καὶ δῶμ᾽, ἐν ᾧ λιπόντες ἀθλίαν ἐμὲ
οἰκήσετ᾽ αἰεὶ μητρὸς ἐστερημένοι·
ἐγὼ δ᾽ ἐς ἄλλην γαῖαν εἶμι δὴ φυγάς,
1025 πρὶν σφῷν ὀνάσθαι κἀπιδεῖν εὐδαίμονας,
πρὶν λουτρὰ καὶ γυναῖκα καὶ γαμηλίους
εὐνὰς ἀγῆλαι λαμπάδας τ᾽ ἀνασχεθεῖν.
ὦ δυστάλαινα τῆς ἐμῆς αὐθαδίας.
ἄλλως ἄρ᾽ ὑμᾶς, ὦ τέκν᾽, ἐξεθρεψάμην,
1030 ἄλλως δ᾽ ἐμόχθουν καὶ κατεξάνθην πόνοις,
στερρὰς ἐνεγκοῦσ᾽ ἐν τόκοις ἀλγηδόνας.
ἦ μήν ποθ᾽ ἡ δύστηνος εἶχον ἐλπίδας
πολλὰς ἐν ὑμῖν, γηροβοσκήσειν τ᾽ ἐμὲ
καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν,
1035 ζηλωτὸν ἀνθρώποισι· νῦν δ᾽ ὄλωλε δὴ
γλυκεῖα φροντίς. σφῷν γὰρ ἐστερημένη
λυπρὸν διάξω βίοτον ἀλγεινόν τ᾽ ἐμοί·
ὑμεῖς δὲ μητέρ᾽ οὐκέτ᾽ ὄμμασιν φίλοις
ὄψεσθ᾽, ἐς ἄλλο σχῆμ᾽ ἀποστάντες βίου.
1040 φεῦ φεῦ· τί προσδέρκεσθέ μ᾽ ὄμμασιν, τέκνα;
τί προσγελᾶτε τὸν πανύστατον γέλων;
αἰαῖ· τί δράσω; καρδία γὰρ οἴχεται,
γυναῖκες, ὄμμα φαιδρὸν ὡς εἶδον τέκνων.
οὐκ ἂν δυναίμην· χαιρέτω βουλεύματα
1045 τὰ πρόσθεν· ἄξω παῖδας ἐκ γαίας ἐμούς.
τί δεῖ με πατέρα τῶνδε τοῖς τούτων κακοῖς
λυποῦσαν αὐτὴν δὶς τόσα κτᾶσθαι κακά;
οὐ δῆτ᾽ ἔγωγε· χαιρέτω βουλεύματα.
καίτοι τί πάσχω; βούλομαι γέλωτ᾽ ὀφλεῖν
1050 ἐχθροὺς μεθεῖσα τοὺς ἐμοὺς ἀζημίους;
τολμητέον τάδ᾽· ἀλλὰ τῆς ἐμῆς κάκης,
τὸ καὶ προσέσθαι μαλθακοὺς λόγους φρενί.
χωρεῖτε, παῖδες, ἐς δόμους. ὅτῳ δὲ μὴ
θέμις παρεῖναι τοῖς ἐμοῖσι θύμασιν,
1055 αὐτῷ μελήσει· χεῖρα δ᾽ οὐ διαφθερῶ.
ἆ ἆ·
μὴ δῆτα, θυμέ, μὴ σύ γ᾽ ἐργάσῃ τάδε·
ἔασον αὐτούς, ὦ τάλαν, φεῖσαι τέκνων·
ἐκεῖ μεθ᾽ ἡμῶν ζῶντες εὐφρανοῦσί σε.
μὰ τοὺς παρ᾽ Ἅιδῃ νερτέρους ἀλάστορας,
1060 οὔτοι ποτ᾽ ἔσται τοῦθ᾽ ὅπως ἐχθροῖς ἐγὼ
παῖδας παρήσω τοὺς ἐμοὺς καθυβρίσαι.
[πάντως σφ᾽ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή,
ἡμεῖς κτενοῦμεν οἵπερ ἐξεφύσαμεν.]
πάντως πέπρακται ταῦτα κοὐκ ἐκφεύξεται·
1065 καὶ δὴ ᾽πὶ κρατὶ στέφανος, ἐν πέπλοισι δὲ
νύμφη τύραννος ὄλλυται, σάφ᾽ οἶδ᾽ ἐγώ.
ἀλλ᾽, εἶμι γὰρ δὴ τλημονεστάτην ὁδὸν
καὶ τούσδε πέμψω τλημονεστέραν ἔτι,
παῖδας προσειπεῖν βούλομαι· δότ᾽, ὦ τέκνα,
1070 δότ᾽ ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα.
ὦ φιλτάτη χείρ, φίλτατον δέ μοι στόμα
καὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς τέκνων.
εὐδαιμονοῖτον, ἀλλ᾽ ἐκεῖ· τὰ δ᾽ ἐνθάδε
πατὴρ ἀφείλετ᾽· ὦ γλυκεῖα προσβολή,
1075 ὦ μαλθακὸς χρὼς πνεῦμά θ᾽ ἥδιστον τέκνων.
χωρεῖτε χωρεῖτ᾽· οὐκέτ᾽ εἰμὶ προσβλέπειν
οἵα τε †πρὸς ὑμᾶς† ἀλλὰ νικῶμαι κακοῖς.
καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά,
θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων,
1080 ὅσπερ μεγίστων αἴτιος κακῶν βροτοῖς.
οἰκήσετ᾽ αἰεὶ μητρὸς ἐστερημένοι·
ἐγὼ δ᾽ ἐς ἄλλην γαῖαν εἶμι δὴ φυγάς,
1025 πρὶν σφῷν ὀνάσθαι κἀπιδεῖν εὐδαίμονας,
πρὶν λουτρὰ καὶ γυναῖκα καὶ γαμηλίους
εὐνὰς ἀγῆλαι λαμπάδας τ᾽ ἀνασχεθεῖν.
ὦ δυστάλαινα τῆς ἐμῆς αὐθαδίας.
ἄλλως ἄρ᾽ ὑμᾶς, ὦ τέκν᾽, ἐξεθρεψάμην,
1030 ἄλλως δ᾽ ἐμόχθουν καὶ κατεξάνθην πόνοις,
στερρὰς ἐνεγκοῦσ᾽ ἐν τόκοις ἀλγηδόνας.
ἦ μήν ποθ᾽ ἡ δύστηνος εἶχον ἐλπίδας
πολλὰς ἐν ὑμῖν, γηροβοσκήσειν τ᾽ ἐμὲ
καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν,
1035 ζηλωτὸν ἀνθρώποισι· νῦν δ᾽ ὄλωλε δὴ
γλυκεῖα φροντίς. σφῷν γὰρ ἐστερημένη
λυπρὸν διάξω βίοτον ἀλγεινόν τ᾽ ἐμοί·
ὑμεῖς δὲ μητέρ᾽ οὐκέτ᾽ ὄμμασιν φίλοις
ὄψεσθ᾽, ἐς ἄλλο σχῆμ᾽ ἀποστάντες βίου.
1040 φεῦ φεῦ· τί προσδέρκεσθέ μ᾽ ὄμμασιν, τέκνα;
τί προσγελᾶτε τὸν πανύστατον γέλων;
αἰαῖ· τί δράσω; καρδία γὰρ οἴχεται,
γυναῖκες, ὄμμα φαιδρὸν ὡς εἶδον τέκνων.
οὐκ ἂν δυναίμην· χαιρέτω βουλεύματα
1045 τὰ πρόσθεν· ἄξω παῖδας ἐκ γαίας ἐμούς.
τί δεῖ με πατέρα τῶνδε τοῖς τούτων κακοῖς
λυποῦσαν αὐτὴν δὶς τόσα κτᾶσθαι κακά;
οὐ δῆτ᾽ ἔγωγε· χαιρέτω βουλεύματα.
καίτοι τί πάσχω; βούλομαι γέλωτ᾽ ὀφλεῖν
1050 ἐχθροὺς μεθεῖσα τοὺς ἐμοὺς ἀζημίους;
τολμητέον τάδ᾽· ἀλλὰ τῆς ἐμῆς κάκης,
τὸ καὶ προσέσθαι μαλθακοὺς λόγους φρενί.
χωρεῖτε, παῖδες, ἐς δόμους. ὅτῳ δὲ μὴ
θέμις παρεῖναι τοῖς ἐμοῖσι θύμασιν,
1055 αὐτῷ μελήσει· χεῖρα δ᾽ οὐ διαφθερῶ.
ἆ ἆ·
μὴ δῆτα, θυμέ, μὴ σύ γ᾽ ἐργάσῃ τάδε·
ἔασον αὐτούς, ὦ τάλαν, φεῖσαι τέκνων·
ἐκεῖ μεθ᾽ ἡμῶν ζῶντες εὐφρανοῦσί σε.
μὰ τοὺς παρ᾽ Ἅιδῃ νερτέρους ἀλάστορας,
1060 οὔτοι ποτ᾽ ἔσται τοῦθ᾽ ὅπως ἐχθροῖς ἐγὼ
παῖδας παρήσω τοὺς ἐμοὺς καθυβρίσαι.
[πάντως σφ᾽ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή,
ἡμεῖς κτενοῦμεν οἵπερ ἐξεφύσαμεν.]
πάντως πέπρακται ταῦτα κοὐκ ἐκφεύξεται·
1065 καὶ δὴ ᾽πὶ κρατὶ στέφανος, ἐν πέπλοισι δὲ
νύμφη τύραννος ὄλλυται, σάφ᾽ οἶδ᾽ ἐγώ.
ἀλλ᾽, εἶμι γὰρ δὴ τλημονεστάτην ὁδὸν
καὶ τούσδε πέμψω τλημονεστέραν ἔτι,
παῖδας προσειπεῖν βούλομαι· δότ᾽, ὦ τέκνα,
1070 δότ᾽ ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα.
ὦ φιλτάτη χείρ, φίλτατον δέ μοι στόμα
καὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς τέκνων.
εὐδαιμονοῖτον, ἀλλ᾽ ἐκεῖ· τὰ δ᾽ ἐνθάδε
πατὴρ ἀφείλετ᾽· ὦ γλυκεῖα προσβολή,
1075 ὦ μαλθακὸς χρὼς πνεῦμά θ᾽ ἥδιστον τέκνων.
χωρεῖτε χωρεῖτ᾽· οὐκέτ᾽ εἰμὶ προσβλέπειν
οἵα τε †πρὸς ὑμᾶς† ἀλλὰ νικῶμαι κακοῖς.
καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά,
θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων,
1080 ὅσπερ μεγίστων αἴτιος κακῶν βροτοῖς.
***
Παιδιά μου, αχ παιδιά μου, εσείς έχετε πόλη και σπίτι,όπου θα μείνετε για πάντα χωρίς τη μητέρα,
αφήνοντάς με στη δυστυχία μου.
Εγώ πορεύομαι ήδη εξόριστη σε άλλη γη.
1025 Δεν πρόλαβα να σας χαρώ και να σας καμαρώσω ευτυχισμένα,
να ετοιμάσω το λουτρό του γάμου,
να στολίσω τη νύφη, να στρώσω το κρεβάτι το νυφικό
και να υψώσω λαμπάδες γαμήλιες.
Τόση δυστυχία γι᾽ αυτό μου το πείσμα!
Άδικα σας ανάθρεψα, παιδιά μου,
1030 άδικα εμόχθησα και τυραννήθηκα,
υπομένοντας τις ανελέητες ωδίνες της γέννας.
Πολλές αλήθεια ελπίδες στήριξα κάποτε απάνω σας
η δύστυχη, να με φροντίσετε όταν θα γεράσω
και όταν μια μέρα θα με πάρει ο θάνατος
να με νεκροστολίσετε κατά την τάξη με τα χέρια σας,
1035 κάτι που το ζηλεύει ο κάθε άνθρωπος. Τώρα
πάει πια η γλυκιά εκείνη απαντοχή. Χωρίς εσάς
θα είναι όλη μου η ζωή πόνος και οδύνη.
Και εσείς δεν θα κοιτάξετε ποτέ ξανά
τη μητέρα μ᾽ αυτά τ᾽ αγαπημένα μάτια
— άλλος βίος σάς προσμένει.
1040 Αλίμονο! Αλίμονο! Πώς με κοιτάζουν, παιδιά μου,
τα μάτια σας; Γιατί μου γελάτε, το ύστατο γέλιο;
Ωωω! Τί να κάνω; Η καρδιά μου, γυναίκες, ελύγισε,
όταν είδα τα μάτια των παιδιών μου που έλαμπαν.
Δεν βρίσκω τη δύναμη. Ώρα καλή στα σχέδια τα πριν.
1045 Θα πάρω από τη χώρα τα παιδιά μου. Γιατί άραγε,
για να πληγώσω τον πατέρα τους με τη δική τους δυστυχία,
να γίνω εγώ διπλά δυστυχισμένη;
Όχι, δεν θα γίνει, όχι. Ώρα καλή στα σχέδιά μου.
Όμως, τί έχω πάθει; Θέλω μήπως να γίνω περίγελως
1050 γιατί άφησα τους εχθρούς μου ατιμώρητους;
Πρέπει να τολμήσω. Τί λιποψυχία και η δική μου,
και μόνο που άφησα να περάσουν από τη σκέψη μου
μειλίχια λόγια. Πηγαίνετε μέσα, παιδιά μου.
Και όποιος δεν πρέπει να παρίσταται
στη θυσία που ετοιμάζω, η ευθύνη δική του.
1055 Το χέρι μου δεν θα πτοηθεί.
Ααα! Ααα!
Μη, ψυχή μου, μη, μην πράξεις αυτό που πας να πράξεις.
Άφησέ τα, δύστυχη, λυπήσου τα παιδιά.
Όταν θα ζουν εκεί μαζί μου, θα χαίρεσαι.
Μα τους τιμωρούς δαίμονες του Άδη,
1060 ένα πράγμα δεν θα γίνει ποτέ:
να επιτρέψω εγώ στους εχθρούς μου
να ταπεινώσουν τα παιδιά μου.
[Ανάγκη αδήριτη. Πρέπει να πεθάνουν.
Και αφού πρέπει που πρέπει,
εγώ που τα γέννησα, εγώ και θα τα σκοτώσω.]
Έτσι και αλλιώς αυτά έχουν πια τελειώσει.
Διαφυγή δεν υπάρχει.
1065 Το στεφάνι κάθεται ήδη στην κόμη της,
φοράει τον πέπλο η βασιλική νύφη
και πεθαίνει — το γνωρίζω άριστα.
Όμως τώρα που θα πάρω τον δρόμο τον πιο σκληρό
και θα προπέμψω τα παιδιά μου σε ακόμα σκληρότερο,
θέλω να τ᾽ αποχαιρετήσω.
1070 Δώστε, παιδιά μου, δώστε το δεξί σας χέρι
στη μητέρα σας να το φιλήσει.
Χέρι μου αγαπημένο, αγαπημένο στόμα,
ευγενική μορφή και πρόσωπο των τέκνων μου,
να είστε και τα δυο μου ευτυχισμένα, όμως εκεί· τα εδώ
σας τα στέρησε ο πατέρας σας. Γλυκό μου αγκάλιασμα,
1075 δέρμα μου τρυφερό και ανάσα μυρωμένη των παιδιών μου!
Πηγαίνετε, πηγαίνετε. Δεν αντέχω άλλο να σας κοιτάζω,
το κακό που με ζώνει με λύγισε.
Και καταλαβαίνω βέβαια το κακό που πάω να κάνω,
όμως πιο δυνατό από τη λογική μου είναι το μένος της ψυχής,
1080 αυτό που ευθύνεται για των ανθρώπων τα δεινά τα πιο μεγάλα.
(Τα παιδιά εισέρχονται στο σπίτι, αν δεν έχουν εισέλθει ήδη
μετά τον στ. 1076.)