Ὣς ἔφατ᾽, Ἀργεῖοι δὲ μέγ᾽ ἴαχον, ἀμφὶ δὲ νῆες
σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ᾽ Ἀχαιῶν,
335 μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο·
τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ·
«ὦ πόποι, ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε
νηπιάχοις, οἷς οὔ τι μέλει πολεμήϊα ἔργα.
πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν;
340 ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ᾽ ἀνδρῶν,
σπονδαί τ᾽ ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν·
αὔτως γὰρ ἐπέεσσ᾽ ἐριδαίνομεν, οὐδέ τι μῆχος
εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδ᾽ ἐόντες.
Ἀτρεΐδη, σὺ δ᾽ ἔθ᾽ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν
345 ἄρχευ᾽ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας,
τούσδε δ᾽ ἔα φθινύθειν, ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν
νόσφιν βουλεύωσ᾽ —ἄνυσις δ᾽ οὐκ ἔσσεται αὐτῶν—
πρὶν Ἄργοσδ᾽ ἰέναι, πρὶν καὶ Διὸς αἰγιόχοιο
γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις, εἴ τε καὶ οὐκί.
350 φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα
ἤματι τῷ, ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον
Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες·
ἀστράπτων ἐπιδέξι᾽, ἐναίσιμα σήματα φαίνων.
τῶ μή τις πρὶν ἐπειγέσθω οἶκόνδε νέεσθαι,
355 πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι,
τείσασθαι δ᾽ Ἑλένης ὁρμήματά τε στοναχάς τε.
εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκόνδε νέεσθαι,
ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης,
ὄφρα πρόσθ᾽ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.
360 ἀλλά, ἄναξ, αὐτός τ᾽ εὖ μήδεο πείθεό τ᾽ ἄλλῳ·
οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται, ὅττι κεν εἴπω·
κρῖν᾽ ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας, Ἀγάμεμνον,
ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.
εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί,
365 γνώσῃ ἔπειθ᾽ ὅς θ᾽ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν
ἠδ᾽ ὅς κ᾽ ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται·
γνώσεαι δ᾽ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις,
ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο.»
Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
370 «ἦ μὰν αὖτ᾽ ἀγορῇ νικᾷς, γέρον, υἷας Ἀχαιῶν.
αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν·
τῶ κε τάχ᾽ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
χερσὶν ὑφ᾽ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
375 ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγε᾽ ἔδωκεν,
ὅς με μετ᾽ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει.
καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθ᾽ εἵνεκα κούρης
ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δ᾽ ἦρχον χαλεπαίνων·
εἰ δέ ποτ᾽ ἔς γε μίαν βουλεύσομεν, οὐκέτ᾽ ἔπειτα
380 Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται, οὐδ᾽ ἠβαιόν.
νῦν δ᾽ ἔρχεσθ᾽ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.
εὖ μέν τις δόρυ θηξάσθω, εὖ δ᾽ ἀσπίδα θέσθω,
εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,
εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω,
385 ὥς κε πανημέριοι στυγερῷ κρινώμεθ᾽ Ἄρηϊ.
οὐ γὰρ παυσωλή γε μετέσσεται, οὐδ᾽ ἠβαιόν,
εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν.
ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν
ἀσπίδος ἀμφιβρότης, περὶ δ᾽ ἔγχεϊ χεῖρα καμεῖται·
390 ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων.
ὃν δέ κ᾽ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω
μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα
ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδ᾽ οἰωνούς.»
***
Είπε και όλοι εφώναξαν και τρομερά τα πλοία
απ᾽ την βοήν των Αχαιών ως πέρα ηχολογήσαν,
335 τόσον εις όλους άρεσαν οι λόγοι του Οδυσσέως.
Τότ᾽ είπεν ο Γερήνιος ο Νέστωρ ιππηλάτης:
«Ωιμέ, να συναθροίζεσθε και να δημηγορείτε,
ως θα ᾽καναν ανήλικα και απόλεμα παιδία!
Λοιπόν οι συμφωνίες μας κι οι όρκοι τι θα γίνουν;
340 Θε να καούν οι συμβουλές κι οι γνώμες των ηρώων,
οι αγνές σπονδές και των χεριών που εδώκαμεν η πίστις;
Λογομαχούμεν μάταια και τρόπον να σωθούμε,
τόσους καιρούς που ᾽μεθα εδώ δεν έχομ᾽ έβρει ακόμη·
και συ Ατρείδη πάλι ως πριν ασάλευτος στην γνώμην,
345 συ των Αργείων αρχηγός να είσαι εις τους αγώνες,
κι άφησ᾽ εκείνοι να χαθούν, ένας ή δύο που χώρια
βουλεύονται απ᾽ τους Αχαιούς, και του κακού κοπιάζουν,
στο Άργος να γυρίσομεν πριν μάθομ᾽ αν αλήθεια
ή ψέμα θα ᾽ν᾽ η υπόσχεση του αιγιδοφόρου Δία.
350 Ναι, λέγ᾽ ότι την έδωκεν ο υπέρτατος Κρονίδης
αστράφτοντας στα δεξιά με φανερά σημεία
την ώραν όπου ανέβαιναν στα γρήγορα καράβια
οι Αργείοι μαύρον θάνατον να φέρουν εις τους Τρώας.
Όθεν κανείς ας μη βιασθεί να γύρει στην πατρίδα,
355 πριν λάβει στες αγκάλες του γυναίκ᾽ ανδρός της Τροίας,
και δικαιωθούν οι στεναγμοί κι οι πόνοι της Ελένης·
και αν κάποιος θέλει φοβερά να γύρει στην πατρίδα
το χέρι στο κακόστρωτο κρεβάτι του ας απλώσει,
και πριν των άλλων γρήγορα θα κακοθανατίσει.
360 Αλλά και ατός σου, κύριε, σκέψου καλά και σ᾽ άλλον
πείθου και λόγον που θα ειπώ μη τον καταφρονέσεις·
κατά φυλές να χωρισθούν και κατά γέν᾽ οι άνδρες,
ώστε φυλή να βοηθεί φυλήν και γένος γένος.
Και αν τούτο κάμεις κι οι Αχαιοί στον λόγον σου υπακούσουν,
365 των αρχηγών και των λαών θα ιδείς ποιος είναι ανδρείος
και ποιος δειλός, ως χωριστά θα πολεμά καθένας·
θα ιδείς αν είναι από θεού την πόλιν να μη πάρεις
ή από δειλίαν των ανδρών και αμάθειαν του πολέμου».
Τότε σ᾽ αυτόν απάντησεν ο κραταιός Ατρείδης:
370 «Στες συμβουλές πόσο νικάς τους Αχαιούς, ω γέρε!
πατέρα Δία και Αθηνά και Απόλλων, ω θεοί μου,
αν είχα δέκα ωσάν εσέ συμβούλους στο πλευρό μου·
στην δύναμίν μας γρήγορα η πόλις του Πριάμου
θα έσκυφτε, και χαλασμός κι ερμιά θα την πλακώναν.
375 Αλλά μ᾽ εταλαιπώρησεν ο υπέρτατος Κρονίδης,
που σ᾽ έχθρες αδιόρθωτες και σ᾽ έριδες μ᾽ εμπλέκει·
ότι ελογομαχήσαμεν εγώ και ο Πηλείδης
χάριν της κόρης και βαρύς εδείχθηκα εγώ πρώτος·
αλλ᾽ αν ομογνωμήσομε και παλ᾽ εμείς οι δύο,
380 δε θε ν᾽ αργήσει ουδέ στιγμήν ο όλεθρος των Τρώων.
Τώρα θα γευματίσετε, κατόπι αρματωθείτε·
σιάσετε τες ασπίδες σας τροχίσετε τες λόγχες·
άφθονην δώσετε τροφήν στα γρήγορα πουλάρια,
τ᾽ αμάξια θεωρήσετε, με τούτο στην καρδιά σας,
385 που θα κρατούμε ολήμερα τον φονικόν αγώνα
και δεν θα έχει ο πόλεμος ξανάσασμα κανένα
ως να ᾽λθ᾽ η νύκτα την ορμήν να κόψει των ανδρείων·
στα στήθη σας και το λουρί της κυκλωτής ασπίδος
θα ιδρώσει και το χέρι σας στην λόγχην θ᾽ αποκάμει,
390 και θα ιδρώσουν τ᾽ άλογα στ᾽ αμάξι τανυσμένα.
Κι αν απ᾽ τον πόλεμον μακράν εις τα κυρτά καράβια
μείνει κανείς και τον ιδώ, να μην ελπίσει εκείνος
που δεν θα γίνει σπάραγμα των όρνεων και των σκύλων».