255 οἰκτίρομεν καὶ τόνδε συμφορᾶς χάριν·
τὰ δ᾽ ἐκ θεῶν τρέμοντες οὐ σθένοιμεν ἂν
φωνεῖν πέρα τῶν πρὸς σὲ νῦν εἰρημένων.
ΟΙ. τί δῆτα δόξης ἢ τί κληδόνος καλῆς
μάτην ῥεούσης ὠφέλημα γίγνεται,
260 εἰ τάς γ᾽ Ἀθήνας φασὶ θεοσεβεστάτας
εἶναι, μόνας δὲ τὸν κακούμενον ξένον
σῴζειν οἵας τε καὶ μόνας ἀρκεῖν ἔχειν;
κἄμοιγε ποῦ ταῦτ᾽ ἐστίν; οἵτινες βάθρων
ἐκ τῶνδέ μ᾽ ἐξάραντες εἶτ᾽ ἐλαύνετε,
265 ὄνομα μόνον δείσαντες· οὐ γὰρ δὴ τό γε
σῶμ᾽ οὐδὲ τἆργα τἄμ᾽· ἐπεὶ τά γ᾽ ἔργα μου
πεπονθότ᾽ ἐστὶ μᾶλλον ἢ δεδρακότα,
εἴ σοι τὰ μητρὸς καὶ πατρὸς χρείη λέγειν,
ὧν οὕνεκ᾽ ἐκφοβῇ με· τοῦτ᾽ ἐγὼ καλῶς
270 ἔξοιδα. καίτοι πῶς ἐγὼ κακὸς φύσιν,
ὅστις παθὼν μὲν ἀντέδρων, ὥστ᾽ εἰ φρονῶν
ἔπρασσον, οὐδ᾽ ἂν ὧδ᾽ ἐγιγνόμην κακός;
νῦν δ᾽ οὐδὲν εἰδὼς ἱκόμην ἵν᾽ ἱκόμην,
ὑφ᾽ ὧν δ᾽ ἔπασχον, εἰδότων ἀπωλλύμην.
275 ἀνθ᾽ ὧν ἱκνοῦμαι πρὸς θεῶν ὑμᾶς, ξένοι,
ὥσπερ με κἀνεστήσαθ᾽, ὧδε σώσατε,
καὶ μὴ θεοὺς τιμῶντες εἶτα τοὺς θεοὺς
μώρους ποεῖσθε μηδαμῶς· ἡγεῖσθε δὲ
βλέπειν μὲν αὐτοὺς πρὸς τὸν εὐσεβῆ βροτῶν,
280 βλέπειν δὲ πρὸς τοὺς δυσσεβεῖς· φυγὴν δέ του
μήπω γενέσθαι φωτὸς ἀνοσίου †βροτῶν†.
ξὺν οἷς σὺ μὴ κάλυπτε τὰς εὐδαίμονας
ἔργοις Ἀθήνας ἀνοσίοις ὑπηρετῶν.
ἀλλ᾽, ὥσπερ ἔλαβες τὸν ἱκέτην ἐχέγγυον,
285 ῥύου με κἀκφύλασσε· μηδέ μου κάρα
τὸ δυσπρόσοπτον εἰσορῶν ἀτιμάσῃς.
ἥκω γὰρ ἱερὸς εὐσεβής τε καὶ φέρων
ὄνησιν ἀστοῖς τοῖσδ᾽· ὅταν δ᾽ ὁ κύριος
παρῇ τις, ὑμῶν ὅστις ἐστὶν ἡγεμών,
290 τότ᾽ εἰσακούων πάντ᾽ ἐπιστήσῃ· τὰ δὲ
μεταξὺ τούτου μηδαμῶς γίγνου κακός.
ΧΟ. ταρβεῖν μέν, ὦ γεραιέ, τἀνθυμήματα
πολλή ᾽στ᾽ ἀνάγκη τἀπὸ σοῦ· λόγοισι γὰρ
οὐκ ὠνόμασται βραχέσι· τοὺς δὲ τῆσδε γῆς
295 ἄνακτας ἀρκεῖ ταῦτά μοι διειδέναι.
ΟΙ. καὶ ποῦ ᾽σθ᾽ ὁ κραίνων τῆσδε τῆς χώρας, ξένοι;
ΧΟ. πατρῷον ἄστυ γῆς ἔχει· σκοπὸς δέ νιν,
ὃς κἀμὲ δεῦρ᾽ ἔπεμψεν, οἴχεται στελῶν.
ΟΙ. ἦ καὶ δοκεῖτε τοῦ τυφλοῦ τιν᾽ ἐντροπὴν
300 ἢ φροντίδ᾽ ἕξειν αὐτὸν ὥστ᾽ ἐλθεῖν πέλας;
ΧΟ. καὶ κάρθ᾽, ὅταν περ τοὔνομ᾽ αἴσθηται τὸ σόν.
ΟΙ. τίς δ᾽ ἔσθ᾽ ὁ κείνῳ τοῦτο τοὖπος ἀγγελῶν;
ΧΟ. μακρὰ κέλευθος· πολλὰ δ᾽ ἐμπόρων ἔπη
φιλεῖ πλανᾶσθαι, τῶν ἐκεῖνος ἀίων,
305 θάρσει, παρέσται. πολὺ γάρ, ὦ γέρον, τὸ σὸν
ὄνομα διήκει πάντας, ὥστε κεἰ βραδὺς
εὕδει, κλύων σοῦ δεῦρ᾽ ἀφίξεται ταχύς.
ΟΙ. ἀλλ᾽ εὐτυχὴς ἵκοιτο, τῇ θ᾽ αὑτοῦ πόλει
ἐμοί τε· τίς γὰρ ἐσθλὸς οὐ χαὐτῷ φίλος;
τὰ δ᾽ ἐκ θεῶν τρέμοντες οὐ σθένοιμεν ἂν
φωνεῖν πέρα τῶν πρὸς σὲ νῦν εἰρημένων.
ΟΙ. τί δῆτα δόξης ἢ τί κληδόνος καλῆς
μάτην ῥεούσης ὠφέλημα γίγνεται,
260 εἰ τάς γ᾽ Ἀθήνας φασὶ θεοσεβεστάτας
εἶναι, μόνας δὲ τὸν κακούμενον ξένον
σῴζειν οἵας τε καὶ μόνας ἀρκεῖν ἔχειν;
κἄμοιγε ποῦ ταῦτ᾽ ἐστίν; οἵτινες βάθρων
ἐκ τῶνδέ μ᾽ ἐξάραντες εἶτ᾽ ἐλαύνετε,
265 ὄνομα μόνον δείσαντες· οὐ γὰρ δὴ τό γε
σῶμ᾽ οὐδὲ τἆργα τἄμ᾽· ἐπεὶ τά γ᾽ ἔργα μου
πεπονθότ᾽ ἐστὶ μᾶλλον ἢ δεδρακότα,
εἴ σοι τὰ μητρὸς καὶ πατρὸς χρείη λέγειν,
ὧν οὕνεκ᾽ ἐκφοβῇ με· τοῦτ᾽ ἐγὼ καλῶς
270 ἔξοιδα. καίτοι πῶς ἐγὼ κακὸς φύσιν,
ὅστις παθὼν μὲν ἀντέδρων, ὥστ᾽ εἰ φρονῶν
ἔπρασσον, οὐδ᾽ ἂν ὧδ᾽ ἐγιγνόμην κακός;
νῦν δ᾽ οὐδὲν εἰδὼς ἱκόμην ἵν᾽ ἱκόμην,
ὑφ᾽ ὧν δ᾽ ἔπασχον, εἰδότων ἀπωλλύμην.
275 ἀνθ᾽ ὧν ἱκνοῦμαι πρὸς θεῶν ὑμᾶς, ξένοι,
ὥσπερ με κἀνεστήσαθ᾽, ὧδε σώσατε,
καὶ μὴ θεοὺς τιμῶντες εἶτα τοὺς θεοὺς
μώρους ποεῖσθε μηδαμῶς· ἡγεῖσθε δὲ
βλέπειν μὲν αὐτοὺς πρὸς τὸν εὐσεβῆ βροτῶν,
280 βλέπειν δὲ πρὸς τοὺς δυσσεβεῖς· φυγὴν δέ του
μήπω γενέσθαι φωτὸς ἀνοσίου †βροτῶν†.
ξὺν οἷς σὺ μὴ κάλυπτε τὰς εὐδαίμονας
ἔργοις Ἀθήνας ἀνοσίοις ὑπηρετῶν.
ἀλλ᾽, ὥσπερ ἔλαβες τὸν ἱκέτην ἐχέγγυον,
285 ῥύου με κἀκφύλασσε· μηδέ μου κάρα
τὸ δυσπρόσοπτον εἰσορῶν ἀτιμάσῃς.
ἥκω γὰρ ἱερὸς εὐσεβής τε καὶ φέρων
ὄνησιν ἀστοῖς τοῖσδ᾽· ὅταν δ᾽ ὁ κύριος
παρῇ τις, ὑμῶν ὅστις ἐστὶν ἡγεμών,
290 τότ᾽ εἰσακούων πάντ᾽ ἐπιστήσῃ· τὰ δὲ
μεταξὺ τούτου μηδαμῶς γίγνου κακός.
ΧΟ. ταρβεῖν μέν, ὦ γεραιέ, τἀνθυμήματα
πολλή ᾽στ᾽ ἀνάγκη τἀπὸ σοῦ· λόγοισι γὰρ
οὐκ ὠνόμασται βραχέσι· τοὺς δὲ τῆσδε γῆς
295 ἄνακτας ἀρκεῖ ταῦτά μοι διειδέναι.
ΟΙ. καὶ ποῦ ᾽σθ᾽ ὁ κραίνων τῆσδε τῆς χώρας, ξένοι;
ΧΟ. πατρῷον ἄστυ γῆς ἔχει· σκοπὸς δέ νιν,
ὃς κἀμὲ δεῦρ᾽ ἔπεμψεν, οἴχεται στελῶν.
ΟΙ. ἦ καὶ δοκεῖτε τοῦ τυφλοῦ τιν᾽ ἐντροπὴν
300 ἢ φροντίδ᾽ ἕξειν αὐτὸν ὥστ᾽ ἐλθεῖν πέλας;
ΧΟ. καὶ κάρθ᾽, ὅταν περ τοὔνομ᾽ αἴσθηται τὸ σόν.
ΟΙ. τίς δ᾽ ἔσθ᾽ ὁ κείνῳ τοῦτο τοὖπος ἀγγελῶν;
ΧΟ. μακρὰ κέλευθος· πολλὰ δ᾽ ἐμπόρων ἔπη
φιλεῖ πλανᾶσθαι, τῶν ἐκεῖνος ἀίων,
305 θάρσει, παρέσται. πολὺ γάρ, ὦ γέρον, τὸ σὸν
ὄνομα διήκει πάντας, ὥστε κεἰ βραδὺς
εὕδει, κλύων σοῦ δεῦρ᾽ ἀφίξεται ταχύς.
ΟΙ. ἀλλ᾽ εὐτυχὴς ἵκοιτο, τῇ θ᾽ αὑτοῦ πόλει
ἐμοί τε· τίς γὰρ ἐσθλὸς οὐ χαὐτῷ φίλος;
***
ΧΟ. Παιδί του Οιδίποδα, να ξέρεις, σε πονάμε255 όσο κι αυτόν, για τη βαριά σας μοίρα.
Αλλά ο φόβος των θεών μάς αφαιρεί
το σθένος, να πούμε κάτι περισσότερο σε σένα,
απ᾽ ό,τι ώς τώρα είπαμε.
ΟΙ. Τί ωφελεί λοιπόν η δόξα, σε τί το φημισμένο
όνομα που πάει χαμένο, αν είναι,
260 όπως το λεν, θεοσεβέστατη η Αθήνα, η μόνη που μπορεί
τον κακοπαθημένο ξένο να τον σώσει, μόνη
να του παρασταθεί;
Πού πήγαν όλα αυτά για μένα; όταν εσείς, αφού
με ξεσηκώσατε από τη θέση αυτή,
τώρα με διώχνετε, μόνο και μόνο από φόβο
265 για τ᾽ όνομά μου· όχι ασφαλώς γι᾽ αυτό που είμαι
μήτε για τα δικά μου έργα, αφού τα έργα μου
είναι τα πάθη μάλλον που έχω πάθει, όχι οι πράξεις μου,
αν επιτρέπεται κι εγώ να πω
όσα έχουν σχέση με τη μάνα, τον πατέρα μου,
αυτά που σε φοβίζουν και με διώχνεις.
Καλά το ξέρω αυτό. Όμως πώς θα μπορούσα εγώ
270 να ᾽μαι κακούργος από φυσικού μου, όταν
αμύνθηκα αντιδρώντας στο κακό. Ακόμη κι αν
εν γνώσει μου το είχα κάνει, πάλι
δεν θα γινόμουνα εγκληματίας γι᾽ αυτό.
Μα τώρα φτάνω εδώ που έφτασα σε απόλυτη άγνοια,
ενώ εκείνοι που προκάλεσαν τη βλάβη μου,
γνωρίζοντας μ᾽ έφεραν στον χαμό.
275 Γι᾽ αυτό, σας ικετεύω, ξένοι, στο όνομα των θεών,
όπως καλά με ξεσηκώσατε, έτσι
και να με σώσετε· και μην, τιμώντας τους θεούς
τη μια φορά, την άλλη μωρούς τούς λογαριάζετε.
Αλλά σκεφτείτε, βλέπουν τον ευσεβή οι θεοί,
280 βλέπουν ωστόσο και τους δυσσεβείς· ποτέ κανείς
θνητός ανόσιος δεν μπόρεσε να τους ξεφύγει.
Προσέχοντας κι εσύ το βλέμμα τους,
μην αμαυρώσεις τη μακαρισμένη Αθήνα,
μ᾽ ανόσια έργα μην την κηλιδώσεις.
Αλλά, καθώς με δέχτηκες ικέτη κι έδωσες την υπόσχεση,
285 προστάτεψέ με, σώσε με, μη με καταφρονήσεις
μόνο και μόνο για την όψη μου που ανθρώπου μάτι
δεν μπορεί να την αντέξει.
Έφτασα εδώ αφιερωμένος κι ευσεβής,
φέρνω μαζί μου στους πολίτες όφελος· όταν ο αρμόδιος
φανεί, όποιος κι αν είναι ο ηγεμόνας σας,
290 τότε κι εσύ θ᾽ ακούσεις, θα τα μάθεις όλα.
Στο μεταξύ κοίτα ο ίδιος μην κριματιστείς.
ΧΟ. Μεγάλη ανάγκη, γέροντα, τις σκέψεις σου
να σεβαστούμε, αφού τις ομολόγησες μιλώντας
βαρυσήμαντα. Όμως οι άρχοντες της χώρας θα πάρουν
295 την απόφαση που πρέπει — αυτό μου φτάνει.
ΟΙ. Πού μένει τώρα ο κύριος της χώρας, ξένε;
ΧΟ. Στην πατρική πρωτεύουσα· κι εκείνος ο σκοπός
που μ᾽ έστειλε εδώ, ο ίδιος τρέχοντας
πήγε να τον γυρέψει.
ΟΙ. Αλήθεια, το πιστεύετε πως θα ντραπεί αυτός
έναν τυφλό, θα δείξει ενδιαφέρον τόσο,
300 να ᾽ρθει εδώ αυτοπροσώπως;
ΧΟ. Και μάλιστα πολύ, μόλις ακούσει το όνομά σου προπαντός.
ΟΙ. Κι αυτό το μήνυμα σ᾽ εκείνον ποιός θα φέρει;
ΧΟ. Είναι μακρύς ο δρόμος, αλλά στο διάβα τους
κυκλοφορούν πολλές ειδήσεις οι διαβάτες. Όταν
το νέο φτάσει στα δικά του αφτιά, μην αμφιβάλλεις,
305 θά ᾽ρθει. Γιατί έχει γίνει διαβόητο στον κόσμο τ᾽ όνομά σου,
γέροντα, οπότε κι αν νωχελικά αναπαύεται,
θα φτάσει εδώ πετώντας.
ΟΙ. Μακάρι νά ᾽ρθει, για τη δική του πόλη
και για μένα· γιατί ποιός κάνει το καλό,
που να μη σκέφτεται και το δικό του το καλό;