Διαπληκτισμοί θερμόαιμων Αθηναίων
Δεν γνωρίζουμε πότε εκφωνήθηκε ο λόγος. Με βάση τα αναφερόμενα στην § 3 έχουν προταθεί, με επιφυλάξεις, τα έτη 355 και 341 π.Χ..
Ο κατά τα άλλα άγνωστος νεαρός Αθηναίος Αρίστων διώκει με τη διαδικασία της δίκης αἰκείας (μήνυση για κακοποίηση) τον αρκετά μεγαλύτερό του Κόνωνα. Σύμφωνα με την εκδοχή του κατήγορου, όλα ξεκίνησαν πριν από δύο χρόνια, όταν, στη διάρκεια μιας στρατιωτικής εξόδου στο Πάνακτο οι γιοι του κατηγορούμενου, που μεθοκοπούσαν καθημερινά από το πρωί ώς το βράδυ, φέρονταν προκλητικά, στην αρχή απέναντι στους δούλους του Αρίστωνα, στη συνέχεια όμως και απέναντι στον ίδιο: τους έβριζαν, ασχημονούσαν εις βάρος τους και έφτασαν ακόμη να εισβάλουν στη σκηνή τους και να τους ξυλοκοπήσουν.
Παρά το γεγονός ότι ο κατήγορος, μετά την επιστροφή στην πόλη, δεν έδωσε συνέχεια στο θέμα, όταν ένα βράδυ, ενώ περπατούσε με κάποιο φίλο του στην αγορά, συναντήθηκε τυχαία με τον ένα γιο του Κόνωνα, δέχθηκε λίγο αργότερα επίθεση από τον Κόνωνα, τον γιο του και την παρέα τους και κακοποιήθηκε βάναυσα. Έτσι αναγκάστηκε να προσφύγει στη δικαιοσύνη.
Το απόσπασμα που ακολουθεί προέρχεται από την αρχή της διήγησης του λόγου, που δικαίως έχει χαρακτηριστεί «λαμπρό δείγμα επιδέξιας ηθοποιίας». (Ἠθοποιία ονομάζεται η προσαρμογή των λεγομένων στον χαρακτήρα του ομιλούντος. Αριστοτέχνης στην ἠθοποιία θεωρείται ο Λυσίας, βλ. το Κείμενο από τον Διονύσιο τον Αλικαρνασσέα, τόμ. 3).
Κατὰ Κόνωνος § 3-12
[3] ἐξῆλθον ἔτος τουτὶ τρίτον εἰς Πάνακτον φρουρᾶς ἡμῖν προγραφείσης. ἐσκήνωσαν οὖν οἱ υἱεῖς οἱ Κόνωνος τουτουὶ ἐγγὺς ἡμῶν, ὡς οὐκ ἂν ἐβουλόμην· ἡ γὰρ ἐξ ἀρχῆς ἔχθρα καὶ τὰ προσκρούματ᾽ ἐκεῖθεν ἡμῖν συνέβη· ἐξ ὧν δέ, ἀκούσεσθε. ἔπινον ἑκάστοθ᾽ οὗτοι τὴν ἡμέραν, ἐπειδὴ τάχιστ᾽ ἀριστήσαιεν, ὅλην, καὶ τοῦθ᾽, ἕως περ ἦμεν ἐν τῇ φρουρᾷ, διετέλουν ποιοῦντες. ἡμεῖς δ᾽ ὥσπερ ἐνθάδ᾽ εἰώθειμεν, οὕτω διήγομεν καὶ ἔξω. [4] ἣν οὖν δειπνοποιεῖσθαι τοῖς ἄλλοις ὥραν συμβαίνοι, ταύτην ἂν ἤδη ἐπαρῴνουν οὗτοι, τὰ μὲν πόλλ᾽ εἰς τοὺς παῖδας ἡμῶν τοὺς ἀκολούθους, τελευτῶντες δὲ καὶ εἰς ἡμᾶς αὐτούς. φήσαντες γὰρ καπνίζειν αὑτοὺς ὀψοποιουμένους τοὺς παῖδας ἢ κακῶς λέγειν, ὅ τι τύχοιεν, ἔτυπτον καὶ τὰς ἀμίδας κατεσκεδάννυον καὶ προσεούρουν, καὶ ἀσελγείας καὶ ὕβρεως οὐδ᾽ ὁτιοῦν ἀπέλειπον. ὁρῶντες δ᾽ ἡμεῖς ταῦτα καὶ λυπούμενοι τὸ μὲν πρῶτον ἀπεπεμψάμεθα, ὡς δ᾽ ἐχλεύαζον ἡμᾶς καὶ οὐκ ἐπαύοντο, τῷ στρατηγῷ τὸ πρᾶγμ᾽ εἴπομεν κοινῇ πάντες οἱ σύσσιτοι προσελθόντες, οὐκ ἐγὼ τῶν ἄλλων ἔξω. [5] λοιδορηθέντος δ᾽ αὐτοῖς ἐκείνου καὶ κακίσαντος αὐτοὺς οὐ μόνον περὶ ὧν εἰς ἡμᾶς ἠσέλγαινον, ἀλλὰ καὶ περὶ ὧν ὅλως ἐποίουν ἐν τῷ στρατοπέδῳ, τοσούτου ἐδέησαν παύσασθαι ἢ αἰσχυνθῆναι, ὥστ᾽ ἐπειδὴ θᾶττον συνεσκότασεν, εὐθὺς ὡς ἡμᾶς εἰσεπήδησαν ταύτῃ τῇ ἑσπέρᾳ, καὶ τὸ μὲν πρῶτον κακῶς ἔλεγον, τελευτῶντες δὲ καὶ πληγὰς ἐνέτειναν ἐμοί, καὶ τοσαύτην κραυγὴν καὶ θόρυβον περὶ τὴν σκηνὴν ἐποίησαν ὥστε καὶ τὸν στρατηγὸν καὶ τοὺς ταξιάρχους ἐλθεῖν καὶ τῶν ἄλλων στρατιωτῶν τινάς, οἵπερ ἐκώλυσαν μηδὲν ἡμᾶς ἀνήκεστον παθεῖν μηδ᾽ αὐτοὺς ποιῆσαι παροινουμένους ὑπὸ τουτωνί. [6] τοῦ δὲ πράγματος εἰς τοῦτο προελθόντος, ὡς δεῦρ᾽ ἐπανήλθομεν, ἦν ὑμῖν, οἷον εἰκός, ἐκ τούτων ὀργὴ καὶ ἔχθρα πρὸς ἀλλήλους. μὰ τοὺς θεοὺς οὐ μὴν ἔγωγ᾽ ᾠόμην δεῖν οὔτε δίκην λαχεῖν αὐτοῖς οὔτε λόγον ποιεῖσθαι τῶν συμβάντων οὐδένα, ἀλλ᾽ ἐκεῖν᾽ ἁπλῶς ἐγνώκειν τὸ λοιπὸν εὐλαβεῖσθαι καὶ φυλάττεσθαι μὴ πλησιάζειν τοῖς τοιούτοις. πρῶτον μὲν οὖν τούτων ὧν εἴρηκα βούλομαι τὰς μαρτυρίας παρασχόμενος, μετὰ ταῦθ᾽ οἷ᾽ ὑπ᾽ αὐτοῦ τούτου πέπονθ᾽ ἐπιδεῖξαι, ἵν᾽ εἰδῆθ᾽ ὅτι ᾧ προσῆκεν τοῖς τὸ πρῶτον ἁμαρτηθεῖσιν ἐπιτιμᾶν, οὗτος αὐτὸς πρότερος πολλῷ δεινότερ᾽ εἴργασται.
ΜΑΡΤΥΡΙΑΙ
[7] ὧν μὲν τοίνυν οὐδέν᾽ ᾤμην δεῖν λόγον ποιεῖσθαι, ταῦτ᾽ ἐστίν. χρόνῳ δ᾽ ὕστερον οὐ πολλῷ περιπατοῦντος, ὥσπερ εἰώθειν, ἑσπέρας ἐν ἀγορᾷ μου μετὰ Φανοστράτου τοῦ Κηφισιέως, τῶν ἡλικιωτῶν τινός, παρέρχεται Κτησίας ὁ υἱὸς ὁ τούτου, μεθύων, κατὰ τὸ Λεωκόριον, ἐγγὺς τῶν Πυθοδώρου. κατιδὼν δ᾽ ἡμᾶς καὶ κραυγάσας, καὶ διαλεχθείς τι πρὸς αὑτὸν οὕτως ὡς ἂν μεθύων, ὥστε μὴ μαθεῖν ὅ τι λέγοι, παρῆλθε πρὸς Μελίτην ἄνω. ἔπινον δ᾽ ἄρ᾽ ἐνταῦθα (ταῦτα γὰρ ὕστερον ἐπυθόμεθα) παρὰ Παμφίλῳ τῷ γναφεῖ Κόνων οὑτοσί, Διότιμός τις, Ἀρχεβιάδης, Σπίνθαρος ὁ Εὐβούλου, Θεογένης ὁ Ἀνδρομένους, πολλοί τινες, οὓς ἐξαναστήσας ὁ Κτησίας ἐπορεύετ᾽ εἰς τὴν ἀγοράν. [8] καὶ ἡμῖν συμβαίνει ἀναστρέφουσιν ἀπὸ τοῦ Φερρεφαττίου καὶ περιπατοῦσιν πάλιν κατ᾽ αὐτό πως τὸ Λεωκόριον εἶναι, καὶ τούτοις περιτυγχάνομεν. ὡς δ᾽ ἀνεμείχθημεν, εἷς μὲν αὐτῶν, ἀγνώς τις, Φανοστράτῳ προσπίπτει καὶ κατεῖχεν ἐκεῖνον, Κόνων δ᾽ οὑτοσὶ καὶ ὁ υἱὸς αὐτοῦ καὶ ὁ Ἀνδρομένους υἱὸς ἐμοὶ προσπεσόντες τὸ μὲν πρῶτον ἐξέδυσαν, εἶθ᾽ ὑποσκελίσαντες καὶ ῥάξαντες εἰς τὸν βόρβορον οὕτω διέθηκαν ἐναλλόμενοι καὶ ὑβρίζοντες, ὥστε τὸ μὲν χεῖλος διακόψαι, τοὺς δ᾽ ὀφθαλμοὺς συγκλεῖσαι· οὕτω δὲ κακῶς ἔχοντα κατέλιπον, ὥστε μήτ᾽ ἀναστῆναι μήτε φθέγξασθαι δύνασθαι. κείμενος δ᾽ αὐτῶν ἤκουον πολλὰ καὶ δεινὰ λεγόντων. [9] καὶ τὰ μὲν ἄλλα καὶ βλασφημίαν ἔχει τινὰ καὶ ὀνομάζειν ὀκνήσαιμ᾽ ἂν ἐν ὑμῖν ἔνια, ὃ δὲ τῆς ὕβρεώς ἐστι τῆς τούτου σημεῖον καὶ τεκμήριον τοῦ πᾶν τὸ πρᾶγμ᾽ ὑπὸ τούτου γεγενῆσθαι, τοῦθ᾽ ὑμῖν ἐρῶ· ᾖδε γὰρ τοὺς ἀλεκτρυόνας μιμούμενος τοὺς νενικηκότας, οἱ δὲ κροτεῖν τοῖς ἀγκῶσιν αὐτὸν ἠξίουν ἀντὶ πτερύγων τὰς πλευράς. καὶ μετὰ ταῦτ᾽ ἐγὼ μὲν ἀπεκομίσθην ὑπὸ τῶν παρατυχόντων γυμνός, οὗτοι δ᾽ ᾤχοντο θοἰμάτιον λαβόντες μου. ὡς δ᾽ ἐπὶ τὴν θύραν ἦλθον, κραυγὴ καὶ βοὴ τῆς μητρὸς καὶ τῶν θεραπαινίδων ἦν, καὶ μόγις ποτ᾽ εἰς βαλανεῖον ἐνεγκόντες με καὶ περιπλύναντες ἔδειξαν τοῖς ἰατροῖς. ὡς οὖν ταῦτ᾽ ἀληθῆ λέγω, τούτων ὑμῖν τοὺς μάρτυρας παρέξομαι.
ΜΑΡΤΥΡΕΣ[10] συνέβη τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ Εὐξίθεον τουτονὶ τὸν Χολλῄδην, ὄνθ᾽ ἡμῖν συγγενῆ, καὶ Μειδίαν μετὰ τούτου ἀπὸ δείπνου ποθὲν ἀπιόντας περιτυχεῖν πλησίον ὄντι μοι τῆς οἰκίας ἤδη, καὶ εἴς τε τὸ βαλανεῖον φερομένῳ παρακολουθῆσαι, καὶ ἰατρὸν ἄγουσιν παραγενέσθαι. οὕτω δ᾽ εἶχον ἀσθενῶς ὥστε, ἵνα μὴ μακρὰν φεροίμην οἴκαδ᾽ ἐκ τοῦ βαλανείου, ἐδόκει τοῖς παροῦσιν ὡς τὸν Μειδίαν ἐκείνην τὴν ἑσπέραν κομίσαι, καὶ ἐποίησαν οὕτω. λάβ᾽ οὖν καὶ τὰς τούτων μαρτυρίας, ἵν᾽ εἰδῆθ᾽ ὅτι πολλοὶ συνίσασιν ὡς ὑπὸ τούτων ὑβρίσθην.
ΜΑΡΤΥΡΙΑΙ
λαβὲ δὴ καὶ τὴν τοῦ ἰατροῦ μαρτυρίαν.
ΜΑΡΤΥΡΙΑ[11] τότε μὲν τοίνυν παραχρῆμ᾽ ὑπὸ τῶν πληγῶν ἃς ἔλαβον καὶ τῆς ὕβρεως οὕτω διετέθην, ὡς ἀκούετε καὶ μεμαρτύρηται παρὰ πάντων ὑμῖν τῶν εὐθὺς ἰδόντων. μετὰ δὲ ταῦτα τῶν μὲν οἰδημάτων τῶν ἐν τῷ προσώπῳ καὶ τῶν ἑλκῶν οὐδὲν ἔφη φοβεῖσθαι λίαν ὁ ἰατρός, πυρετοὶ δὲ παρηκολούθουν μοι συνεχεῖς καὶ ἀλγήματα, ὅλου μὲν τοῦ σώματος πάνυ σφοδρὰ καὶ δεινά, μάλιστα δὲ τῶν πλευρῶν καὶ τοῦ ἤτρου, καὶ τῶν σιτίων ἀπεκεκλείμην. [12] καὶ ὡς μὲν ὁ ἰατρὸς ἔφη, εἰ μὴ κάθαρσις αἵματος αὐτομάτη μοι πάνυ πολλὴ συνέβη περιωδύνῳ ὄντι καὶ ἀπορουμένῳ ἤδη, κἂν ἔμπυος γενόμενος διεφθάρην· νῦν δὲ τοῦτ᾽ ἔσῳσεν τὸ αἷμ᾽ ἀποχωρῆσαν.
***

[3] Πριν από δύο χρόνια στρατεύτηκα στο Πάνακτο,1 όπου είχαμε κληθεί να υπηρετήσουμε ως φρουροί. Οι γιοι του κατηγορουμένου Κόνωνος κατασκήνωσαν τότε κοντά μας -που είθε να μην είχε συμβεί· γιατί από εκεί ξεκίνησαν αρχικά η έχθρα και οι καβγάδες. Το πώς, θα το ακούσετε. Αυτοί, με το που τέλειωναν το πρωινό φαγητό, άρχιζαν να πίνουν και μονίμως έπιναν όλη μέρα. Όσον καιρό υπηρετούσαμε ως φρουροί, αυτό το έκαναν ανελλιπώς. Εμείς πάλι, όπως είχαμε συνηθίσει εδώ, έτσι ζούσαμε και εκεί. [4] Την ώρα λοιπόν που οι άλλοι συνήθως δειπνούν,2 αυτοί, ήδη τότε, είχαν μεθύσει και παρεκτρέπονταν. Τις πιο πολλές φορές τα έβαζαν με τους δούλους που μας συνόδευαν, στο τέλος όμως και μαζί μας. Προφασιζόμενοι δηλ. ότι οι δούλοι, όταν μαγείρευαν, τους ενοχλούσαν με τον καπνό ή ότι τους έβριζαν -αναλόγως, ό,τι τους κατέβαινε-, τους χτυπούσαν, άδειαζαν πάνω τους τα δοχεία νυκτός, ουρούσαν πάνω τους και γενικά εξαντλούσαν κάθε είδος αισχρότητας και υβριστικής συμπεριφοράς. Εμείς τα βλέπαμε αυτά και είχαμε αγανακτήσει· ωστόσο στην αρχή κοιτάξαμε απλώς να τους διώξουμε. Όταν όμως μας εχλεύαζαν και δεν έλεγαν να σταματήσουν, απευθυνθήκαμε στον στρατηγό και τον ενημερώσαμε -όλο το τμήμα μαζί, όχι εγώ χωριστά από τους άλλους. [5] Εκείνος τους επέπληξε αυστηρά και τους επιτίμησε όχι μόνο για όσα προκλητικά έκαναν εις βάρος μας αλλά και για την εν γένει συμπεριφορά τους στο στρατόπεδο. Αυτοί ούτε που διανοήθηκαν να σταματήσουν ή να ντραπούν -κάθε άλλο. Μόλις έπεσε το σκοτάδι, αμέσως εισέβαλαν το βράδυ εκείνο στη σκηνή μας και στην αρχή μας έβριζαν μόνο, στο τέλος όμως έφτασαν να με ξυλοκοπήσουν κιόλας. Φωνασκούσαν μάλιστα τόσο και προκάλεσαν τέτοια αναστάτωση γύρω από τη σκηνή, ώστε να έλθει ο ίδιος ο στρατηγός και οι ταξίαρχοι3 και μερικοί από τους άλλους στρατιώτες -σ᾽ αυτούς οφείλεται ότι δεν πάθαμε, αλλά και δεν κάναμε, κάτι ανεπανόρθωτο, έτσι που μας προπηλάκιζαν εκείνοι. [6] Αφού το πράγμα έφτασε εκεί που έφτασε, μετά την επάνοδό μας στην πόλη, υπήρχε, όπως ήταν αναμενόμενο, έπειτα από αυτά που είχαν γίνει, οργή και έχθρα και από τις δύο πλευρές. Ωστόσο εγώ, μα τους θεούς, ειλικρινά δεν πίστευα ότι έπρεπε να υποβάλω μήνυση εναντίον τους ή να δώσω συνέχεια στο θέμα. Απλώς είχα αποφασίσει ένα πράγμα: στο εξής να προσέχω και να αποφεύγω να συναναστρέφομαι τέτοια πρόσωπα. Θέλω λοιπόν κατ᾽ αρχάς να προσκομίσω τις μαρτυρίες για όσα είπα και εν συνεχεία να σας εκθέσω τι έχω τραβήξει από τον ίδιο τον κατηγορούμενο, για να γνωρίζετε ότι εκείνος που όφειλε να στηλιτεύσει τα αρχικά έκτροπα, αυτός ο ίδιος έχει κάνει πρώτος πολύ χειρότερα.
ΜΑΡΤΥΡΙΕΣ
[7] Τα ζητήματα λοιπόν στα οποία νόμιζα ότι δεν πρέπει να δοθεί συνέχεια, είναι αυτά. Όμως, έπειτα από ένα όχι ιδιαιτέρως μεγάλο διάστημα, ενώ ένα βράδυ περπατούσα, όπως το συνήθιζα, στην αγορά μαζί με τον Φανόστρατο από την Κηφισιά, ένα συνομήλικό μου, περνάει μεθυσμένος δίπλα μας, εκεί προς το Λεωκόριο,4 κοντά στο σπίτι του Πυθόδωρου,5 ο Κτησίας, ο γιος αυτού. Μόλις μας είδε, έβγαλε μια κραυγή και αφού μιλώντας μόνος του είπε κάτι, όπως θα το έλεγε ένας μεθυσμένος, ώστε να μην καταλάβουμε τι λέει, πέρασε πάνω προς την Μελίτη.6 Ο λόγος ήταν ότι εκεί -αυτά τα μάθαμε αργότερα- έπιναν στο σπίτι του Πάμφιλου του γναφέα7 ο κατηγορούμενος Κόνων, κάποιος Διότιμος, ο Αρχεβιάδης,8 ο Σπίνθαρος ο γιος του Εύβουλου,9 ο Θεογένης ο γιος του Ανδρομένη και κάποιοι ακόμη, ουκ ολίγοι· αυτούς τους ξεσήκωσε ο Κτησίας και προχώρησε προς την αγορά. [8] Την ώρα που εμείς περπατώντας επιστρέφαμε από τον ναό της Περσεφόνης,10 συνέπεσε να βρεθούμε και πάλι κάπου κοντά στο Λεωκόριο, οπότε πέφτουμε πάνω τους. Μόλις συναπαντηθήκαμε, κάποιος απ᾽ αυτούς, ένας που δεν τον γνώριζα, επιτίθεται στον Φανόστρατο και τον ακινητοποιεί, ενώ ο κατηγορούμενος Κόνων και ο γιος του και ο γιος του Ανδρομένη όρμησαν επάνω μου. Το πρώτο που έκαναν ήταν να μου βγάλουν το ιμάτιο. Έπειτα, αφού με ανέτρεψαν και με πέταξαν μέσα στο βόρβορο, με κακοποίησαν τόσο, ποδοπατώντας με και βιαιοπραγώντας εις βάρος μου, ώστε να μου σκίσουν το χείλος και να μου βουλώσουν τα μάτια. Με εγκατέλειψαν μάλιστα σε τέτοιο χάλι ώστε να μην μπορώ ούτε να σηκωθώ ούτε να μιλήσω. Και όπως ήμουνα πεσμένος κάτω, τους άκουγα που έλεγαν πολλά και φοβερά. [9] Τα περισσότερα ήσαν βωμολοχίες, κάποιες από τις οποίες εγώ θα δίσταζα ακόμα και να τις επαναλάβω ενώπιόν σας. Ένα στοιχείο ωστόσο, που αποκαλύπτει την υβριστική νοοτροπία του κατηγορουμένου και αποδεικνύει ότι τα πάντα τα έκανε αυτός, θα σας το αναφέρω. Αυτός, λοιπόν, μιμούμενος τα κοκόρια που νικούν, έκανε πως λαλεί, ενώ οι άλλοι του ζητούσαν, αντί με φτερά, να χτυπάει με τους αγκώνες τα πλευρά. Στη συνέχεια εγώ μεταφέρθηκα από περαστικούς στο σπίτι μου ημίγυμνος, ενώ αυτοί επήραν το ιμάτιό μου και εξαφανίστηκαν. Μόλις έφθασα στην πόρτα του σπιτιού, ακολούθησε θρήνος και οδυρμός από τη μητέρα μου και τις υπηρέτριες. Τελικά, είδαν κι έπαθαν οι άνθρωποι που με μετέφεραν να με πάνε κάποτε στο λουτρό, να με πλύνουν καθαρά και μετά να με παρουσιάσουν στους γιατρούς. Για το ότι πάντως λέω την αλήθεια, επ᾽ αυτού θα σας παρουσιάσω μάρτυρες.
ΜΑΡΤΥΡΕΣ
[10] Συνέβη μάλιστα, άνδρες δικαστές, να με συναντήσουν, όταν βρισκόμουν ήδη κοντά στο σπίτι μου, και ο παρών στο δικαστήριο Ευξίθεος ο Χολλήδης,11 που είναι συγγενής μας, και μαζί του ο Μειδιάς, που επέστρεφαν από κάπου όπου είχαν δειπνήσει, και να με συνοδεύσουν κατά τη μεταφορά μου στο λουτρό και να είναι παρόντες όταν έφεραν γιατρό. Ήμουν δε τόσο εξαντλημένος, ώστε, για να μη μεταφερθώ σε μεγάλη απόσταση από το λουτρό στο σπίτι μου, οι παρόντες εθεώρησαν προτιμότερο να με πάνε το βράδυ εκείνο στο σπίτι του Μειδία, πράγμα που και έκαναν. Πάρε λοιπόν και τις δικές τους μαρτυρίες, για να έχετε υπόψη σας ότι πολλοί γνωρίζουν πόσο υβριστική αντιμετώπιση είχα από αυτούς.
ΜΑΡΤΥΡΙΕΣ
Πάρε τώρα και τη μαρτυρία του γιατρού.
ΜΑΡΤΥΡΙΑ
[11] Τότε λοιπόν, η άμεση συνέπεια από τα χτυπήματα που δέχτηκα και από την κακοποίησή μου ήταν να βρεθώ στην κατάσταση που σας περιγράφω και την οποία έχουν επιβεβαιώσει με τη μαρτυρία τους όλοι εκείνοι που με είδαν την πρώτη στιγμή. Μετά, ο γιατρός έλεγε ότι δεν ανησυχούσε ιδιαίτερα για τα πρηξίματα στο πρόσωπο και τα τραύματα, συνεχώς όμως είχα πυρετό και πόνους, σε όλο μου το σώμα εντονότατους και ανυπόφορους, ιδιαίτερα όμως στα πλευρά και το στομάχι και μου είχε κοπεί η όρεξη. [12] Όπως είπε μάλιστα ο γιατρός, αν δεν είχε μεσολαβήσει από μόνη της ισχυρότατη αιμορραγία, όταν ήδη είχα αφόρητους πόνους και με είχαν ξεγράψει, θα έπιανα πύον και θα πέθαινα. Τώρα με έσωσε το αίμα που έχασα.
--------------------
1 Αθηναϊκό φρούριο στα όρια της Αττικής με την Βοιωτία.
2 Οι αρχαίοι δειπνούσαν κατά κανόνα πριν από τη δύση του ήλιου, όπως συνάγεται και από τον τρόπο με τον οποίο προσδιόριζαν το χρόνο αφίξεως των καλεσμένων («όταν η σκιά θα έχει τόσο μήκος»).
3 Οι ταξίαρχοι ήσαν δέκα, ένας από κάθε φυλή. Κάθε ταξίαρχος διοικούσε μία τάξιν (το τμήμα των οπλιτών που προερχόταν από μία φυλή).
4 Το Λεωκόριο ήταν μνημείο (ή ιερό) αφιερωμένο στις τρεις κόρες του Λεώ, τις οποίες θυσίασε ο πατέρας τους για τη σωτηρία της χώρας τους, όπως απαιτούσε ένας χρησμός. Η ακριβής θέση του Λεωκορίου δεν είναι γνωστή· ξέρουμε πάντως ότι βρισκόταν κοντά στην αγορά και ότι ήταν προσφιλής τόπος συναντήσεων.
5 Πιθανώς είναι ο έμπορος που αναφέρεται και σε ένα λόγο του Ισοκράτη.
6 Περιοχή στα νοτιοδυτικά της αγοράς, όπου βρισκόταν η Πνύκα.
7 Οι γναφείς επεξεργάζονταν, έξαιναν και ελεύκαιναν τα μάλλινα υφάσματα.
8 Παραδίδεται ότι είχε ασχοληθεί με την πολιτική.
9 Πιθανώς ο Εύβουλος είναι ο επιφανής πολιτικός, ο αντίπαλος του Δημοσθένη.
10 Ο ναός βρισκόταν κοντά στην αγορά, αλλά η ακριβής θέση δεν είναι γνωστή.
11 Xoλλῇδαι: δήμος της Αττικής που υπαγόταν στην Λεοντίδα φυλή.