ΠΕ. ἔτι δ᾽ οὐχ ἕξεις οὔτ᾽ ἐν κλίνῃ καταδαρθεῖν, —οὐ γὰρ ἔσονται—,
οὔτ᾽ ἐν δάπισιν, —τίς γὰρ ὑφαίνειν ἐθελήσει χρυσίου ὄντος;—
οὔτε μύροισιν μυρίσαι στακτοῖς ὁπόταν νύμφην ἀγάγησθον,
530 οὔθ᾽ ἱματίων βαπτῶν δαπάναις κοσμῆσαι ποικιλομόρφων.
καίτοι τί πλέον πλουτεῖν ἐστιν τούτων πάντων ἀποροῦντα;
παρ᾽ ἐμοῦ δ᾽ ἐστὶν ταῦτ᾽ εὔπορα πάνθ᾽ ὑμῖν ὧν δεῖσθον· ἐγὼ γὰρ
τὸν χειροτέχνην ὥσπερ δέσποιν᾽ ἐπαναγκάζουσα κάθημαι
διὰ τὴν χρείαν καὶ τὴν πενίαν ζητεῖν ὁπόθεν βίον ἕξει.
535 ΧΡ. σὺ γὰρ ἂν πορίσαι τί δύναι᾽ ἀγαθὸν πλὴν φῴδων ἐκ βαλανείου
καὶ παιδαρίων ὑποπεινώντων καὶ γραϊδίων κολοσυρτόν;
φθειρῶν τ᾽ ἀριθμὸν καὶ κωνώπων καὶ ψυλλῶν οὐδὲ λέγω σοι
ὑπὸ τοῦ πλήθους, αἳ βομβοῦσαι περὶ τὴν κεφαλὴν ἀνιῶσιν,
ἐπεγείρουσαι καὶ φράζουσαι· «πεινήσεις· ἀλλ᾽ ἐπανίστω.»
540 πρὸς δέ γε τούτοις ἀνθ᾽ ἱματίου μὲν ἔχειν ῥάκος· ἀντὶ δὲ κλίνης
στιβάδα σχοίνων κόρεων μεστήν, ἣ τοὺς εὕδοντας ἐγείρει·
καὶ φορμὸν ἔχειν ἀντὶ τάπητος σαπρόν· ἀντὶ δὲ προσκεφαλαίου
λίθον εὐμεγέθη πρὸς τῇ κεφαλῇ· σιτεῖσθαι δ᾽ ἀντὶ μὲν ἄρτων
μαλάχης πτόρθους, ἀντὶ δὲ μάζης φυλλεῖ᾽ ἰσχνῶν ῥαφανίδων,
545 ἀντὶ δὲ θράνου στάμνου κεφαλὴν κατεαγότος, ἀντὶ δὲ μάκτρας
πιθάκνης πλευρὰν ἐρρωγυῖαν καὶ ταύτην· ἆρά γε πολλῶν
ἀγαθῶν πᾶσιν τοῖς ἀνθρώποις ἀποφαίνω σ᾽ αἴτιον οὖσαν;
ΠΕ. σὺ μὲν οὐ τὸν ἐμὸν βίον εἴρηκας, τὸν τῶν πτωχῶν δ᾽ ἐπεκρούσω.
ΧΡ. οὔκουν δήπου τῆς πτωχείας πενίαν φαμὲν εἶναι ἀδελφήν;
550 ΠΕ. ὑμεῖς γ᾽ οἵπερ καὶ Θρασυβούλῳ Διονύσιον εἶναι ὅμοιον.
ἀλλ᾽ οὐχ οὑμὸς τοῦτο πέπονθεν βίος οὐ μὰ Δί᾽, οὐδέ γε μέλλει.
πτωχοῦ μὲν γὰρ βίος, ὃν σὺ λέγεις, ζῆν ἐστιν μηδὲν ἔχοντα·
τοῦ δὲ πένητος ζῆν φειδόμενον καὶ τοῖς ἔργοις προσέχοντα,
περιγίγνεσθαι δ᾽ αὐτῷ μηδέν, μὴ μέντοι μηδ᾽ ἐπιλείπειν.
555 ΧΡ. ὡς μακαρίτην, ὦ Δάματερ, τὸν βίον αὐτοῦ κατέλεξας,
εἰ φεισάμενος καὶ μοχθήσας καταλείψει μηδὲ ταφῆναι.
ΠΕ. σκώπτειν πειρᾷ καὶ κωμῳδεῖν τοῦ σπουδάζειν ἀμελήσας,
οὐ γιγνώσκων ὅτι τοῦ Πλούτου παρέχω βελτίονας ἄνδρας
καὶ τὴν γνώμην καὶ τὴν ἰδέαν. παρὰ τῷ μὲν γὰρ ποδαγρῶντες
560 καὶ γαστρώδεις καὶ παχύκνημοι καὶ πίονές εἰσιν ἀσελγῶς,
παρ᾽ ἐμοὶ δ᾽ ἰσχνοὶ καὶ σφηκώδεις καὶ τοῖς ἐχθροῖς ἀνιαροί.
ΧΡ. ἀπὸ τοῦ λιμοῦ γὰρ ἴσως αὐτοῖς τὸ σφηκῶδες σὺ πορίζεις.
ΠΕ. περὶ σωφροσύνης ἤδη τοίνυν περανῶ σφῷν κἀναδιδάξω
ὅτι κοσμιότης οἰκεῖ μετ᾽ ἐμοῦ, τοῦ Πλούτου δ᾽ ἐστὶν ὑβρίζειν.
565 ΧΡ. πάνυ γοῦν κλέπτειν κόσμιόν ἐστιν καὶ τοὺς τοίχους διορύττειν.
ΒΛ. †νὴ τὸν Δί᾽, εἰ δεῖ λαθεῖν αὐτόν, πῶς οὐχὶ κόσμιόν ἐστιν;†
ΠΕ. σκέψαι τοίνυν ἐν ταῖς πόλεσιν τοὺς ῥήτορας, ὡς ὁπόταν μὲν
ὦσι πένητες, περὶ τὸν δῆμον καὶ τὴν πόλιν εἰσὶ δίκαιοι,
πλουτήσαντες δ᾽ ἀπὸ τῶν κοινῶν παραχρῆμ᾽ ἄδικοι γεγένηνται,
570 ἐπιβουλεύουσί τε τῷ πλήθει καὶ τῷ δήμῳ πολεμοῦσιν.