπεσ᾽ εμπρός στου Έκτορος τα πόδια και ο Πηλείδης
του εχύθη επάνω ακράτητος με ορμήν να τον φονεύσει
κραυγάζοντας τρομακτικά· αλλ᾽ άρπαξεν ο Φοίβος
τον Έκτορ᾽ εύκολα ως θεός κι εσκέπασε με ομίχλην·
445 και τρεις του ετράβηξε φορές την λόγχην ο Πηλείδης
και τρεις φορές εκτύπησε τον σκοτεινόν αέρα·
και όταν με θείαν δύναμιν την τέταρτην του εχύθη
εβροντοφώνησε σ᾽ αυτόν με λόγια φτερωμένα:
«Και πάλιν, σκύλ᾽, εξέφυγες τον θάνατον· τον είδες
450 κοντά σου· πάλιν σ᾽ έσωσεν ο Φοίβος και σ᾽ εκείνον
ευχήσου οπόταν προχωρείς κει που κροτούν τ᾽ ακόντια.
Θα σε απαντήσω κι ύστερα και θα σε τελειώσω,
αν κάποιος είναι των θεών κι εμέ να βοηθήσει·
δια τώρα πάλιν θα χυθώ στους άλλους όποιον έβρω».
455 Είπε κι ευθύς τον Δρύοπα στον τράχηλον λογχίζει
και αυτού τον άφησε νεκρόν· και τον Φιλητορίδην
Δημούχον, μεγαλόσωμον, ακόντισε στο γόνα,
και την φυγήν τού έκοψε, κι έπειτα με το μέγα
ξίφος τού επήρε την ζωήν· κατόπιν στα δυο τέκνα
460 του Βίαντος, Λαόγονον και Δάρδανον εχύθη,
και κάτω από την άμαξαν τους βρόντησε, τον έναν
με το κοντάρι και σιμά τον άλλον με το ξίφος.
Και ο Τρως, υιός του Αλάστορος επρόσπεσεν εμπρός του,
ίσως τον πιάσει ζωντανόν και την ζωήν τού αφήσει,
465 αν ήθελε να σπλαχνισθεί την όμοιαν ηλικίαν,
μωρός, και δεν εννόησε, που δεν θα τον μαλάξει·
ότι δεν ήταν άνθρωπος γλυκός, δεν ήταν πράος,
αλλ᾽ ήταν σφόδρ᾽ αράθυμος· και να τον ικετεύσει
τον έπιανε απ᾽ τα γόνατα, κι εκείνος το συκώτι
470 του πλήγωσε με μάχαιραν, και ως το συκώτι εχύθη
το στήθος αίμα εγέμισε, κι εσκέπασε μαυρίλα
τα μάτια του· και ο Αχιλλεύς τον Μούλιον λογχίζει
στ᾽ αυτί και μέσ᾽ απ᾽ τ᾽ άλλο αυτί ξεβγήκε η χάλκιν᾽ άκρη.
Κατόπι ευθύς την κεφαλήν του Αγηνορίδου Εχέκλου
475 έσχισε με το ξίφος του, και ολόβολ᾽ η λεπίδα
από το αίμα επύρωσε· και του ᾽κλεισαν τα μάτια
η μοίρα η παντοδύναμη, και του θανάτου ο σκότος·
κι εκεί του Δευκαλίωνος την κλείδωσιν του αγκώνος
με λόγχην εδιατρύπησε· και αυτός με κρεμασμένο
480 το χέρι εστάθη κι έβλεπε τον θάνατον εμπρός του,
ώσπου τον σβέρκον του ᾽κοψεν εκείνος με το ξίφος
που η κεφαλή ροβόλησε μακράν μ᾽ όλο το κράνος·
τότ᾽ έξω από τον σφόνδυλα πετάχθη το μεδούλι,
και αυτός νεκρός ετέντωσε· κατόπιν τον Πειρείδην
485 Ρίγμον της Θράκης, μαχητήν εξαίσιον ακοντίζει·
εμπήχθ᾽ η λόγχη στην κοιλιά κι εβρόντησε απ᾽ τ᾽ αμάξι.
Ομοίως τον Αρηίθοον λογχίζει ακόλουθόν του,
μεσόπλατα, όπως έστρεψε τους ίππους και απ᾽ τ᾽ αμάξι
κάτω στην γην τον έσπρωξε κι οι ίπποι εταραχθήκαν.
490 Και όπως σ᾽ ηλιόκαυτο βουνό τρανή φωτιά μανίζει
και μέσα στες βαθιές λακκιές τα δένδρα καίοντ᾽ όλα
και ο άνεμος εδώ κι εκεί την φλόγα περιστρέφει,
τόσο και αυτός ωσάν θεός ελύσσα με την λόγχην
εδώ κι εκεί φονεύοντας, και η γη πλημμύριζ᾽ αίμα.
495 Και ως όταν πλατυμέτωπα δυο βόδι᾽ ανδρειωμένα
ζεύουν στ᾽ αλώνι τ᾽ όμορφο, κριθάρι να πατήσουν
και κάτω από τα πόδια τους εκείνο ξεπορτίζει·
όμοια τα στερεόποδα πουλάρια του γενναίου
Πηλείδου ασπίδες και νεκρούς πατούσαν, και τ᾽ αξόνι
500 και τα πλευρά της άμαξας μαυρίζαν απ᾽ το αίμα,
ως το ραντίζαν οι τροχοί και οι οπλές των ίππων.
Και πρόθυμος να δοξασθεί με νίκην ο Πηλείδης
είχε τα χέρι᾽ ανίκητα μ᾽ αίμα πηκτό βαμμένα.