ἔκπλει σεαυτὸν ξυλλαβὼν ἐκ τῆσδε γῆς.
ΦΙ. τί φησιν, ὦ παῖ; τί με κατὰ σκότον ποτὲ
διεμπολᾷ λόγοισι πρός σ᾽ ὁ ναυβάτης;
580 ΝΕ. οὐκ οἶδά πω τί φησι· δεῖ δ᾽ αὐτὸν λέγειν
ἐς φῶς ὃ λέξει, πρὸς σὲ κἀμὲ τούσδε τε.
ΕΜ. ὦ σπέρμ᾽ Ἀχιλλέως, μή με διαβάλῃς στρατῷ
λέγονθ᾽ ἃ μὴ δεῖ· πόλλ᾽ ἐγὼ κείνων ὕπο
δρῶν ἀντιπάσχω χρηστά γ᾽, οἷ᾽ ἀνὴρ πένης.
585 ΝΕ. ἐγώ εἰμ᾽ Ἀτρείδαις δυσμενής· οὗτος δέ μοι
φίλος μέγιστος, οὕνεκ᾽ Ἀτρείδας στυγεῖ.
δεῖ δή σ᾽, ἔμοιγ᾽ ἐλθόντα προσφιλῆ, λόγων
κρύψαι πρὸς ἡμᾶς μηδέν᾽ ὧν ἀκήκοας.
ΕΜ. ὅρα τί ποιεῖς, παῖ. ΝΕ. σκοπῶ κἀγὼ πάλαι.
590 ΕΜ. σὲ θήσομαι τῶνδ᾽ αἴτιον. ΝΕ. ποιοῦ λέγων.
ΕΜ. λέγω. ἐπὶ τοῦτον ἄνδρε τώδ᾽ ὥπερ κλύεις,
ὁ Τυδέως παῖς ἥ τ᾽ Ὀδυσσέως βία,
διώμοτοι πλέουσιν ἦ μὴν ἢ λόγῳ
πείσαντες ἄξειν, ἢ πρὸς ἰσχύος κράτος.
595 καὶ ταῦτ᾽ Ἀχαιοὶ πάντες ἤκουον σαφῶς
Ὀδυσσέως λέγοντος· οὗτος γὰρ πλέον
τὸ θάρσος εἶχε θατέρου δράσειν τάδε.
ΝΕ. τίνος δ᾽ Ἀτρεῖδαι τοῦδ᾽ ἄγαν οὕτω χρόνῳ
τοσῷδ᾽ ἐπεστρέφοντο πράγματος χάριν,
600 ὅν γ᾽ εἶχον ἤδη χρόνιον ἐκβεβληκότες;
τίς ὁ πόθος αὐτοὺς ἵκετ᾽, ἢ θεῶν βία
καὶ νέμεσις, οἵπερ ἔργ᾽ ἀμύνουσιν κακά;
ΕΜ. ἐγὼ σὲ τοῦτ᾽, ἴσως γὰρ οὐκ ἀκήκοας,
πᾶν ἐκδιδάξω. μάντις ἦν τις εὐγενής,
605 Πριάμου μὲν υἱός, ὄνομα δ᾽ ὠνομάζετο
Ἕλενος, ὃν οὗτος νυκτὸς ἐξελθὼν μόνος
ὁ πάντ᾽ ἀκούων αἰσχρὰ καὶ λωβήτ᾽ ἔπη
δόλοις Ὀδυσσεὺς εἷλε· δέσμιόν τ᾽ ἄγων
ἔδειξ᾽ Ἀχαιοῖς ἐς μέσον, θήραν καλήν·
610 ὃς δὴ τά τ᾽ ἄλλ᾽ αὐτοῖσι πάντ᾽ ἐθέσπισεν
καὶ τἀπὶ Τροίᾳ πέργαμ᾽ ὡς οὐ μή ποτε
πέρσοιεν, εἰ μὴ τόνδε πείσαντες λόγῳ
ἄγοιντο νήσου τῆσδ᾽ ἐφ᾽ ἧς ναίει τὰ νῦν.
καὶ ταῦθ᾽ ὅπως ἤκουσ᾽ ὁ Λαέρτου τόκος
615 τὸν μάντιν εἰπόντ᾽, εὐθέως ὑπέσχετο
τὸν ἄνδρ᾽ Ἀχαιοῖς τόνδε δηλώσειν ἄγων·
οἴοιτο μὲν μάλισθ᾽ ἑκούσιον λαβών,
εἰ μὴ θέλοι δ᾽, ἄκοντα· καὶ τούτων κάρα
τέμνειν ἐφεῖτο τῷ θέλοντι μὴ τυχών.
620 ἤκουσας, ὦ παῖ, πάντα· τὸ σπεύδειν δέ σοι
καὐτῷ παραινῶ κεἴ τινος κήδῃ πέρι.
ΦΙ. τί φησιν, ὦ παῖ; τί με κατὰ σκότον ποτὲ
διεμπολᾷ λόγοισι πρός σ᾽ ὁ ναυβάτης;
580 ΝΕ. οὐκ οἶδά πω τί φησι· δεῖ δ᾽ αὐτὸν λέγειν
ἐς φῶς ὃ λέξει, πρὸς σὲ κἀμὲ τούσδε τε.
ΕΜ. ὦ σπέρμ᾽ Ἀχιλλέως, μή με διαβάλῃς στρατῷ
λέγονθ᾽ ἃ μὴ δεῖ· πόλλ᾽ ἐγὼ κείνων ὕπο
δρῶν ἀντιπάσχω χρηστά γ᾽, οἷ᾽ ἀνὴρ πένης.
585 ΝΕ. ἐγώ εἰμ᾽ Ἀτρείδαις δυσμενής· οὗτος δέ μοι
φίλος μέγιστος, οὕνεκ᾽ Ἀτρείδας στυγεῖ.
δεῖ δή σ᾽, ἔμοιγ᾽ ἐλθόντα προσφιλῆ, λόγων
κρύψαι πρὸς ἡμᾶς μηδέν᾽ ὧν ἀκήκοας.
ΕΜ. ὅρα τί ποιεῖς, παῖ. ΝΕ. σκοπῶ κἀγὼ πάλαι.
590 ΕΜ. σὲ θήσομαι τῶνδ᾽ αἴτιον. ΝΕ. ποιοῦ λέγων.
ΕΜ. λέγω. ἐπὶ τοῦτον ἄνδρε τώδ᾽ ὥπερ κλύεις,
ὁ Τυδέως παῖς ἥ τ᾽ Ὀδυσσέως βία,
διώμοτοι πλέουσιν ἦ μὴν ἢ λόγῳ
πείσαντες ἄξειν, ἢ πρὸς ἰσχύος κράτος.
595 καὶ ταῦτ᾽ Ἀχαιοὶ πάντες ἤκουον σαφῶς
Ὀδυσσέως λέγοντος· οὗτος γὰρ πλέον
τὸ θάρσος εἶχε θατέρου δράσειν τάδε.
ΝΕ. τίνος δ᾽ Ἀτρεῖδαι τοῦδ᾽ ἄγαν οὕτω χρόνῳ
τοσῷδ᾽ ἐπεστρέφοντο πράγματος χάριν,
600 ὅν γ᾽ εἶχον ἤδη χρόνιον ἐκβεβληκότες;
τίς ὁ πόθος αὐτοὺς ἵκετ᾽, ἢ θεῶν βία
καὶ νέμεσις, οἵπερ ἔργ᾽ ἀμύνουσιν κακά;
ΕΜ. ἐγὼ σὲ τοῦτ᾽, ἴσως γὰρ οὐκ ἀκήκοας,
πᾶν ἐκδιδάξω. μάντις ἦν τις εὐγενής,
605 Πριάμου μὲν υἱός, ὄνομα δ᾽ ὠνομάζετο
Ἕλενος, ὃν οὗτος νυκτὸς ἐξελθὼν μόνος
ὁ πάντ᾽ ἀκούων αἰσχρὰ καὶ λωβήτ᾽ ἔπη
δόλοις Ὀδυσσεὺς εἷλε· δέσμιόν τ᾽ ἄγων
ἔδειξ᾽ Ἀχαιοῖς ἐς μέσον, θήραν καλήν·
610 ὃς δὴ τά τ᾽ ἄλλ᾽ αὐτοῖσι πάντ᾽ ἐθέσπισεν
καὶ τἀπὶ Τροίᾳ πέργαμ᾽ ὡς οὐ μή ποτε
πέρσοιεν, εἰ μὴ τόνδε πείσαντες λόγῳ
ἄγοιντο νήσου τῆσδ᾽ ἐφ᾽ ἧς ναίει τὰ νῦν.
καὶ ταῦθ᾽ ὅπως ἤκουσ᾽ ὁ Λαέρτου τόκος
615 τὸν μάντιν εἰπόντ᾽, εὐθέως ὑπέσχετο
τὸν ἄνδρ᾽ Ἀχαιοῖς τόνδε δηλώσειν ἄγων·
οἴοιτο μὲν μάλισθ᾽ ἑκούσιον λαβών,
εἰ μὴ θέλοι δ᾽, ἄκοντα· καὶ τούτων κάρα
τέμνειν ἐφεῖτο τῷ θέλοντι μὴ τυχών.
620 ἤκουσας, ὦ παῖ, πάντα· τὸ σπεύδειν δέ σοι
καὐτῷ παραινῶ κεἴ τινος κήδῃ πέρι.
***
ΕΜΠ. Λοιπόν μη με ρωτήσεις άλλο, μόνοκάμε όσο γρήγορα μπορείς να φεύγεις
απ᾽ αυτό το νησί. ΦΙΛ. Τί λέει, παιδί μου;
τί σου πουλά και σου αγοράζει ο ξένος
για μένα, μ᾽ όσα στα κρυφά σού λέει;
580 ΝΕΟ. Ακόμα δεν κατάλαβα· μα πρέπει
ό,τι έχει ξέσκεπα στο φως να λέει
σε σένα εμπρός, σε μένα, σ᾽ αυτούς όλους.
ΕΜΠ. Γιε του Αχιλλέα, μη θέλεις να μ᾽ εκθέσεις
στο στρατό, που ζητάς να λέω στη μέση
όσα δεν πρέπει· εγώ από κείνους έχω
κέρδη πολλά για άνθρωπο της ανάγκης.
ΝΕΟ. Εγώ είμ᾽ εχθρός των Ατρειδών· κι αυτός
ο φίλος μου ο καλύτερος· γιατ᾽ έχει
θανάσιμο με τους Ατρείδες μίσος·
πρέπει λοιπόν και συ που λες πως ήρθες
σα φίλος, τίποτα να μη μας κρύψεις
από τα λόγια π᾽ άκουσες. ΕΜΠ. Μα σκέψου,
παιδί μου, τί ζητάς. ΝΕΟ. Και πολύ ωραία
το ᾽χω σκεφτεί. ΕΜΠ. Θα ρίξω επάνω σου όλη
590 την αφορμή. ΝΕΟ. Να τη ρίξεις, μα λέγε.
ΕΜΠ. Άκου λοιπόν· γι᾽ αυτόν οι δυο που σου ᾽πα,
του Τυδέα ο γιος κι ο άρχοντας Οδυσσέας,
πλέουν ορκισμένοι πως θενα τον πάρουν
μαζί των ή με το καλό ή με βία.
Κι άκουσαν όλ᾽ οι Αργείοι τον Οδυσσέα
να τα λέει ανοιχτά, γιατ᾽ είχ᾽ εκείνος
τα θάρρητά του πιο πολύ απ᾽ τον άλλο
πως θα πετύχει να τα βγάλει πέρα.
ΝΕΟ. Και ποιός ο λόγος που άξαφνα οι Ατρείδες
μετά ᾽πό τόσα χρόνια δείχνουν τέτοιαν
600 έγνοια γι᾽ αυτόν, που είχαν παραπετάξει
τόσον καιρό; τί ᾽ν᾽ αυτός τώρα ο πόθος
που τους έπιασε; ή μήπως η εκδικήτρα
δύναμη των θεών, που τιμωρούνε
τα κακά τα έργα; ΕΜΠ. Εγώ θα σου εξηγήσω
όλα τα πάντα που ίσως δεν τα ξέρεις.
Ήταν ένας στην Τροία διαλεχτός μάντης
γιος του Πριάμου, Έλενος τ᾽ όνομά του,
που αυτός ο δολερός, ο άξιος ν᾽ ακούει
κάθε βρισιά και πόμπιασμα Οδυσσέας,
μια νύχτα που ᾽χε βγει παγάνα μόνος,
τον έπιασε και πισταγκωνισμένο
τον παρουσίασε, διαλεχτό κυνήγι
στη μέση του στρατού· αυτός λοιπόν,
610 εχτός απ᾽ όσα τους προφήτεψ᾽ άλλα,
τους είπε πως ποτέ της Τροίας τα κάστρα
δε θα κυριεύσουν, παρ᾽ αν καταφέρουν
τον ήρω᾽ αυτόν με το καλό να πάρουν
απ᾽ το νησί , που τώρα ζει μονάχος.
Κι άμ᾽ άκουσε τα λόγια αυτά του μάντη
του Λαέρτη ο γιος, τους έταξε πως ότι
αυτός θα πάει να τους τον φέρει αμέσως,
κι επίστευε, είπε, πως με θέλησή του
θα τον έπαιρνε· αλλιώς και στανικώς του·
και δέχονταν, αν δεν ήθε πετύχει,
να του έκοβε όποιος θέλει το κεφάλι.
Όλα τα ξέρεις τώρα, μόνο αμέσως
620 σε συμβουλεύω να βιαστείς να φεύγεις
και συ κι όποιος καλό τού θέλεις άλλος.