Κυριακή 9 Ιανουαρίου 2022

Οι ήρωες της χριστιανικής πίστης

O συγγραφέας της Προς Εβραίους επιστολής παραθέτει μερικούς ήρωες της πίστης, τους Γεδεών, Σαμψών, Ιεφθά, Δαβίδ και Σαμουήλ, και τους οποίους θα πρέπει να μιμούνται όλοι οι καλοί χριστιανοί. 

Ορίστε, λοιπόν, ένας κατάλογος από τα ανδραγαθήματά τους.

Γεδεών

Βάζει στον Θεό περίεργες δοκιμασίες

καὶ εἶπε Γεδεὼν πρὸς τὸν Θεόν· εἰ σύ σώζεις ἐν χειρί μου τὸν Ἰσραὴλ καθὼς ἐλάλησας, ἰδοὺ ἐγὼ τίθημι τὸν πόκον τοῦ ἐρίου ἐν τῇ ἅλωνι· ἐὰν δρόσος γένηται ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν ξηρασία, γνώσομαι ὅτι σώσεις ἐν χειρί μου τὸν Ἰσραήλ, καθὼς ἐλάλησας. καὶ ἐγένετο οὕτως· καὶ ὤρθρισε τῇ ἐπαύριον καὶ ἐξεπίασε τὸν πόκον, καὶ ἔσταξε δρόσος ἀπὸ τοῦ πόκου, πλήρης λεκάνη ὕδατος. καὶ εἶπε Γεδεὼν πρὸς τὸν Θεόν· μὴ δὴ ὀργισθήτω ὁ θυμός σου ἐν ἐμοί, καὶ λαλήσω ἔτι ἅπαξ· πειράσω δὴ καί γε ἔτι ἅπαξ ἐν τῷ πόκῳ, καὶ γενέσθω ἡ ξηρασία ἐπὶ τὸν πόκον μόνον, καὶ ἐπὶ πᾶσαν τὴν γῆν γενηθήτω δρόσος. καὶ ἐποίησεν ὁ Θεὸς οὕτως ἐν τῇ νυκτὶ ἐκείνῃ· καὶ ἐγένετο ξηρασία ἐπὶ τὸν πόκον μόνον, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἐγενήθη δρόσος. • Κρ 6, 36-40

Για τον στρατό του διάλεξε στρατιώτες που έπιναν νερό σαν σκυλιά (σύμφωνα με τις οδηγίες του Θεού)

καὶ εἶπε Κύριος πρὸς Γεδεών· ἔτι ὁ λαὸς πολύς ἐστι· κατένεγκον αὐτοὺς πρὸς τὸ ὕδωρ, καὶ ἐκκαθαρῶ σοι αὐτὸν ἐκεῖ· καὶ ἔσται ὃν ἐὰν εἴπω πρὸς σέ, οὗτος πορεύσεται σὺν σοί, αὐτὸς πορεύσεται σὺν σοί· καὶ πᾶς, ὃν ἐὰν εἴπω πρός σε· οὗτος οὐ πορεύσεται μετὰ σοῦ, αὐτὸς οὐ πορεύσεται μετὰ σοῦ. καὶ κατήνεγκε τὸν λαὸν πρὸς τὸ ὕδωρ· καὶ εἶπε Κύριος πρὸς Γεδεών· πᾶς, ὃς ἂν λάψῃ τῇ γλώσσῃ αὐτοῦ ἀπὸ τοῦ ὕδατος ὡς ἐὰν λάψῃ ὁ κύων, στήσεις αὐτὸν κατὰ μόνας, καὶ πᾶς, ὃς ἐὰν κλίνῃ ἐπὶ τὰ γόνατα αὐτοῦ πιεῖν. καὶ ἐγένετο ὁ ἀριθμὸς τῶν λαψάντων ἐν χειρὶ αὐτῶν πρὸς τὸ στόμα αὐτῶν τριακόσιοι ἄνδρες, καὶ πᾶν τὸ κατάλοιπον τοῦ λαοῦ ἔκλιναν ἐπὶ τὰ γόνατα αὐτῶν πιεῖν ὕδωρ. καὶ εἶπε Κύριος πρὸς Γεδεών· ἐν τοῖς τριακοσίοις ἀνδράσι τοῖς λάψασι σώσω ὑμᾶς καὶ δώσω τὴν Μαδιὰμ ἐν χειρί σου, καὶ πᾶς ὁ λαὸς πορεύσονται ἀνὴρ εἰς τόν τόπον αὐτοῦ. • Κρ 7,4-7

Βασάνισε με κάκτους αιχμαλώτους πολέμου και πολίτες

καὶ εἶπε Γεδεών· διὰ τοῦτο ἐν τῷ δοῦναι Κύριον τὸν Ζεβεὲ καὶ τὸν Σελμανὰ ἐν χειρί μου, καὶ ἐγὼ ἀλοήσω τὰς σάρκας ὑμῶν ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ἐν ταῖς Βαρκηνίμ. Καὶ ἔλαβε τοὺς πρεσβυτέρους τῆς πόλεως ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ταῖς Βαρκηνὶμ καὶ ἠλόησεν ἐν αὐτοῖς τοὺς ἄνδρας τῆς πόλεως. καὶ τὸν πύργον Φανουὴλ κατέσκαψε καὶ ἀπέκτεινε τοὺς ἄνδρας τῆς πόλεως. • Κρ 8,7.16-17

Διέταξε τον γιο του να σκοτώσει αιχμαλώτους πολέμου και όταν αυτός αρνηθηκε, τους σκότωσε ο ίδιος.

καὶ εἶπεν Ἰεθὲρ τῷ πρωτοτόκῳ αὐτοῦ· ἀναστὰς ἀπόκτεινον αὐτούς· καὶ οὐκ ἔσπασε τὸ παιδάριον τὴν ῥομφαίαν αὐτοῦ, ὅτι ἐφοβήθη, ὅτι ἔτι νεώτερος ἦν. καὶ εἶπε Ζεβεὲ καὶ Σελμανά· ἀνάστα σὺ καὶ συνάντησον ἡμῖν, ὅτι ὡς ἀνδρὸς ἡ δύναμίς σου. καὶ ἀνέστη Γεδεὼν καὶ ἀπέκτεινε τὸν Ζεβεὲ καὶ τὸν Σελμανὰ καὶ ἔλαβε τοὺς μηνίσκους τοὺς ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν. • Κρ 8,20-21

Έφτιαξε ένα είδωλο στο οποίο εκπορνεύτηκαν όλοι οι Ισραηλίτες.

καὶ ἐποίησεν αὐτὸ Γεδεὼν εἰς Ἐφὼδ καὶ ἔστησεν αὐτὸ ἐν πόλει αὐτοῦ Ἐφραθά· καὶ ἐξεπόρνευσε πᾶς Ἰσραὴλ ὀπίσω αὐτοῦ ἐκεῖ, καὶ ἐγένετο τῷ Γεδεὼν καὶ τῷ οἴκῳ αὐτοῦ εἰς σκῶλον. • Κρ 8,27

Είχε πολλές γυναίκες.

καὶ τῷ Γεδεὼν ἦσαν υἱοὶ ἑβδομήκοντα ἐκπορευόμενοι ἐκ μηρῶν αὐτοῦ, ὅτι γυναῖκες πολλαὶ ἦσαν αὐτῷ. • Κρ 8,30

Ιεφθάε

Κάνει συμφωνία με τον Θεό να του θυσιάσει το πρώτο άτομο που θα βγει από το σπίτι του να τον προϋπαντήσει αν νικήσει στον πόλεμο (αυτό το άτομο τελικά είναι η κόρη του).

Καὶ ἐγένετο ἐπὶ Ἰεφθάε πνεῦμα Κυρίου, καὶ παρῆλθε τὸν Γαλαὰδ καὶ τὸν Μανασσῆ καὶ παρῆλθε τὴν σκοπιὰν Γαλαὰδ εἰς τὸ πέραν υἱῶν Ἀμμών. καὶ ηὔξατο Ἰεφθάε εὐχὴν τῷ Κυρίῳ καὶ εἶπεν· ἐὰν διδοὺς δῷς μοι τοὺς υἱοὺς Ἀμμὼν ἐν τῇ χειρί μου, καὶ ἔσται ὁ ἐκπορευόμενος, ὃς ἂν ἐξέλθῃ ἀπὸ τῆς θύρας τοῦ οἴκου μου εἰς συνάντησίν μου ἐν τῷ ἐπιστρέφειν με ἐν εἰρήνῃ ἀπὸ υἱῶν Ἀμμών, καὶ ἔσται τῷ Κυρίῳ ἀνοίσω αὐτὸν ὁλοκαύτωμα. καὶ παρῆλθεν Ἰεφθάε πρὸς υἱοὺς Ἀμμὼν παρατάξασθαι πρὸς αὐτούς, καὶ παρέδωκεν αὐτοὺς Κύριος ἐν χειρὶ αὐτοῦ. καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ Ἀροὴρ ἕως ἐλθεῖν ἄχρις Ἀρνὼν ἐν ἀριθμῷ εἴκοσι πόλεις καὶ ἕως Ἐβελχαρμὶμ πληγὴν μεγάλην σφόδρα, καὶ συνεστάλησαν οἱ υἱοὶ Ἀμμὼν ἀπὸ προσώπου υἱῶν Ἰσραήλ. Καὶ ἦλθεν Ἰεφθάε εἰς Μασσηφὰ εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτοῦ ἐξεπορεύετο εἰς ὑπάντησιν ἐν τυμπάνοις καὶ χοροῖς· καὶ ἐποίησεν ἐν αὐτῇ εὐχὴν αὐτοῦ, ἣν ηὔξατο· καὶ αὕτη οὐκ ἔγνω ἄνδρα. καὶ ἐγένετο εἰς πρόσταγμα ἐν Ἰσραήλ· • Κρ 11,29-39

Σαμψών

Όποτε "κατερχόταν σ' αυτόν το πνεύμα του Κυρίου" σκότωνε όποιον έβρισκε μπροστά του.

καὶ ἥλατο ἐπ' αὐτὸν πνεῦμα Κυρίου, καὶ συνέτριψεν αὐτόν, ὡσεὶ συντρίψει ἔριφον αἰγῶν, καὶ οὐδὲν ἦν ἐν ταῖς χερσὶν αὐτοῦ. καὶ οὐκ ἀπήγγειλε τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ ὃ ἐποίησε. • Κρ 14,6

καὶ ἥλατο ἐπ' αὐτὸν πνεῦμα Κυρίου, καὶ κατέβη εἰς Ἀσκάλωνα καὶ ἐπάταξεν ἐξ αὐτῶν τριάκοντα ἄνδρας καὶ ἔλαβε τὰ ἱμάτια αὐτῶν καὶ ἔδωκε τὰς στολὰς τοῖς ἀπαγγείλασι τὸ πρόβλημα. • Κρ 14,19

καὶ ἥλατο ἐπ' αὐτὸν πνεῦμα Κυρίου, καὶ ἐγενήθη τὰ καλώδια τὰ ἐπὶ βραχίοσιν αὐτοῦ ὡσεὶ στυππίον, ὃ ἐξεκαύθη ἐν πυρί, καὶ ἐτάκησαν δεσμοὶ αὐτοῦ ἀπὸ χειρῶν αὐτοῦ. καὶ εὗρε σιαγόνα ὄνου ἐξεῤῥιμένη καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ καὶ ἔλαβεν αὐτὴν καὶ ἐπάταξεν ἐν αὐτῇ χιλίους ἄνδρας. • Κρ 15,14-15

Έδεσε αναμένους δαυλούς σε τριακόσιες αλεπούδες και τις ξαμόλησε σε χωράφια, αμπέλια και ελαιώνες για να τα κάψει.

καὶ ἐπορεύθη Σαμψὼν καὶ συνέλαβε τριακοσίας ἀλώπεκας καὶ ἔλαβε λαμπάδας καὶ ἐπέστρεψε κέρκον πρὸς κέρκον καὶ ἔθηκε λαμπάδα μίαν ἀναμέσον τῶν δύο κέρκων καὶ ἔδησε· καὶ ἐξέκαυσε πῦρ ἐν ταῖς λαμπάσι καὶ ἐξαπέστειλεν ἐν τοῖς στάχυσι τῶν ἀλλοφύλων, καὶ ἐκάησαν ἀπὸ ἅλωνος καὶ ἕως σταχύων ὀρθῶν καὶ ἕως ἀμπελῶνος καὶ ἐλαίας. • Κρ 15,4-5

Είδε μια πόρνη και "εισήλθε προς αυτήν".

Καὶ ἐπορεύθη Σαμψὼν εἰς Γάζαν· καὶ εἶδεν ἐκεῖ γυναῖκα πόρνην καὶ εἰσῆλθε πρὸς αὐτήν. • Κρ 16,1

Γκρέμισε ένα κτήριο και έτσι σκότωσε τα 3 000 άτομα που καταπλακώθηκαν.

καὶ ὁ οἶκος πλήρης τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν, καὶ ἐκεῖ πάντες οἱ ἄρχοντες τῶν ἀλλοφύλων, καὶ ἐπὶ τὸ δῶμα ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ γυναῖκες οἱ θεωροῦντες ἐν παγνίαις Σαμψών. Καὶ περιέλαβε Σαμψὼν τοὺς δύο κίονας τοῦ οἴκου, ἐφ' οὓς ὁ οἶκος εἱστήκει, καὶ ἐπεστηρίχθη ἐπ' αὐτοὺς καὶ ἐκράτησεν ἕνα τῇ δεξιᾷ αὐτοῦ καὶ ἕνα τῇ ἀριστερᾷ αὐτοῦ. καὶ εἶπε Σαμψών· ἀποθανέτω ψυχή μου μετὰ τῶν ἀλλοφύλων· καὶ ἐβάσταξεν ἐν ἰσχύϊ, καὶ ἔπεσεν ὁ οἶκος ἐπὶ τοὺς ἄρχοντας καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτῷ· καὶ ἦσαν οἱ τεθνηκότες, οὓς ἐθανάτωσε Σαμψὼν ἐν τῷ θανάτῳ αὐτοῦ, πλείους ἢ οὓς ἐθανάτωσεν ἐν τῇ ζωῇ αὐτοῦ. • Κρ 16,27-30

Δαβίδ

Αγόρασε την πρώτη του σύζυγο με 200 ακροβυστίες Φιλισταίων.

καὶ εἶπε Σαούλ· τάδε ἐρεῖτε τῷ Δαυίδ· οὐ βούλεται ὁ βασιλεὺς ἐν δόματι, ἀλλ' ἢ ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων ἐκδικῆσαι ἐχθροὺς τοῦ βασιλέως· καὶ ἀνέστη Δαυὶδ καὶ ἐπορεύθη αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις ἑκατὸν ἄνδρας καὶ ἀνήνεγκε τὰς ἀκροβυστίας αὐτῶν. καὶ ἐπιγαμβρεύεται τῷ βασιλεῖ καὶ δίδωσιν αὐτῷ τὴν Μελχὸλ θυγατέρα αὐτοῦ αὐτῷ εἰς γυναῖκα. • Α Βασ 18,25-27

Σκότωσε όλους τους Αμαληκίτες και όλες τις Αμαληκίτισσες.

καὶ ἀνέβαινε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπετίθεντο ἐπὶ πάντα τὸν Γεσιρὶ καὶ ἐπὶ τὸν Ἀμαληκίτην· καὶ ἰδοὺ ἡ γῆ κατῳκεῖτο ἀπὸ ἀνηκόντων ἡ ἀπὸ Γελαμψοὺρ τετειχισμένων καὶ ἕως γῆς Αἰγύπτου. καὶ ἔτυπτε τὴν γῆν καὶ οὐκ ἐζωογόνει ἄνδρα ἢ γυναῖκα καὶ εἶπεν Ἀγχοῦς πρὸς Δαυίδ· ἐπὶ τίνα ἐπέθεσθε σήμερον; καὶ εἶπε Δαυὶδ πρὸς Ἀγχοῦς· κατὰ νότον τῆς Ἰουδαίας καὶ κατὰ νότον Ἰεσμεγὰ καὶ κατὰ νότον τοῦ Κενεζί. καὶ ἄνδρα καὶ γυναῖκα οὐκ ἐζωογόνησα τοῦ εἰσαγαγεῖν εἰς Γὲθ • Α Βασ 27,8-11

Είχε πολλές συζύγους και παλλακίδες.

Καὶ ἐτέχθησαν τῷ Δαυὶδ υἱοὶ ἐν Χεβρών, καὶ ἦν ὁ πρωτότοκος αὐτοῦ Ἀμνὼν τῆς Ἀχινόομ τῆς Ἰεζραηλίτιδος, καὶ ὁ δεύτερος αὐτοῦ Δαλουΐα τῆς Ἀβιγαίας τῆς Καρμηλίας, καὶ ὁ τρίτος Ἀβεσσαλὼμ υἱὸς Μααχὰ θυγατρὸς Θολμὶ βασιλέως Γεσίρ, καὶ ὁ τέταρτος Ὀρνία υἱὸς Φεγγίθ, καὶ ὁ πέμπτος Σαβατία τῆς Ἀβιτάλ, καὶ ὁ ἕκτος Ἰεθεραὰμ τῆς Αἰγλὰ γυναικὸς Δαυίδ· οὗτοι ἐτέχθησαν τῷ Δαυὶδ ἐν Χεβρών. • B Βασ 3,2-5

καὶ ἔλαβε Δαυὶδ ἔτι γυναῖκας καὶ παλλακὰς ἐξ Ἱερουσαλὴμ μετὰ τὸ ἐλθεῖν αὐτὸν ἐκ Χεβρών, καὶ ἐγένοντο τῷ Δαυὶδ ἔτι υἱοὶ καὶ θυγατέρες. • B Βασ 5,13

Καὶ ἔλαβε Δαυὶδ ἔτι γυναῖκας ἐν Ἱερουσαλήμ, καὶ ἐτέχθησαν Δαυὶδ ἔτι υἱοὶ καὶ θυγατέρες. • Α Παρ 14,3

Διέταξε τους άνδρες του να σκοτώσουν τους γιους του Σαούλ, και όταν το έκαναν τους τιμώρησε βάζοντας να τους κόψουν τα χέρια και τα πόδια και να κρεμάσουν τα ακρωτηριασμένα πτώματά τους πάνω από μια κρήνη στη Χεβρών.

καὶ ἰδοὺ ἡ θυρωρὸς τοῦ οἴκου ἐκάθαιρε πυροὺς καὶ ἐνύσταξε καὶ ἐκάθευδε, καὶ Ῥεκχὰ καὶ Βαανὰ οἱ ἀδελφοὶ διέλαθον καὶ εἰσῆλθον εἰς τὸν οἶκον, καὶ Ἰεβοσθὲ ἐκάθευδεν ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κοιτῶνι αὐτοῦ, καὶ τύπτουσιν αὐτὸν καὶ θανατοῦσι καὶ ἀφαιροῦσι τὴν κεφαλὴν αὐτοῦ καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ ἀπῆλθον ὁδὸν τὴν κατὰ δυσμὰς ὅλην τὴν νύκτα. καὶ ἤνεγκαν τὴν κεφαλὴν Ἰεβοσθὲ τῷ Δαυὶδ εἰς Χεβρὼν καὶ ἐνετείλατο Δαυὶδ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἀποκτείνουσιν αὐτοὺς καὶ κολοβοῦσι τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας αὐτῶν καὶ ἐκρέμασαν αὐτοὺς ἐπὶ τῆς κρήνης ἐν Χεβρών· • B Βασ 4,6-12

Χόρεψε γυμνός (ή σχεδόν γυμνός) μπροστά στον Θεό και όλους.

καὶ Δαυὶδ ἀνεκρούετο ἐν ὀργάνοις ἡρμοσμένοις ἐνώπιον Κυρίου, καὶ ὁ Δαυὶδ ἐνδεδυκὼς στολὴν ἔξαλλον. • B Βασ 6,14

καὶ ἐπέστρεψε Δαυὶδ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ, καὶ ἐξῆλθε Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ εἰς ἀπάντησιν Δαυὶδ καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπε· τί δεδόξασται σήμερον ὁ βασιλεὺς Ἰσραήλ, ὃς ἀπεκαλύφθη σήμερον ἐν ὀφθαλμοῖς παιδισκῶν τῶν δούλων ἑαυτοῦ, καθὼς ἀποκαλύπτεται ἀποκαλυφθεὶς εἷς τῶν ὀρχουμένων; καὶ εἶπε Δαυὶδ πρὸς Μελχόλ· ἐνώπιον Κυρίου ὀρχήσομαι· εὐλογητὸς Κύριος, ὃς ἐξελέξατό με ὑπὲρ τὸν πατέρα σου καὶ ὑπὲρ πάντα τὸν οἶκον αὐτοῦ τοῦ καταστῆσαί με εἰς ἡγούμενον ἐπὶ τὸν λαὸν αὐτοῦ ἐπὶ τὸν Ἰσραήλ· καὶ παίξομαι καὶ ὀρχήσομαι ἐνώπιον Κυρίου καὶ ἀποκαλυφθήσομαι ἔτι οὕτως καὶ ἔσομαι ἀχρεῖος ἐν ὀφθαλμοῖς σου καὶ μετὰ τῶν παιδισκῶν, ὧν εἶπάς με μὴ δοξασθῆναι. • B Βασ 6,20-23

Μοίχευσε με την Βηρσαβεέ και κανόνισε να σκοτωθεί ο άνδρας της στη μάχη (ο Θεός για να τιμωρήσει τον Δαβίδ, σκότωσε το μωρό της Βηρσαβεέ).

καὶ ἐγένετο πρὸς ἑσπέραν καὶ ἀνέστη Δαυὶδ ἀπὸ τῆς κοίτης αὐτοῦ καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τοῦ βασιλέως καὶ εἶδε γυναῖκα λουομένην ἀπὸ τοῦ δώματος, καὶ ἡ γυνὴ καλὴ τῷ εἴδει σφόδρα. καὶ ἀπέστειλε Δαυὶδ καὶ ἐζήτησε τὴν γυναῖκα καὶ εἶπεν· οὐχὶ αὕτη Βηρσαβεὲ θυγάτηρ Ἐλιὰβ γυνὴ Οὐρίου τοῦ Χετταίου; καὶ ἀπέστειλε Δαυὶδ ἀγγέλους καὶ ἔλαβεν αὐτήν, καὶ εἰσῆλθε πρὸς αὐτήν, καὶ ἐκοιμήθη μετ' αὐτῆς, καὶ αὐτὴ ἁγιαζομένη ἀπὸ ἀκαθαρσίας αὐτῆς, καὶ ἀπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνή· καὶ ἀποστείλασα ἀπήγγειλε τῷ Δαυὶδ καὶ εἶπεν· ἐγώ εἰμι ἐν γαστρὶ ἔχω. καὶ ἐγένετο πρωΐ καὶ ἔγραψε Δαυὶδ βιβλίον πρὸς Ἰωὰβ καὶ ἀπέστειλεν ἐν χειρὶ Οὐρίου. καὶ ἔγραψεν ἐν βιβλίῳ λέγων· εἰσάγαγε τὸν Οὐρίαν ἐξ ἐναντίας τοῦ πολέμου τοῦ κραταιοῦ, καὶ ἀποστραφήσεσθε ἀπὸ ὄπισθεν αὐτοῦ, καὶ πληγήσεται ἀπὸ ὄπισθεν αὐτοῦ, καὶ πληγήσεται καὶ ἀποθανεῖται. καὶ ἐγενήθη ἐν τῷ φυλάσσειν Ἰωὰβ ἐπὶ τὴν πόλιν καὶ ἔθηκε τὸν Οὐρίαν εἰς τὸν τόπον, οὗ ᾔδει ὅτι ἄνδρες δυνάμεως ἐκεῖ. καὶ ἐξῆλθον οἱ ἄνδρες τῆς πόλεως καὶ ἐπολέμουν μετὰ Ἰωάβ, καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐκ τῶν δούλων Δαυίδ, καὶ ἀπέθανε καί γε Οὐρίας ὁ Χετταῖος. Καὶ διῆλθε τὸ πένθος καὶ ἀπέστειλε Δαυίδ, καὶ συνήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα, καὶ ἔτεκεν αὐτῷ υἱόν. καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα, ὃ ἐποίησε Δαυίδ, ἐν ὀφθαλμοῖς Κυρίου. • B Βασ 11,2-27

καὶ εἶπε Δαυὶδ τῷ Νάθαν· ἡμάρτηκα τῷ Κυρίῳ. καὶ εἶπε Νάθαν πρὸς Δαυίδ· καὶ Κύριος παρεβίβασε τὸ ἁμάρτημά σου, οὐ μὴ ἀποθάνῃς· πλὴν ὅτι παροργίζων παρώργισας τοὺς ἐχθροὺς Κυρίου ἐν τῷ ῥήματι τούτῳ, καί γε ὁ υἱός σου ὁ τεχθείς σοι θανάτῳ ἀποθανεῖται. καὶ ἀπῆλθε Νάθαν εἰς τὸν οἶκον αὐτοῦ. καὶ ἔθραυσε Κύριος τὸ παιδίον, ὃ ἔτεκεν ἡ γυνὴ Οὐρίου τοῦ Χετταίου τῷ Δαυίδ, καὶ ἠῤῥώστησε. καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπέθανε τὸ παιδάριον·  • B Βασ 12,13-18

Βασάνισε τους Αμμανίτες με πριόνια, σκεπάρνια, τσεκούρια, αξίνες και πλίνθινα καλούπια.

καὶ τὸν λαὸν τὸν ὄντα ἐν αὐτῇ ἐξήγαγε καὶ ἔθηκεν ἐν τῷ πρίονι καὶ ἐν τοῖς τριβόλοις τοῖς σιδηροῖς καὶ ὑποτομεῦσι σιδηροῖς καὶ διήγαγεν αὐτοὺς διὰ τοῦ πλινθείου· καὶ οὕτως ἐποίησε πάσαις ταῖς πόλεσιν υἱῶν Ἀμμών. καὶ ἐπέστρεψε Δαυὶδ καὶ πᾶς ὁ λαὸς εἰς Ἱερουσαλήμ. • B Βασ 12,31

καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἐξήγαγε καὶ διέπρισε πρίοσι καὶ ἐν σκεπάρνοις σιδηροῖς καὶ ἐν διασχίζουσι· καὶ οὕτως ἐποίησε Δαυὶδ τοῖς πᾶσιν υἱοῖς Ἀμμών. • Α Παρ 20,3

Σαμουήλ

Είπε στον Σαούλ ότι ο Θεός τον διέταξε να σκοτώσει όλους τους Αμαληκίτες (άνδρες, γυναίκες, νήπια, βρέφη, μοσχάρια, πρόβατα, καμήλες και γαϊδούρια).

Καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ· ἐμὲ ἀπέστειλε Κύριος χρῖσαί σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ, καὶ νῦν ἄκουε τῆς φωνῆς Κυρίου· τάδε εἶπε Κύριος Σαβαώθ· νῦν ἐκδικήσω ἃ ἐποίησεν Ἀμαλὴκ τῷ Ἰσραήλ, ὡς ἀπήντησεν αὐτῷ ἐν τῇ ὁδῷ ἀναβαίνοντος αὐτοῦ ἐξ Αἰγύπτου· καὶ νῦν πορεύου καὶ πατάξεις τὸν Ἀμαλὴκ καὶ Ἱερὶμ καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ περιποιήσῃ ἐξ αὐτοῦ καὶ ἐξολοθρεύσεις αὐτὸν καὶ ἀναθεματιεῖς αὐτὸν καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ φείσῃ ἀπ' αὐτοῦ καὶ ἀποκτενεῖς ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ ἀπὸ μόσχου ἕως προβάτου καὶ ἀπὸ καμήλου ἕως ὄνου. • Α Βασ 15,1-3

Είπε στον Σαούλ ότι ο Θεός τον απέρριψε ως βασιλιά των Ισραηλιτών επειδή απέτυχε να επιτελέσει γενοκτονία.

καὶ εἶπε Σαμουήλ· εἰ θελητὸν τῷ Κυρίῳ ὁλοκαυτώματα καὶ θυσίας ὡς τὸ ἀκοῦσαι φωνῆς Κυρίου; ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴν καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν· ὅτι ἁμαρτία οἰώνισμά ἐστιν, ὀδύνην καὶ πόνους θεραφὶν ἐπάγουσιν· ὅτι ἐξουδένωσας τὸ ῥῆμα Κυρίου, καὶ ἐξουδενώσει σε Κύριος μὴ εἶναι βασιλέα ἐπὶ Ἰσραήλ. • Α Βασ 15,22-23

Για να ευχαριστήσει τον Θεό, έσφαξε τον Αγάγ, τον βασιλιά των Αμαληκιτών.

καὶ εἶπε Σαμουήλ· προσαγάγετέ μοι τὸν Ἀγὰγ βασιλέα Ἀμαλήκ. καὶ προσῆλθε πρὸς αὐτὸν Ἀγὰγ τρέμων, καὶ εἶπεν Ἀγάγ· εἰ οὕτω πικρὸς ὁ θάνατος; καὶ εἶπε Σαμουὴλ πρὸς Ἀγάγ· καθότι ἠτέκνωσε γυναῖκας ἡ ῥομφαία σου, οὕτως ἀτεκνωθήσεται ἐκ γυναικῶν ἡ μήτηρ σου, καὶ ἔσφαξε Σαμουὴλ τὸν Ἀγὰγ ἐνώπιον Κυρίου ἐν Γαλγάλ. • Α Βασ 15,32-33

Με επίσκεψη του Γιαχβέ γεννήθηκαν και τα πρώτα αδέλφια του Ιησού καθώς και ο ίδιος ο Σαμουήλ: 
...και ο Κύριος επισκέφθηκε την Άννα και συνέλαβε, και γέννησε τρεις γιους και δυο θυγατέρες. (Σαμουήλ Α', 2:21)

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου