δεινῆς τέχνημ᾽ ἔχθιστον, οἷά μ᾽ εἰργάσω,
οἷ᾽ ἠπάτηκας· οὐδ᾽ ἐπαισχύνῃ μ᾽ ὁρῶν
930 τὸν προστρόπαιον, τὸν ἱκέτην, ὦ σχέτλιε;
ἀπεστέρηκας τὸν βίον τὰ τόξ᾽ ἑλών.
ἀπόδος, ἱκνοῦμαί σ᾽, ἀπόδος, ἱκετεύω, τέκνον.
πρὸς θεῶν πατρῴων, τὸν βίον με μὴ ἀφέλῃς.
ὤμοι τάλας. ἀλλ᾽ οὐδὲ προσφωνεῖ μ᾽ ἔτι,
935 ἀλλ᾽ ὡς μεθήσων μήποθ᾽, ὧδ᾽ ὁρᾷ πάλιν.
ὦ λιμένες, ὦ προβλῆτες, ὦ ξυνουσίαι
θηρῶν ὀρείων, ὦ καταρρῶγες πέτραι,
ὑμῖν τάδ᾽, οὐ γὰρ ἄλλον οἶδ᾽ ὅτῳ λέγω,
ἀνακλαίομαι παροῦσι τοῖς εἰωθόσιν,
940 οἷ᾽ ἔργ᾽ ὁ παῖς μ᾽ ἔδρασεν οὑξ Ἀχιλλέως·
ὀμόσας ἀπάξειν οἴκαδ᾽, ἐς Τροίαν μ᾽ ἄγει·
προσθείς τε χεῖρα δεξιάν, τὰ τόξα μου
ἱερὰ λαβὼν τοῦ Ζηνὸς Ἡρακλέους ἔχει,
καὶ τοῖσιν Ἀργείοισι φήνασθαι θέλει,
945 ὡς ἄνδρ᾽ ἑλών μ᾽ ἰσχυρὸν ἐκ βίας ἄγει,
κοὐκ οἶδ᾽ ἐναίρων νεκρόν, ἢ καπνοῦ σκιάν,
εἴδωλον ἄλλως. οὐ γὰρ ἂν σθένοντά γε
εἷλέν μ᾽· ἐπεὶ οὐδ᾽ ἂν ὧδ᾽ ἔχοντ᾽, εἰ μὴ δόλῳ.
νῦν δ᾽ ἠπάτημαι δύσμορος. τί χρή με δρᾶν;
950 ‹ἀλλ᾽› ἀπόδος. ἀλλὰ νῦν ἔτ᾽ ἐν σαυτοῦ γενοῦ.
τί φής; σιωπᾷς. οὐδέν εἰμ᾽ ὁ δύσμορος.
ὦ σχῆμα πέτρας δίπυλον, αὖθις αὖ πάλιν
εἴσειμι πρὸς σὲ ψιλός, οὐκ ἔχων τροφήν·
ἀλλ᾽ αὐανοῦμαι τῷδ᾽ ἐν αὐλίῳ μόνος,
955 οὐ πτηνὸν ὄρνιν, οὐδὲ θῆρ᾽ ὀρειβάτην
τόξοις ἐναίρων τοισίδ᾽, ἀλλ᾽ αὐτὸς τάλας
θανὼν παρέξω δαῖτ᾽ ἀφ᾽ ὧν ἐφερβόμην,
καί μ᾽ οὓς ἐθήρων πρόσθε θηράσουσι νῦν·
φόνον φόνου δὲ ῥύσιον τείσω τάλας
960 πρὸς τοῦ δοκοῦντος οὐδὲν εἰδέναι κακόν.
ὄλοιο μή πω, πρὶν μάθοιμ᾽ εἰ καὶ πάλιν
γνώμην μετοίσεις· εἰ δὲ μή, θάνοις κακῶς.
οἷ᾽ ἠπάτηκας· οὐδ᾽ ἐπαισχύνῃ μ᾽ ὁρῶν
930 τὸν προστρόπαιον, τὸν ἱκέτην, ὦ σχέτλιε;
ἀπεστέρηκας τὸν βίον τὰ τόξ᾽ ἑλών.
ἀπόδος, ἱκνοῦμαί σ᾽, ἀπόδος, ἱκετεύω, τέκνον.
πρὸς θεῶν πατρῴων, τὸν βίον με μὴ ἀφέλῃς.
ὤμοι τάλας. ἀλλ᾽ οὐδὲ προσφωνεῖ μ᾽ ἔτι,
935 ἀλλ᾽ ὡς μεθήσων μήποθ᾽, ὧδ᾽ ὁρᾷ πάλιν.
ὦ λιμένες, ὦ προβλῆτες, ὦ ξυνουσίαι
θηρῶν ὀρείων, ὦ καταρρῶγες πέτραι,
ὑμῖν τάδ᾽, οὐ γὰρ ἄλλον οἶδ᾽ ὅτῳ λέγω,
ἀνακλαίομαι παροῦσι τοῖς εἰωθόσιν,
940 οἷ᾽ ἔργ᾽ ὁ παῖς μ᾽ ἔδρασεν οὑξ Ἀχιλλέως·
ὀμόσας ἀπάξειν οἴκαδ᾽, ἐς Τροίαν μ᾽ ἄγει·
προσθείς τε χεῖρα δεξιάν, τὰ τόξα μου
ἱερὰ λαβὼν τοῦ Ζηνὸς Ἡρακλέους ἔχει,
καὶ τοῖσιν Ἀργείοισι φήνασθαι θέλει,
945 ὡς ἄνδρ᾽ ἑλών μ᾽ ἰσχυρὸν ἐκ βίας ἄγει,
κοὐκ οἶδ᾽ ἐναίρων νεκρόν, ἢ καπνοῦ σκιάν,
εἴδωλον ἄλλως. οὐ γὰρ ἂν σθένοντά γε
εἷλέν μ᾽· ἐπεὶ οὐδ᾽ ἂν ὧδ᾽ ἔχοντ᾽, εἰ μὴ δόλῳ.
νῦν δ᾽ ἠπάτημαι δύσμορος. τί χρή με δρᾶν;
950 ‹ἀλλ᾽› ἀπόδος. ἀλλὰ νῦν ἔτ᾽ ἐν σαυτοῦ γενοῦ.
τί φής; σιωπᾷς. οὐδέν εἰμ᾽ ὁ δύσμορος.
ὦ σχῆμα πέτρας δίπυλον, αὖθις αὖ πάλιν
εἴσειμι πρὸς σὲ ψιλός, οὐκ ἔχων τροφήν·
ἀλλ᾽ αὐανοῦμαι τῷδ᾽ ἐν αὐλίῳ μόνος,
955 οὐ πτηνὸν ὄρνιν, οὐδὲ θῆρ᾽ ὀρειβάτην
τόξοις ἐναίρων τοισίδ᾽, ἀλλ᾽ αὐτὸς τάλας
θανὼν παρέξω δαῖτ᾽ ἀφ᾽ ὧν ἐφερβόμην,
καί μ᾽ οὓς ἐθήρων πρόσθε θηράσουσι νῦν·
φόνον φόνου δὲ ῥύσιον τείσω τάλας
960 πρὸς τοῦ δοκοῦντος οὐδὲν εἰδέναι κακόν.
ὄλοιο μή πω, πρὶν μάθοιμ᾽ εἰ καὶ πάλιν
γνώμην μετοίσεις· εἰ δὲ μή, θάνοις κακῶς.
***
ΦΙΛ. Ω του Άδη εσύ φωτιά, ω σωστό τέρας,της πιο άτιμης ψευτιάς αρχιτεχνίτη,
πώς το ᾽καμες; πώς μ᾽ απάτησες έτσι;
και δεν ντρέπεσαι ακόμη να με βλέπεις
εμένα, που σου πρόσπεσα στα πόδια,
930 εμένα τον ικέτη σου, πανάθλιε;
Μου στερείς τη ζωή μου που μου παίρνεις
τα τόξ᾽ αυτά, μα σε καθικετεύω,
δώσ᾽ μου τα πίσω, δώσ᾽ μου τα, παιδί μου,
στους πατρικούς θεούς σου σε ξορκίζω,
μη θες να μου αφαιρέσεις τη ζωή μου.
Μα, ω δυστυχία μου, αυτός ούτ᾽ ένα λόγο
πια δε μου λέει και, σαν να το ᾽χει πάρει
απόφαση, γυρίζει αλλού τα μάτια.
Ω λιμιώνες, ω κάβοι, ω άγρια βράχια
κι ω συντρόφοι μου εσείς του λόγγου αγρίμια,
σε σας τα λέω γιατί δεν ξέρω κι άλλον
να του κλαυτώ, σε σας που, μαζί πάντα,
μ᾽ έχετε συνηθίσει να μ᾽ ακούτε·
940 νά τί μὄκαμε ο γιος ενού Αχιλλέα!
μου ορκίστηκε πως θα με φέρει πίσω
στον τόπο μου κι αυτός με πάει στην Τροία·
το δεξί χέρι μὄδωσε για πίστη
κι αυτός μου πήρε και κρατάει τα τόξα
τα ιερά του Ηρακλέα του γιου τού Δία·
και θέλει στους Αργείους να μ᾽ επιδείξει
πως ένα ήρωα δυνατό τούς πάει
που έπιασε με τη βία και δε γνωρίζει
πως σκοτώνει νεκρό, σκιά του αγέρα,
φάντασμ᾽ άδειο· γιατί ποτέ του, αν είχα
τη δύναμή μου, δε θα με νικούσε,
αφού ούτε ως είμαι, παρά με το δόλο·
τώρα είμαι προδομένος και δεν έχω
ο άμοιρος τί να κάμω· μα έλα, δώσ᾽ τα·
950 καιρός ακόμα να γενείς ό,τ᾽ ήσουν.
Τί λες; σιωπάς; τέλειωσα ο άμοιρος, πάω.
Ω βράχε με τις δυο μπασιές σου, νά ᾽μαι,
σε ξαναμπαίνω πάλι, άοπλος, δίχως
να ᾽χω πώς να τραφώ κι έτσι αυτού μέσα,
στη σπηλιά αυτή θα ξεραθώ μονάχος
κι ούτε πουλί πετάμενο ούτε αγρίμι
του βουνού θα ᾽χω με τα τόξα αυτά μου
να σκοτώνω· μα το νεκρό κορμί μου
θροφή θα γίνει εκείνων που με θρέφαν·
και τώρ᾽ αυτά που εγώ πριν κυνηγούσα
θενα με κυνηγούν ν᾽ αντιπλερώσω
φόνο με φόνο ο τρισδυστυχισμένος,
κι όλα χάρη σ᾽ αυτόν που φαίνονταν
960 πως ούτε ιδέα ᾽πό κακό δεν είχε.
Στο ανάθεμα να πας — μα όχι, πρι μάθω
α δε θα πεις ν ᾽αλλάξεις γνώμη ακόμα,
ειδεμή, θάνατος κακός να σέ ᾽βρει.