θεοῖς τε πιστεύσαντα τοῖς τ᾽ ἐμοῖς λόγοις
1375 φίλου μετ᾽ ἀνδρὸς τοῦδε τῆσδ᾽ ἐκπλεῖν χθονός.
ΦΙ. ἦ πρὸς τὰ Τροίας πεδία καὶ τὸν Ἀτρέως
ἔχθιστον υἱὸν τῷδε δυστήνῳ ποδί;
ΝΕ. πρὸς τοὺς μὲν οὖν σε τήνδε τ᾽ ἔμπυον βάσιν
παύσοντας ἄλγους κἀποσώσοντας νόσου.
1380 ΦΙ. ὦ δεινὸν αἶνον αἰνέσας, τί φῄς ποτε;
ΝΕ. ἃ σοί τε κἀμοὶ λῷσθ᾽ ὁρῶ τελούμενα.
ΦΙ. καὶ ταῦτα λέξας οὐ καταισχύνῃ θεούς;
ΝΕ. πῶς γάρ τις αἰσχύνοιτ᾽ ἂν ὠφελούμενος;
ΦΙ. λέγεις δ᾽ Ἀτρείδαις ὄφελος, ἢ ἐπ᾽ ἐμοὶ τόδε;
1385 ΝΕ. σοί που φίλος γ᾽ ὤν· χὡ λόγος τοιόσδε μου.
ΦΙ. πῶς, ὅς γε τοῖς ἐχθροῖσί μ᾽ ἐκδοῦναι θέλεις;
ΝΕ. ὦ τᾶν, διδάσκου μὴ θρασύνεσθαι κακοῖς.
ΦΙ. ὀλεῖς με, γιγνώσκω σε, τοῖσδε τοῖς λόγοις.
ΝΕ. οὔκουν ἔγωγε· φημὶ δ᾽ οὔ σε μανθάνειν.
1390 ΦΙ. ἐγὼ οὐκ Ἀτρείδας ἐκβαλόντας οἶδά με;
ΝΕ. ἀλλ᾽ ἐκβαλόντες εἰ πάλιν σώσουσ᾽ ὅρα.
ΦΙ. οὐδέποθ᾽ ἑκόντα γ᾽ ὥστε τὴν Τροίαν ἰδεῖν.
ΝΕ. τί δῆτ᾽ ἂν ἡμεῖς δρῷμεν, εἰ σέ γ᾽ ἐν λόγοις
πείσειν δυνησόμεσθα μηδὲν ὧν λέγω;
1395 ὡς ῥᾷστ᾽ ἐμοὶ μὲν τῶν λόγων λῆξαι, σὲ δὲ
ζῆν, ὥσπερ ἤδη ζῇς, ἄνευ σωτηρίας.
ΦΙ. ἔα με πάσχειν ταῦθ᾽ ἅπερ παθεῖν με δεῖ·
ἃ δ᾽ ᾔνεσάς μοι δεξιᾶς ἐμῆς θιγών,
πέμπειν πρὸς οἴκους, ταῦτά μοι πρᾶξον, τέκνον,
1400 καὶ μὴ βράδυνε μηδ᾽ ἐπιμνησθῇς ἔτι
Τροίας· ἅλις γάρ μοι τεθρήνηται γόοις.
ΝΕ. εἰ δοκεῖ, στείχωμεν. ΦΙ. ὦ γενναῖον εἰρηκὼς ἔπος.
ΝΕ. ἀντέρειδε νῦν βάσιν σήν. ΦΙ. εἰς ὅσον γ᾽ ἐγὼ σθένω.
ΝΕ. αἰτίαν δὲ πῶς Ἀχαιῶν φεύξομαι; ΦΙ. μὴ φροντίσῃς.
1405 ΝΕ. τί γάρ, ἐὰν πορθῶσι χώραν τὴν ἐμήν; ΦΙ. ἐγὼ παρὼν—
ΝΕ. τίνα προσωφέλησιν ἔρξεις; ΦΙ. βέλεσι τοῖς Ἡρακλέους—
ΝΕ. πῶς λέγεις; ΦΙ. εἴρξω πελάζειν σῆς πάτρας. ΝΕ. ἀλλ᾽ εἰ ‹δοκεῖ
σοὶ τὸ› δρᾶν τάδ᾽ ὥσπερ αὐδᾶς, στεῖχε προσκύσας χθόνα.

***
ΝΕΟ. Έχεις δίκιο σ᾽ αυτά· μα έλα εμπιστέψουστους θεούς και σε μένα που ᾽μαι φίλος,
κι εμπρός ας φεύγομ᾽ απ᾽ εδώ, να πάμε —
ΦΙΛ. Στης Τροίας τους κάμπους ε; στους μισητούς μου
τους Ατρείδες, μ᾽ αυτό τ᾽ άθλιο μου πόδι.
ΝΕΟ. Σε κείνους που απ᾽ τους πόνους θα σε σώσουν
και το ᾽μπυασμένο πόδι θα σου γιάνουν.
1380 ΦΙΛ. Ω φρίκη λόγια· τί ᾽ν᾽ αυτά που λες;
ΝΕΟ. Μα που για σένα και για μένα βλέπω
πως είναι τα καλύτερα, αν γενούν.
ΦΙΛ. Και τους θεούς δεν ντρέπεσαι, μ᾽ αυτά
που κάθεσαι να λες; ΝΕΟ. Γιατί κανένας
να ντρέπεται, σαν ωφελεί τους φίλους;
ΦΙΛ. Για ωφέλεια λες των Ατρειδών ή εμένα;
ΝΕΟ. Εσένα βέβαια, γιατί σού ειμαι φίλος
και σου μιλώ σαν τέτοιος. ΦΙΛ. Και πώς, όταν
θες στους εχθρούς μου να με παραδώσεις;
ΝΕΟ. Μάθε, καλέ μου, να μην είσαι τόσο
περήφανος μέσα στις συφορές.
ΦΙΛ. Εσύ, το βλέπω, θα με καταστρέψεις
μ᾽ αυτά τα λόγια. ΝΕΟ. Εγώ; καθόλου· μόνο
σου λέγω πως εσύ δε θες να νιώσεις.
ΦΙΛ. Δε με φτάνει να ξέρω πως οι Ατρείδες
1390 στην εξορία με πέταξαν; ΝΕΟ. Μ᾽ αν θέλουν
να σε σώσουνε πάλι, αυτό να βλέπεις.
ΦΙΛ. Ποτέ μου δε θα το δεχτώ, αν είναι
να ιδώ την Τροία. ΝΕΟ. Τί άλλο λοιπόν μου μένει
να κάμω, αφού και μ᾽ όλα μου τα λόγια
ποτέ δε θα μπορέσω να σε πείσω
σ᾽ αυτά που λέγω; το πιο απλούστερο είναι
να μην προστέσω λέξη και ν᾽ αφήσω
να ζεις και συ καθώς ως τώρα εζούσες,
χωρίς καμιάν ελπίδα σωτηρίας.
ΦΙΛ. Άφησ᾽ μ᾽ εμένα να τραβώ όσα πάθη
μου μέλλουνται· μα την υπόσκεσή σου
που μὄδωσες πιάνοντας το δεξί μου
το χέρι, να με ξαναφέρεις πίσω
στην πατρίδα μου, κάμε το, παιδί μου,
1400 χωρίς ν᾽ αργείς και πια μη μου θυμίζεις
την Τροία κι αρκετά την έχω κλάψει.
ΝΕΟ. Λοιπόν πάμε αν θες. ΦΙΛ. Ω λόγος μεγαλόψυχης καρδιάς!
ΝΕΟ. Πάνω μου στηρίξου κι έρχου. ΦΙΛ. Μ᾽ όση δύναμη μπορώ.
ΝΕΟ. Μα εγώ πώς θενα ξεφύγω την οργή των Αχαιών;
ΦΙΛ. Μην ανησυχείς. ΝΕΟ. Κι αν έρθουν και τη χώρα μου χαλούν;
ΦΙΛ. Εγώ παρών— ΝΕΟ. Τί θα ωφελήσεις; ΦΙΛ. Με τα τόξα του Ηρακλή…
ΝΕΟ. Τί λοιπόν; ΦΙΛ. Τα σύνορά σου δε θ᾽ αφήσω να διαβούν.
ΝΕΟ. Έλ᾽ ακλούθα μου, αφού πρώτα ανασπαστείς αυτή τη γη.