ψυχῆς πλάνημα κἀνακίνησις φρενῶν.
ΙΟ. ποίας μερίμνης τοῦθ᾽ ὑποστραφεὶς λέγεις;
ΟΙ. ἔδοξ᾽ ἀκοῦσαι σοῦ τόδ᾽, ὡς ὁ Λάιος
730 κατασφαγείη πρὸς τριπλαῖς ἁμαξιτοῖς.
ΙΟ. ηὐδᾶτο γὰρ ταῦτ᾽ οὐδέ πω λήξαντ᾽ ἔχει.
ΟΙ. καὶ ποῦ ᾽σθ᾽ ὁ χῶρος οὗτος οὗ τόδ᾽ ἦν πάθος;
ΙΟ. Φωκὶς μὲν ἡ γῆ κλῄζεται, σχιστὴ δ᾽ ὁδὸς
ἐς ταὐτὸ Δελφῶν κἀπὸ Δαυλίας ἄγει.
735 ΟΙ. καὶ τίς χρόνος τοῖσδ᾽ ἐστὶν οὑξεληλυθώς;
ΙΟ. σχεδόν τι πρόσθεν ἢ σὺ τῆσδ᾽ ἔχων χθονὸς
ἀρχὴν ἐφαίνου τοῦτ᾽ ἐκηρύχθη πόλει.
ΟΙ. ὦ Ζεῦ, τί μου δρᾶσαι βεβούλευσαι πέρι;
ΙΟ. τί δ᾽ ἐστί σοι τοῦτ᾽, Οἰδίπους, ἐνθύμιον;
740 ΟΙ. μήπω μ᾽ ἐρώτα· τὸν δὲ Λάιον φύσιν
τίν᾽ εἷρπε φράζε, τίνα δ᾽ ἀκμὴν ἥβης ἔχων.
ΙΟ. μέγας, χνοάζων ἄρτι λευκανθὲς κάρα,
μορφῆς δὲ τῆς σῆς οὐκ ἀπεστάτει πολύ.
ΟΙ. οἴμοι τάλας· ἔοικ᾽ ἐμαυτὸν εἰς ἀρὰς
745 δεινὰς προβάλλων ἀρτίως οὐκ εἰδέναι.
ΙΟ. πῶς φής; ὀκνῶ τοι πρὸς σ᾽ ἀποσκοποῦσ᾽, ἄναξ.
ΟΙ. δεινῶς ἀθυμῶ μὴ βλέπων ὁ μάντις ᾖ.
δείξεις δὲ μᾶλλον, ἢν ἓν ἐξείπῃς ἔτι.
ΙΟ. καὶ μὴν ὀκνῶ μέν, ἃν δ᾽ ἔρῃ μαθοῦσ᾽ ἐρῶ.
750 ΟΙ. πότερον ἐχώρει βαιός, ἢ πολλοὺς ἔχων
ἄνδρας λοχίτας, οἷ᾽ ἀνὴρ ἀρχηγέτης;
ΙΟ. πέντ᾽ ἦσαν οἱ ξύμπαντες, ἐν δ᾽ αὐτοῖσιν ἦν
κῆρυξ· ἀπήνη δ᾽ ἦγε Λάιον μία.
ΟΙ. αἰαῖ, τάδ᾽ ἤδη διαφανῆ. τίς ἦν ποτὲ
755 ὁ τούσδε λέξας τοὺς λόγους ὑμῖν, γύναι;
ΙΟ. οἰκεύς τις, ὅσπερ ἵκετ᾽ ἐκσωθεὶς μόνος.
ΟΙ. ἦ κἀν δόμοισι τυγχάνει τανῦν παρών;
ΙΟ. οὐ δῆτ᾽· ἀφ᾽ οὗ γὰρ κεῖθεν ἦλθε καὶ κράτη
σέ τ᾽ εἶδ᾽ ἔχοντα Λάιόν τ᾽ ὀλωλότα,
760 ἐξικέτευσε τῆς ἐμῆς χειρὸς θιγὼν
ἀγρούς σφε πέμψαι κἀπὶ ποιμνίων νομάς,
ὡς πλεῖστον εἴη τοῦδ᾽ ἄποπτος ἄστεως.
κἄπεμψ᾽ ἐγώ νιν· ἄξιος γὰρ οἷ᾽ ἀνὴρ
δοῦλος φέρειν ἦν τῆσδε καὶ μείζω χάριν.
765 ΟΙ. πῶς ἂν μόλοι δῆθ᾽ ἡμὶν ἐν τάχει πάλιν;
ΙΟ. πάρεστιν. ἀλλὰ πρὸς τί τοῦτ᾽ ἐφίεσαι;
ΟΙ. δέδοικ᾽ ἐμαυτόν, ὦ γύναι, μὴ πόλλ᾽ ἄγαν
εἰρημέν᾽ ᾖ μοι δι᾽ ἅ νιν εἰσιδεῖν θέλω.

***
ΟΙΔ. Ποιό αντάριασμα ψυχής, σάλεμα νουμου φέρνει αυτός ο λόγος σου, γυναίκα.
ΙΟΚ. Τί έγνοια σε τυραννά, και μιλάς έτσι;
ΟΙΔ. Θαρρώ άκουσα να λες πως θανατώθη
730 σιμά σε αμαξωτό τρίστρατο ο Λάιος.
ΙΟΚ. Έτσι είχαν πει, κι ακόμα το ίδιο λένε.
ΟΙΔ. Και πού είναι ο τόπος όπου εγίνη ο φόνος;
ΙΟΚ. Φωκίδα λεν τη χώρα· σκιστός δρόμος
φέρνει εκεί απ᾽ τους Δελφούς κι από τη Δαύλια.
ΟΙΔ. Και πόσος καιρός πέρασε από τότες;
ΙΟΚ. Λίγο πριν βασιλιάς εσύ να γίνεις
στη χώρα μας, μαθεύτη αυτό στην πόλη.
ΟΙΔ. Ω Δία! Τί μου ετοιμάζεις μες στο νου σου;
ΙΟΚ. Και γιατί αυτό βαραίνει την ψυχή σου;
740 ΟΙΔ. Μη με ρωτάς· μα πες μου ακόμα· ο Λάιος
πώς φαινότανε; νιος ήταν στα χρόνια;
ΙΟΚ. Ψηλός, μόλις ασπρίζαν τα μαλλιά του,
κι έμοιαζε κάπως στη μορφή μ᾽ εσένα.
ΟΙΔ. Αλί μου, του άμοιρου! άθελά μου μαύρες,
θαρρώ, για μέ τον ίδιο είπα κατάρες!
ΙΟΚ. Τί λες; Με τρόμο σε θωρώ, άρχοντά μου.
ΟΙΔ. Φριχτά τρέμω μη βλέπει καλά ο μάντης·
μα θα φανεί τούτο, αν μου πεις κι άλλο ένα.
ΙΟΚ. Τρομάζω, κι όμως θα σου πω ό,τι ξέρω.
750 ΟΙΔ. Με λίγους πήγαινε, ή είχε συνοδειά του,
σαν άρχοντας, πολλούς αρματωμένους;
ΙΟΚ. Πέντε ήταν, με τον κήρυκα μαζί όλοι.
Κι ένα αμάξι το Λάιο έφερνε μόνο.
ΟΙΔ. Αλί! Καθαρά είναι όλα! Και ποιός είναι
που έφερε αυτό το μήνυμα, γυναίκα;
ΙΟΚ. Κάποιος δούλος, που γλίτωσε αυτός μόνο.
ΟΙΔ. Βρίσκεται τάχα εδώ, στο σπίτι τώρα;
ΙΟΚ. Όχι· σαν ήρθε και είδε εσύ στο θρόνο
να είσαι, άμα ο Λάιος πέθανε, μου πήρε
760 το χέρι και θερμά παρακαλούσε
να τον στείλω στις στάνες, στα χωράφια,
πιο μακριά, όσο μπορεί, να ᾽ναι απ᾽ την πόλη.
Και τον έστειλα, τι όσο αν ήταν δούλος
του άξιζε αυτή και πιο μεγάλη χάρη.
ΟΙΔ. Πώς μπορεί εδώ γοργά να ᾽ρθει και πάλι;
ΙΟΚ. Φτάνει αμέσως· μα αυτό γιατί το θέλεις;
ΟΙΔ. Φοβούμαι πως πολύ καθάρια το είπα
γιατί γυρεύω να τον δω, γυναίκα.