κείνου λελῆσθαι, τῆς δὲ τικτούσης μέλειν.
ἅπαντα γάρ σοι τἀμὰ νουθετήματα
κείνης διδακτά, κοὐδὲν ἐκ σαυτῆς λέγεις.
345 ἔπειθ᾽ ἑλοῦ γε θάτερ᾽, ἢ φρονεῖν κακῶς,
ἢ τῶν φίλων φρονοῦσα μὴ μνήμην ἔχειν·
ἥτις λέγεις μὲν ἀρτίως ὡς, εἰ λάβοις
σθένος, τὸ τούτων μῖσος ἐκδείξειας ἄν·
ἐμοῦ δὲ πατρὶ πάντα τιμωρουμένης
350 οὔτε ξυνέρδεις τήν τε δρῶσαν ἐκτρέπεις.
οὐ ταῦτα πρὸς κακοῖσι δειλίαν ἔχει;
ἐπεὶ δίδαξον, ἢ μάθ᾽ ἐξ ἐμοῦ, τί μοι
κέρδος γένοιτ᾽ ἂν τῶνδε ληξάσῃ γόων.
οὐ ζῶ; κακῶς μέν, οἶδ᾽, ἐπαρκούντως δ᾽ ἐμοί.
355 λυπῶ δὲ τούτους, ὥστε τῷ τεθνηκότι
τιμὰς προσάπτειν, εἴ τις ἔστ᾽ ἐκεῖ χάρις.
σὺ δ᾽ ἡμὶν ἡ μισοῦσα μισεῖς μὲν λόγῳ,
ἔργῳ δὲ τοῖς φονεῦσι τοῦ πατρὸς ξύνει.
ἐγὼ μὲν οὖν οὐκ ἄν ποτ᾽, οὐδ᾽ εἴ μοι τὰ σὰ
360 μέλλοι τις οἴσειν δῶρ᾽, ἐφ᾽ οἷσι νῦν χλιδᾷς,
τούτοις ὑπεικάθοιμι· σοὶ δὲ πλουσία
τράπεζα κείσθω καὶ περιρρείτω βίος.
ἐμοὶ γὰρ ἔστω τοὐμὲ μὴ λυποῦν μόνον
βόσκημα· τῆς σῆς δ᾽ οὐκ ἐρῶ τιμῆς λαχεῖν.
365 οὐδ᾽ ἂν σύ, σώφρων γ᾽ οὖσα. νῦν δ᾽ ἐξὸν πατρὸς
πάντων ἀρίστου παῖδα κεκλῆσθαι, καλοῦ
τῆς μητρός. οὕτω γὰρ φανῇ πλείστοις κακή,
θανόντα πατέρα καὶ φίλους προδοῦσα σούς.
ΧΟ. μηδὲν πρὸς ὀργήν, πρὸς θεῶν· ὡς τοῖς λόγοις
370 ἔνεστιν ἀμφοῖν κέρδος, εἰ σὺ μὲν μάθοις
τοῖς τῆσδε χρῆσθαι, τοῖς δὲ σοῖς αὕτη πάλιν.
ΧΡ. ἐγὼ μέν, ὦ γυναῖκες, ἠθάς εἰμί πως
τῶν τῆσδε μύθων· οὐδ᾽ ἂν ἐμνήσθην ποτέ,
εἰ μὴ κακὸν μέγιστον εἰς αὐτὴν ἰὸν
375 ἤκουσ᾽, ὃ ταύτην τῶν μακρῶν σχήσει γόων.
ΗΛ. φέρ᾽ εἰπὲ δὴ τὸ δεινόν. εἰ γὰρ τῶνδέ μοι
μεῖζόν τι λέξεις, οὐκ ἂν ἀντείποιμ᾽ ἔτι.
ΧΡ. ἀλλ᾽ ἐξερῶ σοι πᾶν ὅσον κάτοιδ᾽ ἐγώ.
μέλλουσι γάρ σ᾽, εἰ τῶνδε μὴ λήξεις γόων,
380 ἐνταῦθα πέμψειν ἔνθα μή ποθ᾽ ἡλίου
φέγγος προσόψῃ, ζῶσα δ᾽ ἐν κατηρεφεῖ
στέγῃ χθονὸς τῆσδ᾽ ἐκτὸς ὑμνήσεις κακά.
πρὸς ταῦτα φράζου κἀμὲ μή ποθ᾽ ὕστερον
παθοῦσα μέμψῃ. νῦν γὰρ ἐν καλῷ φρονεῖν.
ἅπαντα γάρ σοι τἀμὰ νουθετήματα
κείνης διδακτά, κοὐδὲν ἐκ σαυτῆς λέγεις.
345 ἔπειθ᾽ ἑλοῦ γε θάτερ᾽, ἢ φρονεῖν κακῶς,
ἢ τῶν φίλων φρονοῦσα μὴ μνήμην ἔχειν·
ἥτις λέγεις μὲν ἀρτίως ὡς, εἰ λάβοις
σθένος, τὸ τούτων μῖσος ἐκδείξειας ἄν·
ἐμοῦ δὲ πατρὶ πάντα τιμωρουμένης
350 οὔτε ξυνέρδεις τήν τε δρῶσαν ἐκτρέπεις.
οὐ ταῦτα πρὸς κακοῖσι δειλίαν ἔχει;
ἐπεὶ δίδαξον, ἢ μάθ᾽ ἐξ ἐμοῦ, τί μοι
κέρδος γένοιτ᾽ ἂν τῶνδε ληξάσῃ γόων.
οὐ ζῶ; κακῶς μέν, οἶδ᾽, ἐπαρκούντως δ᾽ ἐμοί.
355 λυπῶ δὲ τούτους, ὥστε τῷ τεθνηκότι
τιμὰς προσάπτειν, εἴ τις ἔστ᾽ ἐκεῖ χάρις.
σὺ δ᾽ ἡμὶν ἡ μισοῦσα μισεῖς μὲν λόγῳ,
ἔργῳ δὲ τοῖς φονεῦσι τοῦ πατρὸς ξύνει.
ἐγὼ μὲν οὖν οὐκ ἄν ποτ᾽, οὐδ᾽ εἴ μοι τὰ σὰ
360 μέλλοι τις οἴσειν δῶρ᾽, ἐφ᾽ οἷσι νῦν χλιδᾷς,
τούτοις ὑπεικάθοιμι· σοὶ δὲ πλουσία
τράπεζα κείσθω καὶ περιρρείτω βίος.
ἐμοὶ γὰρ ἔστω τοὐμὲ μὴ λυποῦν μόνον
βόσκημα· τῆς σῆς δ᾽ οὐκ ἐρῶ τιμῆς λαχεῖν.
365 οὐδ᾽ ἂν σύ, σώφρων γ᾽ οὖσα. νῦν δ᾽ ἐξὸν πατρὸς
πάντων ἀρίστου παῖδα κεκλῆσθαι, καλοῦ
τῆς μητρός. οὕτω γὰρ φανῇ πλείστοις κακή,
θανόντα πατέρα καὶ φίλους προδοῦσα σούς.
ΧΟ. μηδὲν πρὸς ὀργήν, πρὸς θεῶν· ὡς τοῖς λόγοις
370 ἔνεστιν ἀμφοῖν κέρδος, εἰ σὺ μὲν μάθοις
τοῖς τῆσδε χρῆσθαι, τοῖς δὲ σοῖς αὕτη πάλιν.
ΧΡ. ἐγὼ μέν, ὦ γυναῖκες, ἠθάς εἰμί πως
τῶν τῆσδε μύθων· οὐδ᾽ ἂν ἐμνήσθην ποτέ,
εἰ μὴ κακὸν μέγιστον εἰς αὐτὴν ἰὸν
375 ἤκουσ᾽, ὃ ταύτην τῶν μακρῶν σχήσει γόων.
ΗΛ. φέρ᾽ εἰπὲ δὴ τὸ δεινόν. εἰ γὰρ τῶνδέ μοι
μεῖζόν τι λέξεις, οὐκ ἂν ἀντείποιμ᾽ ἔτι.
ΧΡ. ἀλλ᾽ ἐξερῶ σοι πᾶν ὅσον κάτοιδ᾽ ἐγώ.
μέλλουσι γάρ σ᾽, εἰ τῶνδε μὴ λήξεις γόων,
380 ἐνταῦθα πέμψειν ἔνθα μή ποθ᾽ ἡλίου
φέγγος προσόψῃ, ζῶσα δ᾽ ἐν κατηρεφεῖ
στέγῃ χθονὸς τῆσδ᾽ ἐκτὸς ὑμνήσεις κακά.
πρὸς ταῦτα φράζου κἀμὲ μή ποθ᾽ ὕστερον
παθοῦσα μέμψῃ. νῦν γὰρ ἐν καλῷ φρονεῖν.
***
ΗΛΕ. Φριχτό είν᾽ αλήθεια, να ᾽σαι όποιου πατέραείσαι παιδί, και να ξεχνάς εκείνον
για να γνοιάζεσαι αυτήν πὄχεις μητέρα·
γιατί από κείν᾽ είσαι βαλτή γι᾽ αυτές
τις συμβουλές σου κι όχι αφ᾽ εαυτού σου.
Μα παραδέξου έν᾽ απ᾽ τα δυο: ή ο νους σου
καλά δεν είναι, ή πως, ενώ είσαι μ᾽ όλα
τα σωστά σου, ξεχνάς ποιοί ᾽ναι οι δικοί σου.
Γιατί δεν είσαι συ που έλεγες τώρα,
πως αν είχες τη δύναμη, το μίσος
όλο σου θα τους έδειχτες; Μα ενώ
ζητώ με κάθε τρόπο εγώ να πάρω
του πατέρα μου εκδίκηση, όχι μόνο
350 δε με συντρέχεις, μα και μ᾽ αποτρέπεις.
Δεν είναι αυτά λοιπόν, εκτός κακία,
και δειλία μαζί; γιατί έλα, πε μου,
ή κάλλιο μάθε το από με: ποιό κέρδος
θα ᾽χ᾽ αν αυτούς μου θα ᾽παυα τους θρήνους;
δε ζω; ναι, κακοζώ, το ξέρω, μα όσο
με φτάνει εμένα· κι έπειτα, ενοχλώ
κι αυτούς, ώστε τιμή του πεθαμένου
να κάνω, αν χάρη ᾽ναι καμιά εκεί κάτω·
μα εσύ, που λες πως τους μισείς, μονάχα
στα λόγια τους μισείς, ενώ ζεις ένα
με του πατέρα σου τους δολοφόνους.
Όσο για μένα, εγώ ποτέ, κι αν ήταν
να μου ᾽φερνε όλα σου κανείς τα δώρα,
360 που μ᾽ αυτά τώρα τόσο καμαρώνεις,
δε θα ᾽σκυβα κεφάλι εμπρός των. Άμε
να ᾽χεις στρωμένα εσύ πλούσια τραπέζια,
να πλέεις μέσα στ᾽ αγαθά· για μένα
μόνη τροφή μου ας είναι, να μην πνίγω
τα αισθήματά μου· κι ας μου λείπουν όλες
οι δικές σου τιμές· δεν τις ζηλεύω,
όπως θενά ᾽πρεπε και συ, αν είχες
γνώση· μα τώρα, ενώ ηταν να σε λένε
παιδί του πιο λαμπρού πατέρ᾽ απ᾽ όλους,
τ᾽ όνομα της μητέρας σου προτίμα·
γιατί έτσι θενα μάθει τη ντροπή σου
όλος ο κόσμος, αφού πρόδωσες νεκρό
πατέρα κι όλους τους δικούς σου φίλους.
ΧΟΡ. Να ζεις, μην παραφέρεσαι· μπορεί
απ᾽ όσα κι οι δυο λέτε νά βγει κέρδος,
370 αν θελήσεις και συ απ᾽ αυτής τα λόγια
να ωφεληθείς και κείνη απ᾽ τα δικά σου.
ΧΡΥ. Εγώ έχω πια που τα ᾽χω συνηθίσει
τα λόγια της, γυναίκες, κι ούτε που
θα ᾽δινα προσοχή, αν δεν είχα μάθει
πως μεγάλο κακό την περιμένει,
που τους άσωστους θρήνους της θα πάψει.
ΗΛΕ. Λέγε μάς το λοιπόν το φοβερό σου
κακό· γιατί αν μου πεις απ᾽ αυτά πὄχω
πιο μεγαλύτερο άλλο, δε θα σου είχα
καμιά αντίρρηση πια. ΧΡΥ. Μα βέβαια κι όλα
θα σου πω όσα ξέρω εγώ: σκοπεύουν,
λέει, αν δεν παύσεις απ᾽ αυτούς τους θρήνους,
380 να σε στείλουν εκεί, που πια ποτέ σου
φως ήλιου δε θα δεις, μα ζωντανή
σε υπόγεια φυλακή, μακριά απ᾽ την πόλη,
θα θρηνωδείς τις συφορές σου· πάρε
λοιπόν τα μέτρα σου, για να μην έχεις
παράπονα μαζί μου σαν την πάθεις·
είναι καιρός να βάλεις τώρα γνώση.