835 πρὸς τοῦ παρόντος ἐκμάθῃς, ἔχ᾽ ἐλπίδα.
ΟΙ. καὶ μὴν τοσοῦτόν γ᾽ ἐστί μοι τῆς ἐλπίδος,
τὸν ἄνδρα τὸν βοτῆρα προσμεῖναι μόνον.
ΟΙ. καὶ μὴν τοσοῦτόν γ᾽ ἐστί μοι τῆς ἐλπίδος,
τὸν ἄνδρα τὸν βοτῆρα προσμεῖναι μόνον.
ΙΟ. πεφασμένου δὲ τίς ποθ᾽ ἡ προθυμία;
ΟΙ. ἐγὼ διδάξω σ᾽· ἢν γὰρ εὑρεθῇ λέγων
840 σοὶ ταὔτ᾽, ἔγωγ᾽ ἂν ἐκπεφευγοίην πάθος.
ΙΟ. ποῖον δέ μου περισσὸν ἤκουσας λόγον;
ΟΙ. λῃστὰς ἔφασκες αὐτὸν ἄνδρας ἐννέπειν
ὥς νιν κατακτείνειαν. εἰ μὲν οὖν ἔτι
λέξει τὸν αὐτὸν ἀριθμόν, οὐκ ἐγὼ ᾽κτανον·
845 οὐ γὰρ γένοιτ᾽ ἂν εἷς γε τοῖς πολλοῖς ἴσος·
εἰ δ᾽ ἄνδρ᾽ ἕν᾽ οἰόζωνον αὐδήσει, σαφῶς
τοῦτ᾽ ἐστὶν ἤδη τοὔργον εἰς ἐμὲ ῥέπον.
ΙΟ. ἀλλ᾽ ὡς φανέν γε τοὔπος ὧδ᾽ ἐπίστασο,
κοὐκ ἔστιν αὐτῷ τοῦτό γ᾽ ἐκβαλεῖν πάλιν·
850 πόλις γὰρ ἤκουσ᾽, οὐκ ἐγὼ μόνη, τάδε.
εἰ δ᾽ οὖν τι κἀκτρέποιτο τοῦ πρόσθεν λόγου,
οὔτοι ποτ᾽, ὦναξ, τόν γε Λαΐου φόνον
φανεῖ δικαίως ὀρθόν, ὅν γε Λοξίας
διεῖπε χρῆναι παιδὸς ἐξ ἐμοῦ θανεῖν.
855 καίτοι νιν οὐ κεῖνός γ᾽ ὁ δύστηνός ποτε
κατέκταν᾽, ἀλλ᾽ αὐτὸς πάροιθεν ὤλετο.
ὥστ᾽ οὐχὶ μαντείας γ᾽ ἂν οὔτε τῇδ᾽ ἐγὼ
βλέψαιμ᾽ ἂν οὕνεκ᾽ οὔτε τῇδ᾽ ἂν ὕστερον.
ΟΙ. καλῶς νομίζεις. ἀλλ᾽ ὅμως τὸν ἐργάτην
860 πέμψον τινὰ στελοῦντα μηδὲ τοῦτ᾽ ἀφῇς.
ΙΟ. πέμψω ταχύνασ᾽· ἀλλ᾽ ἴωμεν ἐς δόμους.
οὐδὲν γὰρ ἂν πράξαιμ᾽ ἂν ὧν οὔ σοι φίλον.

***
ΧΟΡ. Με πλημμύρισες, βασιλιά μου, με τρόμο·
ώσπου να πληροφορηθείς
απ᾽ τον αυτόπτη μάρτυρα,
κράτησε την ελπίδα.
ΟΙΔ. Ελπίδα που κρεμάστηκε σ᾽ ένα βοσκό.
ΙΟΚ. Κι όταν φανεί, τί σκέφτεσαι να κάνεις;
ΟΙΔ. Θα σου πω.
Αν πει κι αυτός αυτά που λες κι εσύ
840 γλιτώνω μια για πάντα.
ΙΟΚ. Και ποιό σπουδαίο σου ᾽δωσα τεκμήριο;
ΟΙΔ. Κατέθετε, βεβαίωνες,
πως σκότωσαν τον Λάιο ληστές.
Αν επιμένει στον αριθμό,
εγώ δεν σκότωσα τον άνθρωπο.
Ο ένας κι οι πολλοί δεν είναι ίσα κι όμοια.
Αν έναν οδοιπόρο μαρτυρήσει,
τότε το φονικό ξεκάθαρα
βαραίνει την ψυχή μου.
ΙΟΚ. Πίστεψέ με, λοιπόν· αβίαστα μιλούσε
και δεν μπορεί το λόγο του ν᾽ αλλάξει.
Δεν τ᾽ άκουσα μονάχα εγώ,
850 στην αγορά της πόλης
τ᾽ αφηγήθηκε.
Μα κι αν τα στρίψει,
δεν θ᾽ αποδείξει, βασιλιά,
πως σκότωσες εσύ το Λάιο.
Ο Πυθικός Λοξίας μήνυσε
πως θα τον σκότωνε παιδί
που θα ᾽κανε μαζί μου.
Ούτε και το μωρό το δύσμοιρο
τον σκότωσε.
Χάθηκε πρώτο.
Γι᾽ αυτό δεν έχω πίστη στους χρησμούς,
παλιούς και νέους.
ΟΙΔ. Έχεις δίκιο.
Όμως μην αμελήσεις
860 να στείλεις να φωνάξουνε το δούλο.
ΙΟΚ. Στέλνω γοργά.
Ας πάμε τώρα στο παλάτι.
Ό,τι ποθείς, θα κάνω πάντα πρόθυμα.