ἡ μὲν ἔπειτ᾽ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων·
αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὄτρυνον ἑταίρους
145 αὐτούς τ᾽ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
οἱ δ᾽ αἶψ᾽ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.
ἑξῆς δ᾽ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
ἡμῖν δ᾽ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,
150 Κίρκη ἐϋπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.
αὐτίκα δ᾽ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
ἥμεθα· τὴν δ᾽ ἄνεμός τε κυβερνήτης τ᾽ ἴθυνε.
δὴ τότ᾽ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
«Ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύ᾽ οἴους
155 θέσφαθ᾽ ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων·
ἀλλ᾽ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμεν
ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.
Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων
φθόγγον ἀλεύασθαι καὶ λειμῶν᾽ ἀνθεμόεντα.
160 οἶον ἔμ᾽ ἠνώγει ὄπ᾽ ἀκουέμεν· ἀλλά με δεσμῷ
δήσατ᾽ ἐν ἀργαλέῳ, ὄφρ᾽ ἔμπεδον αὐτόθι μίμνω,
ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ᾽ αὐτοῦ πείρατ᾽ ἀνήφθω.
εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,
ὑμεῖς δὲ πλεόνεσσι τότε ἐν δεσμοῖσι πιέζειν.»
165 Ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον·
τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς εὐεργὴς
νῆσον Σειρήνοιϊν· ἔπειγε γὰρ οὖρος ἀπήμων.
αὐτίκ᾽ ἔπειτ᾽ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.
170 ἀνστάντες δ᾽ ἕταροι νεὸς ἱστία μηρύσαντο,
καὶ τὰ μὲν ἐν νηῒ γλαφυρῇ βάλον, οἱ δ᾽ ἐπ᾽ ἐρετμὰ
ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν.
αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέϊ χαλκῷ
τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον.
175 αἶψα δ᾽ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς
Ἠελίου τ᾽ αὐγὴ Ὑπεριονίδαο ἄνακτος·
ἑξείης δ᾽ ἑτάροισιν ἐπ᾽ οὔατα πᾶσιν ἄλειψα.
οἱ δ᾽ ἐν νηΐ μ᾽ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε
ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ᾽ αὐτοῦ πείρατ᾽ ἀνῆπτον·
180 αὐτοὶ δ᾽ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
ἀλλ᾽ ὅτε τόσσον ἀπῆν ὅσον τε γέγωνε βοήσας,
ῥίμφα διώκοντες, τὰς δ᾽ οὐ λάθεν ὠκύαλος νηῦς
ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δ᾽ ἔντυνον ἀοιδήν·
«Δεῦρ᾽ ἄγ᾽ ἰών, πολύαιν᾽ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,
185 νῆα κατάστησον, ἵνα νωϊτέρην ὄπ᾽ ἀκούσῃς.
οὐ γάρ πώ τις τῇδε παρήλασε νηῒ μελαίνῃ,
πρίν γ᾽ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπ᾽ ἀκοῦσαι,
ἀλλ᾽ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.
ἴδμεν γάρ τοι πάνθ᾽ ὅσ᾽ ἐνὶ Τροίῃ εὐρείῃ
190 Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν·
ἴδμεν δ᾽ ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.»
Ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ
ἤθελ᾽ ἀκουέμεναι, λῦσαί τ᾽ ἐκέλευον ἑταίρους,
ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον.
195 αὐτίκα δ᾽ ἀνστάντες Περιμήδης Εὐρύλοχός τε
πλείοσί μ᾽ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.
αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδ᾽ ἔτ᾽ ἔπειτα
φθόγγον Σειρήνων ἠκούομεν οὐδέ τ᾽ ἀοιδήν,
αἶψ᾽ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,
200 ὅν σφιν ἐπ᾽ ὠσὶν ἄλειψ᾽, ἐμέ τ᾽ ἐκ δεσμῶν ἀνέλυσαν.
Ἀλλ᾽ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκ᾽ ἔπειτα
καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα·
τῶν δ᾽ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατ᾽ ἐρετμά,
βόμβησαν δ᾽ ἄρα πάντα κατὰ ῥόον· ἔσχετο δ᾽ αὐτοῦ
205 νηῦς, ἐπεὶ οὐκέτ᾽ ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.
αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὄτρυνον ἑταίρους
μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·
«Ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν·
οὐ μὲν δὴ τόδε μεῖζον ἔπι κακὸν ἢ ὅτε Κύκλωψ
210 εἴλει ἐνὶ σπῆϊ γλαφυρῷ κρατερῆφι βίηφιν·
ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ βουλῇ τε νόῳ τε
ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀΐω.
νῦν δ᾽ ἄγεθ᾽, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.
ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν
215 τύπτετε κληΐδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς
δώῃ τόνδε γ᾽ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι·
σοὶ δέ, κυβερνῆθ᾽, ὧδ᾽ ἐπιτέλλομαι· ἀλλ᾽ ἐνὶ θυμῷ
βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήϊα νωμᾷς.
τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε
220 νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι
κεῖσ᾽ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.»

***
Τελειώνοντας τον λόγο της, φάνηκε πια στον ουρανό η Αυγή χρυσόθρονη.Τότε μ᾽ αφήνει κι ανεβαίνει το νησί η ωραία θεά.
Όσο για μένα, γύρισα στο πλοίο ευθύς, παρακινώντας τους συντρόφους
να πάρουν θέση στο καράβι, να λύσουν τις πρυμάτσες.
Εκείνοι ανέβηκαν και κάθησαν όλοι τους στα ζυγά,
και καθισμένοι στη σειρά έπιασαν τα κουπιά, χτυπώντας
αφρισμένο το γκρίζο κύμα της θαλάσσης.
Κι αμέσως, πίσω στο καράβι μας με τη γαλάζια πλώρη,
για χάρη μας αμόλησε
πρίμο αγεράκι, που φουσκώνει τα πανιά, καλό μας σύντροφο,
150 η Κίρκη καλλιπλόκαμη, δαιμονική θεά, μ᾽ ανθρώπινη μιλιά.
Κι όπως με κόπο όλα του πλοίου τ᾽ άρμενα είχαμε φροντίσει,
καθήσαμε χαλαρωμένοι, γιατί το κυβερνούσε τώρα το καράβι
ο ούριος άνεμος κι ο τιμονιέρης.
Τότε κι εγώ στράφηκα στους συντρόφους, μιλώντας με βαριά καρδιά:
«Καλοί μου φίλοι, ένας δεν φτάνει μήτε δυο να ξέρουν
όσα η Κίρκη λέγοντας μου προφήτεψε, σεμνή θεά.
Γι᾽ αυτό κι εγώ θα σας μιλήσω, ώστε γνωρίζοντας ή να πεθάνουμε
ή να γλιτώσουμε τον θάνατο και να ξεφύγουμε τη μαύρη μοίρα.
Λοιπόν η πρώτη συμβουλή της ήταν πώς θα αποφύγουμε
το θείο τραγούδι των Σειρήνων και το ανθισμένο τους λιβάδι.
160 Μόνο σ᾽ εμένα επέτρεψε ν᾽ ακούσω τη φωνή τους· αλλά θα πρέπει
να με δέσετε σφιχτά, τόσο που να πονέσω, να μην μπορώ να κουνηθώ,
όρθιο πάνω στο κατάρτι, με τα σχοινιά πλεγμένα γύρω του.
Κι αν σας παρακαλώ, αν σας φωνάζω να με λύσετε,
εσείς θα πρέπει πιο σφιχτά να με τυλίξετε,
μ᾽ ακόμη περισσότερα δεσμά."
Κι ενώ μιλώντας εξηγούσα στους συντρόφους τα καθέκαστα,
πλησίαζε πια το καράβι, γερό σκαρί, στων δύο Σειρήνων
το νησί, γρήγορα όπως το έσπρωχνε πρίμο το αγέρι.
Τότε μεμιάς έπεσε ο άνεμος, η νηνεμία άπλωσε
γαλήνη, κοίμισε ο δαίμονας τα κύματα.
170 Ευθύς πετάχτηκαν επάνω οι σύντροφοι και μαϊνάρουν τα πανιά,
τα μάζεψαν στο κοίλωμα του πλοίου κι έσκυψαν στα κουπιά·
ξύλα καλοξυσμένα ελάτινα λευκαίνουν τώρα το νερό.
Την ίδια ώρα εγώ, με κοφτερό χαλκό, χωρίζω φέτα από κερί,
μεγάλη, στρόγγυλη, και στα γερά μου χέρια μάλαξα
τα κομμάτια της· γρήγορα το κερί ζεστάθηκε
απ᾽ τη δική μου τη μεγάλη δύναμη, αλλά κι από το πύρωμα του ήλιου,
οπού περνά σαν βασιλιάς τον ουρανό.
Με τούτο το κερί, όλους μου τους συντρόφους, τους βούλωσα τ᾽ αφτιά.
Αλλά κι εκείνοι μ᾽ έδεσαν στο πλοίο χέρια πόδια,
όρθιο πάνω στο κατάρτι, με τα σχοινιά σφιγμένα γύρω του.
Ύστερα καθισμένοι στα ζυγά, με τα κουπιά στο χέρι
180 χτυπούσαν το νερό της γκρίζας θάλασσας.
Κι όπως, κωπηλατώντας γρήγορα, σίμωσε τόσο το καράβι
στο νησί, που θα μπορούσε να ακουστεί η φωνή του ανθρώπου,
μας πήραν οι Σειρήνες είδηση, πως προσπερνούσε το σκαρί μας γοργοτάξιδο,
κι άρχισαν το ψηλόλιγνο τραγούδι τους:
«Έλα, Οδυσσέα περίφημε, δόξα των Αχαιών, πλησίασε,
άραξε εδώ το πλοίο, ν᾽ ακούσεις τη φωνή μας.
Αφού κανείς ποτέ δεν μας προσπέρασε στο μελανό καράβι του,
προτού να ακούσει από το στόμα μας τη μελιστάλακτη φωνή μας·
πρώτα ευφραίνεται κι ύστερα συνεχίζει το ταξίδι του,
κερδίζοντας καινούργια γνώση.
Γιατί τα πάντα εμείς γνωρίζουμε, όσα τραβήξανε στης Τροίας
190 τον κάμπο Αργείοι και Τρώες — θέλημα των θεών.
Κι ακόμη ξέρουμε τα όσα συμβαίνουν πάνω σ᾽ ολόκληρη τη γη
με τα πολλά γεννήματα.»
Έτσι μιλώντας, τραγουδούσαν με φωνή περίκαλλη, κι εμένα
μέσα μου η καρδιά μου λαχταρούσε να τις ακούσει, παρακαλούσα
τους συντρόφους να με λύσουν, έκανα νόημα γνέφοντας· αλλά εκείνοι
εκεί, σκυμμένοι στα κουπιά, κωπηλατούσαν.
Κι αυτοστιγμεί πετάχτηκαν ο Ευρύλοχος κι ο Περιμήδης,
μ᾽ έδεσαν μ᾽ άλλα, πρόσθετα σχοινιά, μ᾽ έσφιγγαν πιο γερά.
Τέλος, όταν τις ξεπεράσαμε, και δεν ακούγαμε
μήτε φωνή μήτε και το τραγούδι των Σειρήνων,
τότε οι καλοί μου εταίροι έβγαλαν το κερί, αυτό που εγώ
200 τους άλειψα στ᾽ αφτιά τους, με λύνουν κι εμένα απ᾽ τα δεσμά μου.
Είχαμε αφήσει πίσω το νησί, όταν μπροστά μου βλέπω
καπνό, κύμα μεγάλο κι άκουσα τον σάλο.
Εκείνοι τότε τρόμαξαν, τους φεύγουν τα κουπιά απ᾽ τα χέρια·
όλα τους, κρεμασμένα στο νερό, πλατάγιζαν, και το καράβι
έμενε εκεί σταματημένο, αφού δεν το οδηγούσαν πια
στα χέρια τους τα σπαθωτά κουπιά.
Οπότε εγώ φέρνω ένα γύρο το καράβι και τους συντρόφους αναθάρρυνα,
με λόγια όμως μαλακά, από κοντά και στον καθένα χωριστά:
«Ω φίλοι, άμαθοι δεν είμαστε θαρρώ στις τόσες συμφορές·
και σίγουρα δεν είναι αυτό το μεγαλύτερο κακό, όπως εκείνο
όταν ο Κύκλωπας, άγρια και βίαια, μας έκλεισε
210 μες στη βαθιά σπηλιά του.
Κι όμως, το ξέρετε, με τη δική μου αρετή, τη γνώση, το μυαλό,
γλιτώσαμε από κει — θα τα θυμόσαστε φαντάζομαι κι αυτά μια μέρα!
Λοιπόν, ελάτε τώρα, θάρρος, σ᾽ ό,τι σας πω ας δείξουμε όλοι υπακοή·
εσείς οι άλλοι πιάσετε πάλι τα κουπιά και, καθισμένοι στα ζυγά, χτυπάτε
βαθιά τα κύματα της θάλασσας, ανίσως δώσει ο Δίας
κι αυτόν τον όλεθρο αποφεύγοντας σωθούμε.
Όσο για σένα, κυβερνήτη, έχω εντολή ξεχωριστή, βάλ᾽ την
καλά στον νου σου, αφού είσαι εσύ που κυβερνάς
στο βαθουλό καράβι μας το δοιάκι:
βγάλε το πλοίο απ᾽ τον καπνό κι από το κύμα αυτό·
220 τράβα γυρεύοντας τον σκόπελο· μην ξεχαστείς κι αλλάξει
το καράβι δρόμο, που θα μας παρασύρεις τότε στον χαμό.»