ἀμφ᾽ Ἄρεος φιλότητος ἐϋστεφάνου τ᾽ Ἀφροδίτης,
ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι
λάθρῃ· πολλὰ δ᾽ ἔδωκε, λέχος δ᾽ ᾔσχυνε καὶ εὐνὴν
270 Ἡφαίστοιο ἄνακτος· ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν
Ἥλιος, ὅ σφ᾽ ἐνόησε μιγαζομένους φιλότητι.
Ἥφαιστος δ᾽ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,
βῆ ῥ᾽ ἴμεν ἐς χαλκεῶνα, κακὰ φρεσὶ βυσσοδομεύων,
ἐν δ᾽ ἔθετ᾽ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς
275 ἀρρήκτους ἀλύτους, ὄφρ᾽ ἔμπεδον αὖθι μένοιεν.
αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,
βῆ ῥ᾽ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνι᾽ ἔκειτο,
ἀμφὶ δ᾽ ἄρ᾽ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ·
πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,
280 ἠΰτ᾽ ἀράχνια λεπτά, τά γ᾽ οὔ κέ τις οὐδὲ ἴδοιτο,
οὐδὲ θεῶν μακάρων· πέρι γὰρ δολόεντα τέτυκτο.
αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,
εἴσατ᾽ ἴμεν ἐς Λῆμνον, ἐϋκτίμενον πτολίεθρον,
ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.
285 οὐδ᾽ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης,
ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·
βῆ δ᾽ ἴμεναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο,
ἰσχανόων φιλότητος ἐϋστεφάνου Κυθερείης.
ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος
290 ἐρχομένη κατ᾽ ἄρ᾽ ἕζεθ᾽· ὁ δ᾽ εἴσω δώματος ᾔει
ἔν τ᾽ ἄρα οἱ φῦ χειρὶ ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·
«Δεῦρο, φίλη, λέκτρονδε, τραπείομεν εὐνηθέντες·
οὐ γὰρ ἔθ᾽ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη
οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.»
295 Ὣς φάτο, τῇ δ᾽ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
τὼ δ᾽ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ
τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,
οὐδέ τι κινῆσαι μελέων ἦν οὐδ᾽ ἀναεῖραι.
καὶ τότε δὴ γίγνωσκον, ὅ τ᾽ οὐκέτι φυκτὰ πέλοντο.
300 ἀγχίμολον δέ σφ᾽ ἦλθε περικλυτὸς ἀμφιγυήεις,
αὖτις ὑποστρέψας, πρὶν Λήμνου γαῖαν ἱκέσθαι·
Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.
βῆ δ᾽ ἴμεναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ·
ἔστη δ᾽ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει·
305 σμερδαλέον δ᾽ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσι·
«Ζεῦ πάτερ ἠδ᾽ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
δεῦθ᾽, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,
ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη
αἰὲν ἀτιμάζει, φιλέει δ᾽ ἀΐδηλον Ἄρηα,
310 οὕνεχ᾽ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε
ἠπεδανὸς γενόμην· ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,
ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.
ἀλλ᾽ ὄψεσθ᾽, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι,
εἰς ἐμὰ δέμνια βάντες· ἐγὼ δ᾽ ὁρόων ἀκάχημαι.
315 οὐ μέν σφεας ἔτ᾽ ἔολπα μίνυνθά γε κειέμεν οὕτω,
καὶ μάλα περ φιλέοντε· τάχ᾽ οὐκ ἐθελήσετον ἄμφω
εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,
εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,
ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,
320 οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.»
Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ·
ἦλθε Ποσειδάων γαιήοχος, ἦλθ᾽ ἐριούνης
Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.
θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.
325 ἔσταν δ᾽ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων·
ἄσβεστος δ᾽ ἄρ᾽ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι
τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
«Οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν,
330 ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα,
ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσι
χωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγρι᾽ ὀφέλλει.»
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
335 «Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων,
ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς
εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ;»
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα διάκτορος ἀργειφόντης·
«αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλ᾽ Ἄπολλον.
340 δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,
ὑμεῖς δ᾽ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,
αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ.»
Ὣς ἔφατ᾽, ἐν δὲ γέλως ὦρτ᾽ ἀθανάτοισι θεοῖσιν.
οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δ᾽ αἰεὶ
345 Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα·
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
«Λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις,
τίσειν αἴσιμα πάντα μετ᾽ ἀθανάτοισι θεοῖσι.»
Τὸν δ᾽ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις·
350 «μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·
δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.
πῶς ἂν ἐγώ σε δέοιμι μετ᾽ ἀθανάτοισι θεοῖσιν,
εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;»
Τὸν δ᾽ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·
355 «Ἥφαιστ᾽, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας
οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.»
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
«οὐκ ἔστ᾽ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.»
Ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.
360 τὼ δ᾽ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος,
αὐτίκ᾽ ἀναΐξαντε ὁ μὲν Θρῄκηνδε βεβήκει,
ἡ δ᾽ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη,
ἐς Πάφον, ἔνθα τέ οἱ τέμενος βωμός τε θυήεις.
ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
365 ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.

***
Και να ο Δημόδοκος έκρουσε την κιθάρα, ένα ωραίο τραγούδιξεκινώντας για την αγάπη του Άρη με την καλλιστέφανη Αφροδίτη.
Το πώς κρυφά, πρώτη φορά, μέσα στο ίδιο το παλάτι του Ήφαιστου,
έσμιξαν μεταξύ τους· το πώς εκείνος, με τα πολλά του δώρα,
άσχημα ντρόπιαζε την κλίνη και το στρώμα του θεού Ηφαίστου.
270 Δεν άργησε όμως, κι αγγελιαφόρος φτάνει ο Ήλιος,
που του φανέρωσε το πώς τους είδε αγκαλιασμένους
στον παράνομο έρωτα.
Τότε λοιπόν το νέο ακούγοντας
που την ψυχή του δάγκωσε, ο Ήφαιστος τραβήχτηκε
στο εργαστήρι, όπου τα μέταλλα δουλεύει,
κι ο νους του μελετούσε την εκδίκησή του.
Στήνει στο ξύλο του άκμονα μεγάλο αμόνι και πήρε να χτυπά
άρρηκτα κι άλυτα δεσμά, που να τους παγιδέψουν.
Κι όταν ετοίμασε το δόλιο έργο του, γλίστρησε,
χολωμένος με τον Άρη, στον θάλαμό του, όπου
βρισκόταν κι η συζυγική του κλίνη.
Και περιπλέκει με τα δίχτυα το κρεβάτι, από τα πόδια ολόγυρα·
κρέμασε κι άλλα από ψηλά στο μεσιανό δοκάρι, πολλά,
280 λεπτότατα, να πέφτουν σαν αράχνες, κανείς να μην μπορεί,
μήτε θεός, να τα ξεκρίνει — τόσο καλά τον δόλο του είχε στήσει.
Κι αφού τα δίχτυα του παγίδευσαν από παντού την κλίνη,
άφησε να φανεί πως πάει στη Λήμνο, οχυρωμένη
και καλοχτισμένη πόλη — της έτρεφε την πιο μεγάλη αγάπη,
την προτιμούσε από τις άλλες χώρες.
Στο μεταξύ ο Άρης χρυσοχάλινος, που δεν τον παραμόνεψε άδικα,
βλέποντας ότι ξεμακραίνει ο καλλιτέχνης Ήφαιστος,
στον έρωτα δοσμένος της καλλιστέφανης Κυθέρειας,
έσπευσε αμέσως στο παλάτι του ξακουστού Ηφαίστου.
Κι εκείνη, γυρίζοντας απ᾽ του πατέρα της, του παντοδύναμου Κρονίδη,
290 εκεί καθόταν περιμένοντας· ο Άρης τότε ορμητικός
της έπιασε σφιχτά το χέρι και την προσφώνησε μιλώντας:
«Έλα, αγαπημένη, να πλαγιάσουμε, τον έρωτά μας να χαρούμε·
δεν είναι εδώ ο Ήφαιστος, το ξέρω πως ξεκίνησε,
πηγαίνοντας μάλλον στη Λήμνο, στους Σίντιες
με τη βαριά κι άγρια φωνή.»
Ακούγοντας η Αφροδίτη δέχτηκε με χαρά της να πλαγιάσουν,
οι δυο τους προχωρούν και πέφτουν στο κρεβάτι,
και ξαφνικά τους τύλιξαν περίτεχνα τα δίχτυα του δολοπλόκου
Ηφαίστου· μήτε τα μέλη τους μπορούσαν να κινήσουν, μήτε
να σηκωθούν ξανά· τότε κατάλαβαν ότι τους βρήκε
το αναπόφευκτο.
300 Στην ώρα φθάνει ο περιώνυμος χωλός θεός, πίσω γυρίζοντας,
προτού πατήσει το νησί της Λήμνου· γιατί ο Ήλιος,
κατασκοπεύοντας για χάρη του, τους είδε και του φανερώνει
το μαντάτο. Βαρύθυμος ο Ήφαιστος και πληγωμένος,
προχώρησε στον θάλαμό του, έμεινε ακίνητος στο πρόθυρο,
κι όπως τον έπνιγε ο θυμός, σέρνει μια φοβερή, άγρια κραυγή,
να τον ακούσουν όλοι οι θεοί του Ολύμπου:
«Δία πατέρα, και μακάριοι εσείς θεοί αθάνατοι,
ελάτε, δείτε έργα καταγέλαστα κι αβάσταχτα·
το πώς εμένα, τον χωλό θεό, η Αφροδίτη, η κόρη του Διός,
με ατιμάζει συνεχώς· πώς στον ολέθριο Άρη χαρίζει
310 την αγάπη της, γιατί αυτός είναι ο ωραίος, ο αρτιμελής,
ενώ εγώ γεννήθηκα σακάτης· όχι από φταίξιμο άλλου κανενός,
μόνο των δυο γονιών μου, που καλύτερα να μ᾽ άφηναν αγέννητο.
Ελάτε να τους δείτε πώς ζευγαρώνουν τώρα πλαγιασμένοι,
ανεβασμένοι στη δική μου κλίνη, κι εγώ τους βλέπω
και με πνίγει ο πόνος. Φαντάζομαι όμως
πως το ζευγάρωμά τους δεν θα το συνεχίσουν για πολύ,
όσο κι αν τους κορώνει ο πόθος· δεν θα θελήσουν γρήγορα
να ξανασμίξουν μεταξύ τους. Γιατί ο δόλος και τα δίχτυα μου
θα τους κρατούν δεμένους, ωσότου τα γαμήλια δώρα γυρίσει πίσω
ο πατέρας της, όσα του πρόσφερα γι᾽ αυτή τη σκύλα κόρη·
320 ωραία η θυγατέρα του, δεν λέω, μα τόσο ξέφρενη.»
Ακούγοντας τον λόγο του, συναθροιστήκαν οι θεοί
στο χάλκινο κατώφλι του θαλάμου·
ήλθε ο Ποσειδών, κύριος της γης· ήλθε ο πολύστροφος Ερμής·
ήλθε λαμπρός ο Απόλλων, τοξότης με τα μακρινά του βέλη —
δεν ήλθαν μόνο οι θεές, στο σπίτι μένοντας από αιδημοσύνη.
Οι άλλοι όμως αγαθοεργοί θεοί ήσαν στο πρόθυρο στημένοι·
και τότε ξέσπασε άσβεστο γέλιο στους μάκαρες θεούς,
βλέποντας τα τεχνάσματα του δολοπλόκου Ηφαίστου.
Ο ένας κοίταζε τον άλλον, λέγοντας μεταξύ τους:
«Όχι, τ᾽ άνομα έργα δεν ευδοκιμούν· ο αργός προφθαίνει τον ταχύ.
330 Όπως και τώρα· αργός ο Ήφαιστος, τον Άρη πρόλαβε
ταχύτερον, όσο κανείς από τους άλλους ολυμπίους θεούς·
αν και χωλός, τον έπιασε στα δίχτυα του· τώρα οφείλονται
και της μοιχείας τα χρέη.»
Έτσι μιλούσαν, συναλλάσσοντας τα λόγια τους,
και τότε ο Απόλλων, ο περίλαμπρος γιος του Διός, γύρισε στον Ερμή:
«Ερμή διογέννητε, ψυχοπομπέ και δωροδότη,
340 αλήθεια, πες μου, θα δεχόσουν, παγιδευμένος σε φριχτά δεσμά,
να πλάγιαζες στην ίδια κλίνη με τη χρυσή Αφροδίτη;»
Ευθύς ανταποκρίθηκε ο Ερμής, ψυχοπομπός κι αργοφονιάς:
«Άμποτε κάτι τέτοιο να γινόταν, λαμπρέ εκηβόλε Απόλλωνα·
ας ήμουν γύρω μου δεμένος με τρεις φορές τόσα κι αμέτρητα δεσμά,
ας με θωρούσατε όλοι εσείς, θεοί, θεές·
φτάνει να πλάγιαζα με τη χρυσή Αφροδίτη.»
Η απάντηση σήκωσε γέλιο στους αθάνατους θεούς,
όμως ο Ποσειδώνας δεν γελούσε· επίμονα παρακαλούσε
τον έξοχο τεχνίτη Ήφαιστο να λύσει τα δεσμά του Άρη.
Στράφηκε τότε προς το μέρος του μιλώντας, και πέταξαν
τα λόγια του σαν τα πουλιά:
«Λύσε τον· κι εγώ το υπόσχομαι να σου πληρώσει αυτός, σύμφωνα
με τις απαιτήσεις σου, όλα τα δίκια σου, με τους αθάνατους θεούς μπροστά.»
Ευθύς ανταποκρίθηκεν ο περιώνυμος χωλός θεός:
350 «Μη Ποσειδώνα, που τη γη κρατείς, μην επιμένεις στο αίτημά σου·
των τιποτένιων οι εγγυήσεις βγαίνουν κι αυτές στο τέλος τιποτένιες.
Πώς θα μπορούσα αλήθεια εγώ να σε δεσμεύσω,
μπρος στους αθάνατους θεούς, αν παρά ταύτα ο Άρης,
λευτερωμένος από τα δεσμά, φύγει αφήνοντας
απλήρωτο το χρέος του;»
Κι ο κοσμοσείστης Ποσειδώνας ανταπάντησε:
«Ήφαιστε, ανίσως ο Άρης, με το χρέος απλήρωτο
φεύγοντας εξαφανιστεί, εγώ θα το πληρώσω, μόνος μου.»
Τότε τον λόγο ξαναπήρε ο περιώνυμος χωλός θεός:
«Δεν γίνεται, μήτε και πρέπει, ν᾽ απορρίψω την υπόσχεση σου.»
Μ᾽ αυτά τα λόγια, λύνει ο Ήφαιστος τα δίχτυα.
360 Κι όταν οι δυο τους βρέθηκαν λυμένοι απ᾽ τα ακατάλυτα δεσμά τους,
πάνω πετάχτηκαν· εκείνος πήρε τον δρόμο για τη Θράκη·
στην Κύπρο φτάνει η Αφροδίτη, με το απαράμιλλο μειδίαμα,
στην Πάφο καταφεύγοντας, όπου το τέμενος
κι ο μυριστός βωμός της. Εκεί την έλουσαν οι Χάριτες,
την άλειψαν με λάδι αθάνατο, αυτό που βάζουν οι θεοί
κι αιώνια λάμπουν· την ντύνουν και με ρούχα εξαίσια,
πάγκαλο θέαμα και θαύμα.