ὦ χαῖρ᾽ Ἀθάνα, χαῖρε Διογενὲς τέκνον,
ὡς εὖ παρέστης· καί σε παγχρύσοις ἐγὼ
στέψω λαφύροις τῆσδε τῆς ἄγρας χάριν.
ΑΘ. καλῶς ἔλεξας. ἀλλ᾽ ἐκεῖνό μοι φράσον,
95 ἔβαψας ἔγχος εὖ πρὸς Ἀργείων στρατῷ;
ΑΙ. κόμπος πάρεστι κοὐκ ἀπαρνοῦμαι τὸ μή.
ΑΘ. ἦ καὶ πρὸς Ἀτρείδαισιν ᾔχμασας χέρα;
ΑΙ. ὥστ᾽ οὔποτ᾽ Αἴανθ᾽ οἵδ᾽ ἀτιμάσουσ᾽ ἔτι.
ΑΘ. τεθνᾶσιν ἅνδρες, ὡς τὸ σὸν ξυνῆκ᾽ ἐγώ.
100 ΑΙ. θανόντες ἤδη τἄμ᾽ ἀφαιρείσθων ὅπλα.
ΑΘ. εἶεν· τί γὰρ δὴ παῖς ὁ τοῦ Λαερτίου;
ποῦ σοι τύχης ἕστηκεν; ἦ πέφευγέ σε;
ΑΙ. ἦ τοὐπίτριπτον κίναδος ἐξήρου μ᾽ ὅπου;
ΑΘ. ἔγωγ᾽· Ὀδυσσέα τὸν σὸν ἐνστάτην λέγω.
105 ΑΙ. ἥδιστος, ὦ δέσποινα, δεσμώτης ἔσω
θακεῖ· θανεῖν γὰρ αὐτὸν οὔ τί πω θέλω.
ΑΘ. πρὶν ἂν τί δράσῃς ἢ τί κερδάνῃς πλέον;
ΑΙ. πρὶν ἂν δεθεὶς πρὸς κίον᾽ ἑρκείου στέγης
ΑΘ. τί δῆτα τὸν δύστηνον ἐργάσῃ κακόν;
110 ΑΙ. μάστιγι πρῶτον νῶτα φοινιχθεὶς θάνῃ.
ΑΘ. μὴ δῆτα τὸν δύστηνον ὧδέ γ᾽ αἰκίσῃ.
ΑΙ. χαίρειν, Ἀθάνα, τἄλλ᾽ ἐγώ σ᾽ ἐφίεμαι·
κεῖνος δὲ τείσει τήνδε κοὐκ ἄλλην δίκην.
ΑΘ. σὺ δ᾽ οὖν, ἐπειδὴ τέρψις ἥδε σοι τὸ δρᾶν,
115 χρῶ χειρί, φείδου μηδὲν ὧνπερ ἐννοεῖς.
ΑΙ. χωρῶ πρὸς ἔργον· τοῦτο σοὶ δ᾽ ἐφίεμαι,
τοιάνδ᾽ ἀεί μοι σύμμαχον παρεστάναι.
ΑΘ. ὁρᾷς, Ὀδυσσεῦ, τὴν θεῶν ἰσχὺν ὅση;
τούτου τίς ἄν σοι τἀνδρὸς ἢ προνούστερος
120 ἢ δρᾶν ἀμείνων ηὑρέθη τὰ καίρια;
ΟΔ. ἐγὼ μὲν οὐδέν᾽ οἶδ᾽· ἐποικτίρω δέ νιν
δύστηνον ἔμπας, καίπερ ὄντα δυσμενῆ,
ὁθούνεκ᾽ ἄτῃ συγκατέζευκται κακῇ,
οὐδὲν τὸ τούτου μᾶλλον ἢ τοὐμὸν σκοπῶν.
125 ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν
εἴδωλ᾽ ὅσοιπερ ζῶμεν ἢ κούφην σκιάν.
ΑΘ. τοιαῦτα τοίνυν εἰσορῶν ὑπέρκοπον
μηδέν ποτ᾽ εἴπῃς αὐτὸς ἐς θεοὺς ἔπος,
μηδ᾽ ὄγκον ἄρῃ μηδέν᾽, εἴ τινος πλέον
130 ἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει.
ὡς ἡμέρα κλίνει τε κἀνάγει πάλιν
ἅπαντα τἀνθρώπεια· τοὺς δὲ σώφρονας
θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς.

***
ΑΙΑΣΩ χαίρε, Αθηνά, του Δία θυγατέρα, ως ευ παρέστης.
Εγώ μ᾽ ολόχρυσα θα σε στολίσω λάφυρα,
απ᾽ τα θηράματά μου.
ΑΘ. Ωραία τα λες. Όμως εξήγησε τώρα κι αυτό·
έβαψες πράγματι το ξίφος σου στο αίμα των Αργείων;
ΑΙ. Και το καυχιέμαι· δεν το αρνιέμαι.
ΑΘ. Πράγματι στους Ατρείδες σήκωσες ένοπλο χέρι;
ΑΙ. Τόσο που πια τον Αίαντα δεν θ᾽ ατιμάσουν.
ΑΘ. Είναι νεκροί λοιπόν, αν σε κατάλαβα καλά.
ΑΙ. Ολότελα νεκροί, κι ας έλθουν τώρα να μου πάρουν
100 τα δικά μου όπλα.
ΑΘ. Πάει καλά. Και του Λάερτη ο γιος, μ᾽ αυτόν τί γίνεται;
ποιά τύχη τού έχεις φυλαγμένη; μήπως σου ξέφυγε;
ΑΙ. Γι᾽ αυτήν την πονηρή αλεπού ρωτάς πού βρίσκεται;
ΑΘ. Μα ναι! Τον Οδυσσέα λέω, τον αντίπαλό σου.
ΑΙ. Γλυκύτατος, ω δέσποινά μου, μέσα δεμένος
ξάπλωσε· αυτόν ακόμη δεν τον θέλω πεθαμένο.
ΑΘ. Προτού τί άλλο κάνεις, τί άλλο λογαριάζεις;
ΑΙ. Προτού δεθεί στον στύλο της δικής μου στέγης.
ΑΘ. Τί επιπλέον σκέφτεσαι γι᾽ αυτόν τον δύστυχο;
ΑΙ. Μαστιγωμένη θα ματώσει πρώτα η ράχη του,
110 προτού να ξεψυχήσει.
ΑΘ. Έλεος, μη τον δύσμοιρο τόσο τον βασανίσεις.
ΑΙ. Χαίρε, Αθηνά, σ᾽ εσένα εμπιστεύομαι τα πάντα,
όμως αυτού αυτή η ποινή τού πέφτει, άλλη καμιά.
ΑΘ. Δικαίωμά σου να το κάνεις, αν σ᾽ ευχαριστεί,
στο χέρι σου είναι, μην παραλείψεις τίποτε απ᾽ ό,τι
βάζει ο νους σου.
ΑΙ. Τραβάω στο έργο μου, κι ένα από σένα μόνο περιμένω,
σύμμαχος πάντα τέτοια να μου παραστέκεις.
ΑΘ. Το βλέπεις τώρα, Οδυσσέα, ποιά είναι
των θεών η δύναμη;
Ποιός άλλος απ᾽ αυτόν είχε πιο φρόνιμο μυαλό;
120 ποιός άλλος βρέθηκε στην κρίσιμη ώρα πιο σωστός;
ΟΔ. Εγώ δεν ξέρω άλλον· κι ωστόσο τον πονώ
στην τόση δυστυχία του, κι ας είναι εχθρός,
που έγινε υπόζυγος μιας συμφοράς τυφλής.
Τη μοίρα όμως τη δική μου λογαριάζω απ᾽ τη δική του
περισσότερο· γιατί το βλέπω, φαντάσματα είμαστε,
τίποτα άλλο, όσο επιζούμε, κούφια σκιά.
ΑΘ. Γι᾽ αυτό, σε τέτοιο θέαμα μπροστά, κοίτα
μη σου ξεφύγει κομπασμός για τους θεούς,
μήτε και να το πάρεις πάνω σου, αν τύχει κι είσαι
130 πιο βαρύς στα χέρια ή στα μεγάλα πλούτη πιο βαθύς.
Μια μέρα μόνο αναστυλώνει ή συντρίβει
όλα τα ανθρώπινα· τους φρόνιμους μόνο οι θεοί
αγαπούν, μισούν τους άφρονες.