μᾶτερ αὐτοῦ Διός,
ἃ τὸν μέγαν Πακτωλὸν εὔχρυσον νέμεις,
395 σὲ κἀκεῖ, μᾶτερ πότνι᾽, ἐπηυδώμαν,
ὅτ᾽ ἐς τόνδ᾽ Ἀτρειδᾶν
ὕβρις πᾶσ᾽ ἐχώρει,
ὅτε τὰ πάτρια τεύχεα παρεδίδοσαν,
400 ἰὼ μάκαιρα ταυρο-
κτόνων λεόντων ἔφε-
δρε, τῷ Λαρτίου, σέβας ὑπέρτατον.
ΦΙ. ἔχοντες, ὡς ἔοικε, σύμβολον σαφὲς
λύπης πρὸς ἡμᾶς, ὦ ξένοι, πεπλεύκατε,
405 καί μοι προσᾴδεθ᾽ ὥστε γιγνώσκειν ὅτι
ταῦτ᾽ ἐξ Ἀτρειδῶν ἔργα κἀξ Ὀδυσσέως.
ἔξοιδα γάρ νιν παντὸς ἂν λόγου κακοῦ
γλώσσῃ θιγόντα καὶ πανουργίας, ἀφ᾽ ἧς
μηδὲν δίκαιον ἐς τέλος μέλλοι ποεῖν.
410 ἀλλ᾽ οὔ τι τοῦτο θαῦμ᾽ ἔμοιγ᾽, ἀλλ᾽ εἰ παρὼν
Αἴας ὁ μείζων ταῦθ᾽ ὁρῶν ἠνείχετο.
ΝΕ. οὐκ ἦν ἔτι ζῶν, ὦ ξέν᾽· οὐ γὰρ ἄν ποτε
ζῶντός γ᾽ ἐκείνου ταῦτ᾽ ἐσυλήθην ἐγώ.
ΦΙ. πῶς εἶπας; ἀλλ᾽ ἦ χοὗτος οἴχεται θανών;
415 ΝΕ. ὡς μηκέτ᾽ ὄντα κεῖνον ἐν φάει νόει.
ΦΙ. οἴμοι τάλας. ἀλλ᾽ οὐχ ὁ Τυδέως γόνος,
οὐδ᾽ οὑμπολητὸς Σισύφου Λαερτίῳ,
οὐ μὴ θάνωσι. τούσδε γὰρ μὴ ζῆν ἔδει.
ΝΕ. οὐ δῆτ᾽· ἐπίστω τοῦτό γ᾽· ἀλλὰ καὶ μέγα
420 θάλλοντές εἰσι νῦν ἐν Ἀργείων στρατῷ.
ΦΙ. τί δ᾽; ‹οὐδ᾽› ὁ παλαιὸς κἀγαθὸς φίλος τ᾽ ἐμός,
Νέστωρ ὁ Πύλιος ἔστιν; οὗτος γὰρ τά γε
κείνων κάκ᾽ ἐξήρυκε, βουλεύων σοφά.
ΝΕ. κεῖνός γε πράσσει νῦν κακῶς, ἐπεὶ θανὼν
425 Ἀντίλοχος αὐτῷ φροῦδος ὃς παρῆν γόνος.
ΦΙ. οἴμοι, δύ᾽ αὖ τώδ᾽ ἐξέδειξας, οἷν ἐγὼ
ἥκιστ᾽ ἂν ἠθέλησ᾽ ὀλωλότοιν κλύειν.
φεῦ φεῦ· τί δῆτα δεῖ σκοπεῖν, ὅθ᾽ οἵδε μὲν
τεθνᾶσ᾽, Ὀδυσσεὺς δ᾽ ἔστιν αὖ κἀνταῦθ᾽ ἵνα
430 χρῆν ἀντὶ τούτων αὐτὸν αὐδᾶσθαι νεκρόν;
ΝΕ. σοφὸς παλαιστὴς κεῖνος, ἀλλὰ χαἱ σοφαὶ
γνῶμαι, Φιλοκτῆτ᾽, ἐμποδίζονται θαμά.
ἃ τὸν μέγαν Πακτωλὸν εὔχρυσον νέμεις,
395 σὲ κἀκεῖ, μᾶτερ πότνι᾽, ἐπηυδώμαν,
ὅτ᾽ ἐς τόνδ᾽ Ἀτρειδᾶν
ὕβρις πᾶσ᾽ ἐχώρει,
ὅτε τὰ πάτρια τεύχεα παρεδίδοσαν,
400 ἰὼ μάκαιρα ταυρο-
κτόνων λεόντων ἔφε-
δρε, τῷ Λαρτίου, σέβας ὑπέρτατον.
ΦΙ. ἔχοντες, ὡς ἔοικε, σύμβολον σαφὲς
λύπης πρὸς ἡμᾶς, ὦ ξένοι, πεπλεύκατε,
405 καί μοι προσᾴδεθ᾽ ὥστε γιγνώσκειν ὅτι
ταῦτ᾽ ἐξ Ἀτρειδῶν ἔργα κἀξ Ὀδυσσέως.
ἔξοιδα γάρ νιν παντὸς ἂν λόγου κακοῦ
γλώσσῃ θιγόντα καὶ πανουργίας, ἀφ᾽ ἧς
μηδὲν δίκαιον ἐς τέλος μέλλοι ποεῖν.
410 ἀλλ᾽ οὔ τι τοῦτο θαῦμ᾽ ἔμοιγ᾽, ἀλλ᾽ εἰ παρὼν
Αἴας ὁ μείζων ταῦθ᾽ ὁρῶν ἠνείχετο.
ΝΕ. οὐκ ἦν ἔτι ζῶν, ὦ ξέν᾽· οὐ γὰρ ἄν ποτε
ζῶντός γ᾽ ἐκείνου ταῦτ᾽ ἐσυλήθην ἐγώ.
ΦΙ. πῶς εἶπας; ἀλλ᾽ ἦ χοὗτος οἴχεται θανών;
415 ΝΕ. ὡς μηκέτ᾽ ὄντα κεῖνον ἐν φάει νόει.
ΦΙ. οἴμοι τάλας. ἀλλ᾽ οὐχ ὁ Τυδέως γόνος,
οὐδ᾽ οὑμπολητὸς Σισύφου Λαερτίῳ,
οὐ μὴ θάνωσι. τούσδε γὰρ μὴ ζῆν ἔδει.
ΝΕ. οὐ δῆτ᾽· ἐπίστω τοῦτό γ᾽· ἀλλὰ καὶ μέγα
420 θάλλοντές εἰσι νῦν ἐν Ἀργείων στρατῷ.
ΦΙ. τί δ᾽; ‹οὐδ᾽› ὁ παλαιὸς κἀγαθὸς φίλος τ᾽ ἐμός,
Νέστωρ ὁ Πύλιος ἔστιν; οὗτος γὰρ τά γε
κείνων κάκ᾽ ἐξήρυκε, βουλεύων σοφά.
ΝΕ. κεῖνός γε πράσσει νῦν κακῶς, ἐπεὶ θανὼν
425 Ἀντίλοχος αὐτῷ φροῦδος ὃς παρῆν γόνος.
ΦΙ. οἴμοι, δύ᾽ αὖ τώδ᾽ ἐξέδειξας, οἷν ἐγὼ
ἥκιστ᾽ ἂν ἠθέλησ᾽ ὀλωλότοιν κλύειν.
φεῦ φεῦ· τί δῆτα δεῖ σκοπεῖν, ὅθ᾽ οἵδε μὲν
τεθνᾶσ᾽, Ὀδυσσεὺς δ᾽ ἔστιν αὖ κἀνταῦθ᾽ ἵνα
430 χρῆν ἀντὶ τούτων αὐτὸν αὐδᾶσθαι νεκρόν;
ΝΕ. σοφὸς παλαιστὴς κεῖνος, ἀλλὰ χαἱ σοφαὶ
γνῶμαι, Φιλοκτῆτ᾽, ἐμποδίζονται θαμά.
***
ΧΟΡ. Ω θεά των βουνών, παντοθρόφαΓη, μητέρα και του ίδιου του Δία,
που κυβερνάς το μεγάλο
Παχτωλό τον πολύχρυσο,
Σένα, ω σεβάσμια Μάνα,
κι εκεί κάτω εκαλούσα να ιδείς
τη μεγάλη κι απόκοτη αδικία
που από τους Ατρείδες επάθαινε αυτός,
τότε που του πατέρα του τ᾽ άρματα,
ω μακαρία που το άρμα σου σέρνουν
400 ταυροφάγα λιοντάρια,
στου Λαέρτη το γιο τα παράδιναν
για τιμή του και δόξα.
ΦΙΛ. Φως φανερή, όπως φαίνεται, είναι, ξένοι,
η απόδειξη της αγανάχτησής σας,
που ήρθατε φέρνοντάς μου εδώ· και βέβαια
μαζί μου σύμφων᾽ είστε πως αυτά ειναι
δουλειές των Ατρειδών και του Οδυσσέα·
γιατί καλά τον ξέρω που έχει πάντα
το ψέμα και την πανουργία στα χείλη
απ᾽ όπου δίκιο τίποτε στο τέλος
δεν είναι για να βγει· κι έτσι καθόλου
410 δε με παραξενεύει αυτό, μα μόνο
πώς το βαστούσε να το βλέπει, αν ήταν
εκεί παρών ο Αίαντας ο μεγάλος.
ΝΕΟ. Δεν ζούσε πια, γιατ᾽ αν ήταν εκείνος
στη ζωή, κανείς δε θα μ᾽ ελήστευε έτσι.
ΦΙΛ. Τί λες; πάει λοιπόν κι αυτός αλήθεια;
ΝΕΟ. Αλήθεια· και δεν βλέπει πια τον ήλιο.
ΦΙΛ. Ω αλί μου εγώ! μα του Τυδέα η γέννα
και του Σίσυφου ο γιος ο αγορασμένος
απ᾽ το Λαέρτη, βέβαια και δε λένε
να πεθάνουν, που αυτοί ᾽ταν να μη ζούνε.
ΝΕΟ. Απεναντίας, ζουν και βασιλεύουν
κι οι πρώτοι κι οι καλύτεροί ᾽ναι τώρα
420 μες στων Αργείων το στρατό, να ξέρεις.
ΦΙΛ. Μα ο γέροντας ο ενάρετος και φίλος
δικός μου, ο Πύλιος Νέστορας, δεν είναι
πια στη ζωή; που εκείνος τους κρατούσε
απ᾽ τ᾽ άδικα με τις σοφές του ορμήνιες;
ΝΕΟ. Ζει, μα είναι τώρα μες στη δυστυχία,
γιατ᾽ έχασε τον ακριβό το γιο του
τον Αντίλοχο. ΦΙΛ. Αλίμονο, δυο μου ᾽πες
αυτούς νεκρούς, που εγώ το θάνατό τους
παρά κάθ᾽ άλλου θα ᾽θελα ν᾽ ακούσω.
Αχ, αχ, και τί να λέει κανείς, σα βλέπει
να πεθαίνουν οι τέτοιοι και να ξέρει
πως ο Οδυσσέας ζει, που αντί για κείνους
430 αυτόν νεκρό θενά ᾽πρεπε να μάθω.
ΝΕΟ. Είν᾽ αλήθεια στο πάλεμα τεχνίτης
εκείνος πρώτης· μα συχνά και μ᾽ όλες
τις τέχνες του κανείς πέφτει αποκάτω.