780 πλοῦς οὔριός τε κεὐσταλὴς ὅποι ποτὲ
θεὸς δικαιοῖ χὡ στόλος πορσύνεται.
ΦΙ. δέδοικα δ᾽, ὦ παῖ, μὴ ἀτελὴς εὐχὴ ‹τύχῃ›·
στάζει γὰρ αὖ μοι φοίνιον τόδ᾽ ἐκ βυθοῦ
κηκῖον αἷμα, καί τι προσδοκῶ νέον.
785 παπαῖ, φεῦ.
παπαῖ μάλ᾽, ὦ πούς, οἷά μ᾽ ἐργάσῃ κακά.
προσέρπει,
προσέρχεται τόδ᾽ ἐγγύς. οἴμοι μοι τάλας.
ἔχετε τὸ πρᾶγμα· μὴ φύγητε μηδαμῇ.
790 ἀτταταῖ.
ὦ ξένε Κεφαλλήν, εἴθε σοῦ διαμπερὲς
στέρνων ἵκοιτ᾽ ἄλγησις ἥδε. φεῦ, παπαῖ.
παπαῖ μάλ᾽ αὖθις. ὦ διπλοῖ στρατηλάται,
Ἀγάμεμνον, ὦ Μενέλαε, πῶς ἂν ἀντ᾽ ἐμοῦ
795 τὸν ἴσον χρόνον τρέφοιτε τήνδε τὴν νόσον;
ὤμοι μοι.
ὦ θάνατε θάνατε, πῶς ἀεὶ καλούμενος
οὕτω κατ᾽ ἦμαρ οὐ δύνᾳ μολεῖν ποτε;
ὦ τέκνον, ὦ γενναῖον, ἀλλὰ συλλαβὼν
800 τῷ Λημνίῳ τῷδ᾽ ἀνακαλουμένῳ πυρὶ
ἔμπρησον, ὦ γενναῖε· κἀγώ τοί ποτε
τὸν τοῦ Διὸς παῖδ᾽ ἀντὶ τῶνδε τῶν ὅπλων,
ἃ νῦν σὺ σῴζεις, τοῦτ᾽ ἐπηξίωσα δρᾶν.
τί φῄς, παῖ;
805 τί φῄς; τί σιγᾷς; ποῦ ποτ᾽ ὤν, τέκνον, κυρεῖς;
ΝΕ. ἀλγῶ πάλαι δὴ τἀπὶ σοὶ στένων κακά.
ΦΙ. ἀλλ᾽, ὦ τέκνον, καὶ θάρσος ἴσχ᾽· ὡς ἥδε μοι
ὀξεῖα φοιτᾷ καὶ ταχεῖ᾽ ἀπέρχεται.
ἀλλ᾽ ἀντιάζω, μή με καταλίπῃς μόνον.
810 ΝΕ. θάρσει, μενοῦμεν. ΦΙ. ἦ μενεῖς; ΝΕ. σαφῶς φρόνει.
ΦΙ. οὐ μήν σ᾽ ἔνορκόν γ᾽ ἀξιῶ θέσθαι, τέκνον.
ΝΕ. ὡς οὐ θέμις γ᾽ ἐμοὔστι σοῦ μολεῖν ἄτερ.
ΦΙ. ἔμβαλλε χειρὸς πίστιν. ΝΕ. ἐμβάλλω μενεῖν.
ΦΙ. ἐκεῖσε νῦν μ᾽, ἐκεῖσε— ΝΕ. ποῖ λέγεις; ΦΙ. ἄνω
815 ΝΕ. τί παραφρονεῖς αὖ; τί τὸν ἄνω λεύσσεις κύκλον;
ΦΙ. μέθες μέθες με. ΝΕ. ποῖ μεθῶ; ΦΙ. μέθες ποτέ.
ΝΕ. οὔ φημ᾽ ἐάσειν. ΦΙ. ἀπό μ᾽ ὀλεῖς, ἢν προσθίγῃς.
ΝΕ. καὶ δὴ μεθίημ᾽, εἴ τι δὴ πλέον φρονεῖς.
ΦΙ. ὦ γαῖα, δέξαι θανάσιμόν μ᾽ ὅπως ἔχω·
820 τὸ γὰρ κακὸν τόδ᾽ οὐκέτ᾽ ὀρθοῦσθαί μ᾽ ἐᾷ.
ΝΕ. τὸν ἄνδρ᾽ ἔοικεν ὕπνος οὐ μακροῦ χρόνου
ἕξειν· κάρα γὰρ ὑπτιάζεται τόδε·
ἱδρώς γέ τοί νιν πᾶν καταστάζει δέμας,
μέλαινά τ᾽ ἄκρου τις παρέρρωγεν ποδὸς
825 αἱμορραγὴς φλέψ. ἀλλ᾽ ἐάσωμεν, φίλοι,
ἕκηλον αὐτόν, ὡς ἂν εἰς ὕπνον πέσῃ.

***
ΝΕΟ. Ω θεοί, ας μας έβγει σε καλό των δυο μας780 κι ο αγέρας πρίμος α μας προβοδίζει
όπου ο Θεός το κρίνει δίκιο κι όπου
ετοιμαζόμαστε να πάμε. ΦΙΛ. Αχ, γιε μου,
φοβούμαι μην του κάκου πάει η ευχή σου,
γιατί μου ξαναρχίζει μαύρο γαίμα
βαθιά ᾽πό την πληγή μου ν᾽ αναδίνει
και νέα πάλι θα ᾽χομε· ω πω, πώπω!
790 Θεοκατάρατε Θιακέ, και να ᾽ταν
πέρα και πέρα μες στα σωθικά σου
να σου ρίζωνε αυτός ο σφάχτης. Αχ, αχ
και πάλιν αχ· ω διπλοί στρατηλάτες,
Μενέλαε και Αγαμέμνονα, πώς να ᾽ταν
αντίς εμέ να θρέφατε ίσα χρόνια
την αρρώστια μου εσείς. Ω αλίμονό μου,
ω θάνατε, αχ ω θάνατε, πώς έτσι
που σε καλούνε πάντα νύχτα-μέρα,
πώς δεν μπορείς τέλος να ᾽ρθεις; Μα, γιε μου,
εσύ έλα καν, γενναία ψυχή, και πιάσε
800 σ᾽ αυτή που λένε τη φωτιά της Λήμνου
να με κάψεις· και ᾽γώ το ίδιο να κάμω
δέχτηκα μια φορά στο γιο του Δία,
αντίς γι᾽ αυτά που μου φυλάς τα τόξα.
Μα δε μιλάς, παιδί, γιατί σωπαίνεις;
πού είσαι; πού βρίσκεσαι παιδί; ΝΕΟ. Έτσι στέκω
βουβός και κλαίω από μέσα μου για σένα.
ΦΙΛ. Μα έχε και θάρρος, γιε μου· όπως με πιάνει
μεμιάς η αρρώστια, έτσι μεμιάς και φεύγει.
Μα σε ξορκίζω, μη μ᾽ αφήσεις μόνο.
ΝΕΟ. Μη φοβάσαι, θα μείνομε. ΦΙΛ. Θα μείνεις,
810 αλήθεια; ΝΕΟ. Να είσαι βέβαιος. ΦΙΛ. Μα με όρκους
δε θα ᾽θελα, παιδί μου, να σε δέσω.
ΝΕΟ. Κανείς θεός δε θα το συχωρούσε
να σηκωθώ να φύω χωρίς εσένα.
ΦΙΛ. Δώσε λοιπόν το χέρι σου. ΝΕΟ. Το δίνω
πως θενα μείνω. ΦΙΛ. Εκεί, νά, από κει τώρα…
ΝΕΟ. Τί εκεί; ΦΙΛ. Νά, επάνω… ΝΕΟ. Τί παθαίνεις πάλι;
Γιατί στον ουρανό γυρνάς τα μάτια;
ΦΙΛ. Άφησ᾽, άφησ᾽ με. ΝΕΟ. Πού θες να σ᾽ αφήσω;
ΦΙΛ. Άφησ᾽ με τέλος. ΝΕΟ. Όχι, δε σ᾽ αφήνω.
ΦΙΛ. Θα με σκοτώσεις, αν μ᾽ αγγίξεις. ΝΕΟ. Νά που
σ᾽ αφήνω, αν είσαι πιο στα σύγκαλά σου.
ΦΙΛ. Ω γη, δέξου με συ, όπως είμαι τώρα
του θανάτου, γιατί πια δε μ᾽ αφήνουν
820 οι πόνοι αυτοί στα πόδια μου να στέκω.
ΝΕΟ. Φαίνεται δε θ᾽ αργήσει ακόμα ο ύπνος
να τον πάρει· νά, γέρν᾽ η κεφαλή του
κι ο ίδρως απ᾽ όλο το κορμί του στάζει·
μια φλέβα μαύρη τού άνοιξε στην άκρη
του ποδιού του· και τρέχει αίμα ποτάμι.
Μ᾽ ας τον αφήσομε ήσυχο, παιδιά,
για να τον πάρει στα βαθιά του ο ύπνος.