Ἠὼς δ᾽ ἐκ λεχέων παρ᾽ ἀγαυοῦ Τιθωνοῖο
ὄρνυθ᾽, ἵν᾽ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι·
Ζεὺς δ᾽ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν.
στῆ δ᾽ ἐπ᾽ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ, 5
ἥ ῥ᾽ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
ἠμὲν ἐπ᾽ Αἴαντος κλισίας Τελαμωνιάδαο
ἠδ᾽ ἐπ᾽ Ἀχιλλῆος, τοί ῥ᾽ ἔσχατα νῆας ἐΐσας
εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν.
ἔνθα στᾶσ᾽ ἤϋσε θεὰ μέγα τε δεινόν τε 10
ὄρθι᾽, Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ᾽ ἑκάστῳ
καρδίῃ, ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
τοῖσι δ᾽ ἄφαρ πόλεμος γλυκίων γένετ᾽ ἠὲ νέεσθαι
ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
Ἀτρεΐδης δ᾽ ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν 15
Ἀργείους· ἐν δ᾽ αὐτὸς ἐδύσετο νώροπα χαλκόν.
κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε,
τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι. 20
πεύθετο γὰρ Κύπρονδε μέγα κλέος, οὕνεκ᾽ Ἀχαιοὶ
ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον·
τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ.
τοῦ δ᾽ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο,
δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο· 25
κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν
τρεῖς ἑκάτερθ᾽, ἴρισσιν ἐοικότες, ἅς τε Κρονίων
ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων.
ἀμφὶ δ᾽ ἄρ᾽ ὤμοισιν βάλετο ξίφος· ἐν δέ οἱ ἧλοι
χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦεν 30
ἀργύρεον, χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός.
ἂν δ᾽ ἕλετ᾽ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν,
καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν,
ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο
λευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο. 35
τῇ δ᾽ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο
δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε.
τῆς δ᾽ ἐξ ἀργύρεος τελαμὼν ἦν· αὐτὰρ ἐπ᾽ αὐτοῦ
κυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαν
τρεῖς ἀμφιστρεφέες, ἑνὸς αὐχένος ἐκπεφυυῖαι. 40
κρατὶ δ᾽ ἐπ᾽ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
εἵλετο δ᾽ ἄλκιμα δοῦρε δύω, κεκορυθμένα χαλκῷ,
ὀξέα· τῆλε δὲ χαλκὸς ἀπ᾽ αὐτόφιν οὐρανὸν εἴσω
λάμπ᾽· ἐπὶ δ᾽ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη, 45
τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης.
Ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος
ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ᾽ ἐπὶ τάφρῳ,
αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
ῥώοντ᾽· ἄσβεστος δὲ βοὴ γένετ᾽ ἠῶθι πρό. 50
φθὰν δὲ μέγ᾽ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες,
ἱππῆες δ᾽ ὀλίγον μετεκίαθον· ἐν δὲ κυδοιμὸν
ὦρσε κακὸν Κρονίδης, κατὰ δ᾽ ὑψόθεν ἧκεν ἐέρσας
αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκ᾽ ἔμελλε
πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν. 55
Τρῶες δ᾽ αὖθ᾽ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο,
Ἕκτορά τ᾽ ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα
Αἰνείαν θ᾽, ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ,
τρεῖς τ᾽ Ἀντηνορίδας, Πόλυβον καὶ Ἀγήνορα δῖον
ἠΐθεόν τ᾽ Ἀκάμαντ᾽, ἐπιείκελον ἀθανάτοισιν. 60
Ἕκτωρ δ᾽ ἐν πρώτοισι φέρ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην.
οἷος δ᾽ ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ
παμφαίνων, τοτὲ δ᾽ αὖτις ἔδυ νέφεα σκιόεντα,
ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν,
ἄλλοτε δ᾽ ἐν πυμάτοισι κελεύων· πᾶς δ᾽ ἄρα χαλκῷ 65
λάμφ᾽ ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο.
Οἱ δ᾽, ὥς τ᾽ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν
ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατ᾽ ἄρουραν
πυρῶν ἢ κριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει·
ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ᾽ ἀλλήλοισι θορόντες 70
δῄουν, οὐδ᾽ ἕτεροι μνώοντ᾽ ὀλοοῖο φόβοιο.
ἴσας δ᾽ ὑσμίνη κεφαλὰς ἔχεν, οἱ δὲ λύκοι ὣς
θῦνον· Ἔρις δ᾽ ἄρα χαῖρε πολύστονος εἰσορόωσα·
οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν,
οἱ δ᾽ ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι 75
σφοῖσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ
δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο.
πάντες δ᾽ ᾐτιόωντο κελαινεφέα Κρονίωνα,
οὕνεκ᾽ ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι.
τῶν μὲν ἄρ᾽ οὐκ ἀλέγιζε πατήρ· ὁ δὲ νόσφι λιασθεὶς 80
τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων,
εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν
χαλκοῦ τε στεροπήν, ὀλλύντας τ᾽ ὀλλυμένους τε.
***
Του γέρου αφήνει Τιθωνού το πλάγ᾽ η χρυσωμένηΗώς να φέρει των θεών το φως και των ανθρώπων·
κι έστελνε ο Ζευς την Έριδα στων Αχαιών τα πλοία
κι είχε στο χέρι το φρικτό σημάδι του πολέμου.
5 Εστήθη στο θεόρατο καράβι του Οδυσσέως,
που ήταν στην μέσην, και η φωνή και στα δυο μέρ᾽ ηχούσε,
και εις τες σκηνές του Αίαντος του Τελαμωνιάδη
και στου Αχιλλέως, που ακρινά τα πλοία τους εστήσαν,
θαρρώντας εις την ρώμην τους και εις την ανδραγαθίαν.
10 Εκείθεν έσυρε η θεά δεινήν φωνήν μεγάλην,
κι εφύσησε στων Αχαιών τα στήθη την ανδρείαν,
να πολεμούν, να μάχονται και παύσιν να μη θέλουν.
Και αγάπησαν τον πόλεμον σφοδρότερα ή να γύρουν
με τα βαθιά καράβια τους στην ποθητήν πατρίδα.
15 Κι εβόησε των Αχαιών ν᾽ αρματωθούν ο Ατρείδης·
και με χαλκόν αστραφτερόν ο ίδιος οπλιζόνταν.
Τα σκέλη πρώτα με λαμπρές κνημίδες έζωσ᾽ όλα
όπου εθηλυκώνονταν με ολάργυρες περόνες.
Το στήθος σκέπασ᾽ έπειτα με θώρακα οπού δώρον
20 φιλοξενίας άλλοτε του έδωκε ο Κινύρας,
ότι το μέγα άκουσμα στην Κύπρον είχε φθάσει
που αρμένιζαν οι Αχαιοί ν᾽ ανέβουν εις την Τροίαν·
όθεν εφιλοδώρησεν αυτός τον βασιλέα
και δώδεκα είχε ο θώρακας κλωστές από χρυσάφι,
25 δέκ᾽ από μαύρον χάλυβα κι είκοσι κασσιτέρου·
και δράκοντες χαλυβικοί τρεις από κάθε μέρος
ως τον λαιμόν απλώνονταν, ως Ίριδες, που ο Δίας
σταίνει στα νέφη φοβερό σημάδι στους ανθρώπους.
Και από τους ώμους κρέμασε το ξίφος, που η λαβή του
30 άστραπτε χρυσοκόμπωτη κι είχε αργυρήν την θήκην,
με κρεμαστάρια ολόχρυσα καλά συναρμοσμένην,
Κι εύμορφην, πολυδαίδαλην, σκέπην ανδρών, ασπίδα
επήρε, και την έζωναν χάλκινοι κύκλοι δέκα·
κι είκοσιν ήσαν ομφαλοί λαμπροί του κασσιτέρου
35 λευκοί κι ένας χαλύβδινος εμαύριζε στην μέσην.
Στον γύρον ήταν η Γοργώ με τ᾽ άγριο κοίταγμά της
τρομακτικόν και ολόγυρα με την Φυγήν ο Φόβος.
Τον τελαμώνα είχε αργυρόν· και δράκοντας επάνω
εστρέφετο από χάλυβα, και τρεις από τον μόνον
40 λαιμόν φυτρώνουν κεφαλές αντίστροφα γυρμένες.
Με κράνος τετραφάληρον την κεφαλήν του σκέπει
και με την χήτην σείετο φρικτός επάν᾽ ο λόφος.
Επήρε δύο κοφτερά κοντάρια χαλκοφόρα
κι η λάμψις απ᾽ τες άκρες των κτυπούσε στον αιθέρα.
45 Τότ᾽ εβροντήσαν η Αθηνά κι η Ήρα να τιμήσουν
των πολυχρύσων Μυκηνών τον μέγαν βασιλέα.
Τότε τους κυβερνήτας των παράγγειλαν να στήσουν
με καλήν τάξιν έμπροσθεν του χάντακος τ᾽ αμάξια,
και αρματωμένοι αυτοί πεζοί με ορμήν επροχωρούσαν
50 και αλαλαγμός απέραντος το χάραμ᾽ ακουόνταν.
Και πρώτοι επαρατάχθηκαν και από σιμά κατόπιν
ακολουθούσαν οι ιππείς· και τάραχον ο Δίας
ολέθριον εσήκωσε κι αιματωμένην δρόσον
απ᾽ τον αιθέρα εστάλαζεν, ότ᾽ είχε αποφασίσει
55 πολλές γενναίες κεφαλές να στείλει μες στον Άδη.
Αλλά τους Τρώας έστησε στον όχθον του πεδίου
ο μέγας Έκτωρ και μ᾽ αυτόν ο θείος ΙΙολυδάμας,
ο Αινείας οπού εδόξαζαν ωσάν θεόν οι Τρώες,
ο Αγήνωρ με τον Πόλυβον, οι τρεις Αντηνορίδες,
60 ο Ακάμας νέος πόμοιαζεν εις τους επουρανίους.
Και ο Έκτωρ μ᾽ ολοστρόγγυλην ασπίδα επρομαχούσε.
Και ως απ᾽ τα νέφη ολόφωτο τ᾽ ολέθριο αστέρι λάμπει
κι έπειτα πάλιν χάνεται στα σκιοφόρα νέφη,
και ο Έκτωρ πότ᾽ εφαίνετο στους πρώτους να προστάζει,
65 και πότε εις τους υστερινούς, και στ᾽ άρματά του όλος
έλαμπεν ως η αστραπή του αιγιδοφόρου Δία.
Και όπως αντίκρυ θερισταί, σ᾽ αγρόν ανδρός πλουσίου
μέσα στην ίσιαν αυλακιά θερίζουν προχωρώντας
κριθάρ᾽ ή σίτον και οι χεριές πυκνές οπίσω πέφτουν,
70 έτσι αντιμέτωποι με ορμήν οι Δαναοί και οι Τρώες
φονεύαν και την άνανδρην φυγήν στον νουν δεν είχαν.
Η μάχ᾽ ήτο ισοκέφαλη· και αυτούς που ως λύκοι αφρίζαν
η Έρις η πολύθρηνος εχαίρετο να βλέπει·
ότι αυτή μόνη των θεών παράστεκε στην μάχην
75 άλλος δεν παρευρίσκετο θεός αλλά καθίζαν
στα μέγαρά τους ήσυχοι, κει που καθένας είχε
λαμπρήν την κατοικίαν του στες φάραγγες του Ολύμπου.
Και όλοι τον μαυρονέφελον Κρονίδη εκατακρέναν,
ότι να δώσει εβούλετο την δόξαν εις τους Τρώας.
80 Αλλά δεν τους ελόγιαζεν ο ύψιστος πατέρας
κι εκάθιζε υπερήφανος ανάμερ᾽ απ᾽ τους άλλους,
τους Τρώας και τους Αχαιούς, την πόλιν και τα πλοία
και του χαλκού τες αστραψιές θωρώντας και τους φόνους.