Σάββατο 25 Μαρτίου 2023

Ανθολόγιο Αττικής Πεζογραφίας

ΛΥΣΙΑΣ, ΥΠΕΡ ΤΟΥ ΑΔΥΝΑΤΟΥ

ΛΥΣ 24.1–27

Προοίμιον (§1–3): Τα κίνητρα του κατηγόρου – Διήγησις–ἀπόδειξις (§4–20): Προσπάθεια ανασκευής του ισχυρισμού του κατηγόρου περί σωματικής ικανότητας του "αδυνάτου" – Ἐπίλογος (§21–27): Έκκληση στους δικαστές για δίκαιη ετυμηγορία

Ο ομιλητής, άνθρωπος με φυσική αναπηρία, μιλώντας στη Βουλή των Πεντακοσίων, προσπαθεί να διατηρήσει το δικαίωμα να λαμβάνει το ετήσιο χρηματικό επίδομα που χορηγούσε το δημόσιο ταμείο στους ανάπηρους και τους φτωχούς.


[1] Οὐ πολλοῦ δέω χάριν ἔχειν, ὦ βουλή, τῷ κατηγόρῳ,
ὅτι μοι παρεσκεύασε τὸν ἀγῶνα τουτονί. πρότερον γὰρ
οὐκ ἔχων πρόφασιν ἐφ’ ἧς τοῦ βίου λόγον δοίην, νυνὶ διὰ
τοῦτον εἴληφα. καὶ πειράσομαι τῷ λόγῳ τοῦτον μὲν ἐπι-
δεῖξαι ψευδόμενον, ἐμαυτὸν δὲ βεβιωκότα μέχρι τῆσδε τῆς
ἡμέρας ἐπαίνου μᾶλλον ἄξιον ἢ φθόνου· διὰ γὰρ οὐδὲν
ἄλλο μοι δοκεῖ παρασκευάσαι τόνδε μοι τὸν κίνδυνον
οὗτος ἢ διὰ φθόνον. [2] καίτοι ὅστις τούτοις φθονεῖ οὓς οἱ ἄλ-
λοι ἐλεοῦσι, τίνος ἂν ὑμῖν ὁ τοιοῦτος ἀποσχέσθαι δοκεῖ
πονηρίας; εἰ μὲν γὰρ ἕνεκα χρημάτων με συκοφαντεῖ ―·
εἰ δ’ ὡς ἐχθρὸν ἑαυτοῦ με τιμωρεῖται, ψεύδεται· διὰ γὰρ τὴν
πονηρίαν αὐτοῦ οὔτε φίλῳ οὔτε ἐχθρῷ πώποτε ἐχρησάμην
αὐτῷ. [3] ἤδη τοίνυν, ὦ βουλή, δῆλός ἐστι φθονῶν, ὅτι τοιαύτῃ
κεχρημένος συμφορᾷ τούτου βελτίων εἰμὶ πολίτης. καὶ γὰρ
οἶμαι δεῖν, ὦ βουλή, τὰ τοῦ σώματος δυστυχήματα τοῖς τῆς
ψυχῆς ἐπιτηδεύμασιν ἰᾶσθαι, [καλῶς]. εἰ γὰρ ἐξ ἴσου τῇ
συμφορᾷ καὶ τὴν διάνοιαν ἕξω καὶ τὸν ἄλλον βίον διάξω,
τί τούτου διοίσω;

[4] Περὶ μὲν οὖν τούτων τοσαῦτά μοι εἰρήσθω· ὑπὲρ ὧν
δέ μοι προσήκει λέγειν, ὡς ἂν οἷόν τε διὰ βραχυτάτων
ἐρῶ. φησὶ γὰρ ὁ κατήγορος οὐ δικαίως με λαμβάνειν τὸ
παρὰ τῆς πόλεως ἀργύριον· καὶ γὰρ τῷ σώματι δύνασθαι
καὶ οὐκ εἶναι τῶν ἀδυνάτων, καὶ τέχνην ἐπίστασθαι τοιαύ-
την ὥστε καὶ ἄνευ τοῦ διδομένου τούτου ζῆν. [5] καὶ τεκμη-
ρίοις χρῆται τῆς μὲν τοῦ σώματος ῥώμης, ὅτι ἐπὶ τοὺς
ἵππους ἀναβαίνω, τῆς δ’ ἐν τῇ τέχνῃ εὐπορίας, ὅτι δύνα-
μαι συνεῖναι δυναμένοις ἀνθρώποις ἀναλίσκειν. τὴν μὲν
οὖν ἐκ τῆς τέχνης εὐπορίαν καὶ τὸν ἄλλον τὸν ἐμὸν βίον,
οἷος τυγχάνει, πάντας ὑμᾶς οἴομαι γιγνώσκειν· [6] ὅμως δὲ
κἀγὼ διὰ βραχέων ἐρῶ. ἐμοὶ γὰρ ὁ μὲν πατὴρ κατέλιπεν
οὐδέν, τὴν δὲ μητέρα τελευτήσασαν πέπαυμαι τρέφων τρί-
τον ἔτος τουτί, παῖδες δέ μοι οὔπω εἰσὶν οἵ με θεραπεύ-
σουσι. τέχνην δὲ κέκτημαι βραχέα δυναμένην ὠφελεῖν,
ἣν αὐτὸς μὲν ἤδη χαλεπῶς ἐργάζομαι, τὸν διαδεξόμενον
δ’ αὐτὴν οὔπω δύναμαι κτήσασθαι. πρόσοδος δέ μοι οὐκ
ἔστιν ἄλλη πλὴν ταύτης, ἣν ἐὰν ἀφέλησθέ με, κινδυνεύ-
σαιμ’ ἂν ὑπὸ τῇ δυσχερεστάτῃ γενέσθαι τύχῃ. [7] μὴ τοίνυν,
ἐπειδή γε ἔστιν, ὦ βουλή, σῶσαί με δικαίως, ἀπολέσητε
ἀδίκως· μηδὲ ἃ νεωτέρῳ καὶ μᾶλλον ἐρρωμένῳ ὄντι ἔδοτε,
πρεσβύτερον καὶ ἀσθενέστερον γιγνόμενον ἀφέλησθε· μηδὲ
πρότερον καὶ περὶ τοὺς οὐδὲν ἔχοντας κακὸν ἐλεημονέστα-
τοι δοκοῦντες εἶναι νυνὶ διὰ τοῦτον τοὺς καὶ τοῖς ἐχθροῖς
ἐλεινοὺς ὄντας ἀγρίως ἀποδέξησθε· μηδ’ ἐμὲ τολμήσαντες
ἀδικῆσαι καὶ τοὺς ἄλλους τοὺς ὁμοίως ἐμοὶ διακειμένους
ἀθυμῆσαι ποιήσητε. [8] καὶ γὰρ ἂν ἄτοπον εἴη, ὦ βουλή, εἰ
ὅτε μὲν ἁπλῆ μοι ἦν ἡ συμφορά, τότε μὲν φαινοίμην λαμ-
βάνων τὸ ἀργύριον τοῦτο, νῦν δ’ ἐπειδὴ καὶ γῆρας καὶ νόσοι
καὶ τὰ τούτοις ἑπόμενα κακὰ προσγίγνεταί μοι, τότε ἀφαι-
ρεθείην. [9] δοκεῖ δέ μοι τῆς πενίας τῆς ἐμῆς τὸ μέγεθος ὁ
κατήγορος ἂν ἐπιδεῖξαι σαφέστατα μόνος ἀνθρώπων. εἰ
γὰρ ἐγὼ κατασταθεὶς χορηγὸς τραγῳδοῖς προκαλεσαίμην
αὐτὸν εἰς ἀντίδοσιν, δεκάκις ἂν ἕλοιτο χορηγῆσαι μᾶλλον
ἢ ἀντιδοῦναι ἅπαξ. καὶ πῶς οὐ δεινόν ἐστι νῦν μὲν κατη-
γορεῖν ὡς διὰ πολλὴν εὐπορίαν ἐξ ἴσου δύναμαι συνεῖναι
τοῖς πλουσιωτάτοις, εἰ δὲ ὧν ἐγὼ λέγω τύχοι τι γενόμε-
νον, τοιοῦτον εἶναι; καὶ τί πονηρότερον;

[10] Περὶ δὲ τῆς ἐμῆς ἱππικῆς, ἧς οὗτος ἐτόλμησε μνησθῆ-
ναι πρὸς ὑμᾶς, οὔτε τὴν τύχην δείσας οὔτε ὑμᾶς αἰσχυνθείς,
οὐ πολὺς ὁ λόγος. ἐγὼ γάρ, ὦ βουλή, πάντας οἶμαι τοὺς
ἔχοντάς τι δυστύχημα τοῦτο ζητεῖν καὶ τοῦτο φιλοσοφεῖν,
ὅπως ὡς ἀλυπότατα μεταχειριοῦνται τὸ συμβεβηκὸς πάθος.
ὧν εἷς ἐγώ, καὶ περιπεπτωκὼς τοιαύτῃ συμφορᾷ ταύτην
ἐμαυτῷ ῥᾳστώνην ἐξηῦρον εἰς τὰς ὁδοὺς τὰς μακροτέρας
τῶν ἀναγκαίων. [11] ὃ δὲ μέγιστον, ὦ βουλή, τεκμήριον ὅτι
διὰ τὴν συμφορὰν ἀλλ’ οὐ διὰ τὴν ὕβριν, ὡς οὗτός φησιν,
ἐπὶ τοὺς ἵππους ἀναβαίνω [ῥᾴδιόν ἐστι μαθεῖν]· εἰ γὰρ
ἐκεκτήμην οὐσίαν, ἐπ’ ἀστράβης ἂν ὠχούμην, ἀλλ’ οὐκ ἐπὶ
τοὺς ἀλλοτρίους ἵππους ἀνέβαινον· νυνὶ δ’ ἐπειδὴ τοιοῦτον
οὐ δύναμαι κτήσασθαι, τοῖς ἀλλοτρίοις ἵπποις ἀναγκάζο-
μαι χρῆσθαι πολλάκις. [12] καίτοι πῶς οὐκ ἄτοπόν ἐστιν, ὦ
βουλή, τοῦτον ἄν, εἰ μὲν ἐπ’ ἀστράβης ὀχούμενον ἑώρα με,
σιωπᾶν (τί γὰρ ἂν καὶ ἔλεγεν;), ὅτι δ’ ἐπὶ τοὺς ᾐτημένους
ἵππους ἀναβαίνω, πειρᾶσθαι πείθειν ὑμᾶς ὡς δυνατός εἰμι;
καὶ ὅτι μὲν δυοῖν βακτηρίαιν χρῶμαι, τῶν ἄλλων μιᾷ χρω-
μένων, μὴ κατηγορεῖν ὡς καὶ τοῦτο τῶν δυναμένων ἐστίν·
ὅτι δ’ ἐπὶ τοὺς ἵππους ἀναβαίνω, τεκμηρίῳ χρῆσθαι πρὸς
ὑμᾶς ὡς εἰμὶ τῶν δυναμένων; οἷς ἐγὼ διὰ τὴν αὐτὴν αἰτίαν
ἀμφοτέροις χρῶμαι.

[13] Τοσοῦτον δὲ διενήνοχεν ἀναισχυντίᾳ τῶν ἁπάντων ἀν-
θρώπων, ὥστε ὑμᾶς πειρᾶται πείθειν, τοσούτους ὄντας εἷς
ὤν, ὡς οὐκ εἰμὶ τῶν ἀδυνάτων ἐγώ. καίτοι εἰ τοῦτο πείσει
τινὰς ὑμῶν, ὦ βουλή, τί με κωλύει κληροῦσθαι τῶν ἐννέα
ἀρχόντων, καὶ ὑμᾶς ἐμοῦ μὲν ἀφελέσθαι τὸν ὀβολὸν ὡς
ὑγιαίνοντος, τούτῳ δὲ ψηφίσασθαι πάντας ὡς ἀναπήρῳ;
οὐ γὰρ δήπου τὸν αὐτὸν ὑμεῖς μὲν ὡς δυνάμενον ἀφαιρή-
σεσθε τὸ διδόμενον, οἱ δὲ <θεσμοθέται> ὡς ἀδύνατον ὄντα
κληροῦσθαι κωλύσουσιν. [14] ἀλλὰ γὰρ οὔτε ὑμεῖς τούτῳ τὴν
αὐτὴν ἔχετε γνώμην, οὔθ’ οὗτος ὑμῖν εὖ ποιῶν. ὁ μὲν
γὰρ ὥσπερ ἐπικλήρου τῆς συμφορᾶς οὔσης ἀμφισβητήσων
ἥκει καὶ πειρᾶται πείθειν ὑμᾶς ὡς οὐκ εἰμὶ τοιοῦτος οἷον
ὑμεῖς ὁρᾶτε πάντες· ὑμεῖς δὲ (ὃ τῶν εὖ φρονούντων ἔργον
ἐστί) μᾶλλον πιστεύετε τοῖς ὑμετέροις αὐτῶν ὀφθαλμοῖς ἢ
τοῖς τούτου λόγοις.

[15] Λέγει δ’ ὡς ὑβριστής εἰμι καὶ βίαιος καὶ λίαν ἀσελ-
γῶς διακείμενος, ὥσπερ εἰ φοβερῶς ὀνομάσειε, μέλλων
ἀληθῆ λέγειν, ἀλλ’ οὐκ, ἐὰν πάνυ πραόνως [μηδὲ ψεύδη-
ται], ταῦτα ποιήσων. ἐγὼ δ’ ὑμᾶς, ὦ βουλή, σαφῶς οἶμαι
δεῖν διαγιγνώσκειν οἷς τ’ ἐγχωρεῖ τῶν ἀνθρώπων ὑβρισταῖς
εἶναι καὶ οἷς οὐ προσήκει. [16] οὐ γὰρ <τοὺς> πενομένους καὶ
λίαν ἀπόρως διακειμένους ὑβρίζειν εἰκός, ἀλλὰ τοὺς πολλῷ
πλείω τῶν ἀναγκαίων κεκτημένους· οὐδὲ τοὺς ἀδυνάτους
τοῖς σώμασιν ὄντας, ἀλλὰ τοὺς μάλιστα πιστεύοντας ταῖς
αὑτῶν ῥώμαις· οὐδὲ τοὺς ἤδη προβεβηκότας τῇ ἡλικίᾳ,
ἀλλὰ τοὺς ἔτι νέους καὶ νέαις ταῖς διανοίαις χρωμένους.
[17] οἱ μὲν γὰρ πλούσιοι τοῖς χρήμασιν ἐξωνοῦνται τοὺς κιν-
δύνους, οἱ δὲ πένητες ὑπὸ τῆς παρούσης ἀπορίας σωφρο-
νεῖν ἀναγκάζονται· καὶ οἱ μὲν νέοι συγγνώμης ἀξιοῦνται
τυγχάνειν παρὰ τῶν πρεσβυτέρων, τοῖς δὲ πρεσβυτέροις
ἐξαμαρτάνουσιν ὁμοίως ἐπιτιμῶσιν ἀμφότεροι· [18] καὶ τοῖς μὲν
ἰσχυροῖς ἐγχωρεῖ μηδὲν αὐτοῖς πάσχουσιν, οὓς ἂν βουλη-
θῶσιν, ὑβρίζειν, τοῖς δὲ ἀσθενέσιν οὐκ ἔστιν οὔτε ὑβριζο-
μένοις ἀμύνεσθαι τοὺς ὑπάρξαντας οὔτε ὑβρίζειν βουλομέ-
νοις περιγίγνεσθαι τῶν ἀδικουμένων. ὥστε μοι δοκεῖ ὁ
κατήγορος εἰπεῖν περὶ τῆς ἐμῆς ὕβρεως οὐ σπουδάζων,
ἀλλὰ παίζων, οὐδ’ ὑμᾶς πεῖσαι βουλόμενος ὡς εἰμὶ τοιοῦ-
τος, ἀλλ’ ἐμὲ κωμῳδεῖν βουλόμενος, ὥσπερ τι καλὸν ποιῶν.

[19] Ἔτι δὲ καὶ συλλέγεσθαί φησιν ἀνθρώπους ὡς ἐμὲ πο-
νηροὺς καὶ πολλούς, οἳ τὰ μὲν ἑαυτῶν ἀνηλώκασι, τοῖς
δὲ τὰ σφέτερα σῴζειν βουλομένοις ἐπιβουλεύουσιν. ὑμεῖς
δὲ ἐνθυμήθητε πάντες ὅτι ταῦτα λέγων οὐδὲν ἐμοῦ κατη-
γορεῖ μᾶλλον ἢ τῶν ἄλλων ὅσοι τέχνας ἔχουσιν οὐδὲ τῶν
ὡς ἐμὲ εἰσιόντων μᾶλλον ἢ τῶν ὡς τοὺς ἄλλους δημιουρ-
γούς. [20] ἕκαστος γὰρ ὑμῶν εἴθισται προσφοιτᾶν ὁ μὲν πρὸς
μυροπώλιον, ὁ δὲ πρὸς κουρεῖον, ὁ δὲ πρὸς σκυτοτομεῖον,
ὁ δ’ ὅποι ἂν τύχῃ, καὶ πλεῖστοι μὲν ὡς τοὺς ἐγγυτάτω τῆς
ἀγορᾶς κατεσκευασμένους, ἐλάχιστοι δὲ ὡς τοὺς πλεῖστον
ἀπέχοντας αὐτῆς· ὥστ’ εἴ τις ὑμῶν πονηρίαν καταγνώσε-
ται τῶν ὡς ἐμὲ εἰσιόντων, δῆλον ὅτι καὶ τῶν παρὰ τοῖς
ἄλλοις διατριβόντων· εἰ δὲ κἀκείνων, ἁπάντων Ἀθηναίων·
ἅπαντες γὰρ εἴθισθε προσφοιτᾶν καὶ διατρίβειν ἁμοῦ
γέ που.

[21] Ἀλλὰ γὰρ οὐκ οἶδ’ ὅ τι δεῖ λίαν με ἀκριβῶς ἀπολο-
γούμενον πρὸς ἓν ἕκαστον ὑμῖν τῶν εἰρημένων ἐνοχλεῖν
πλείω χρόνον. εἰ γὰρ ὑπὲρ τῶν μεγίστων εἴρηκα, τί δεῖ
περὶ τῶν φαύλων ὁμοίως τούτῳ σπουδάζειν; ἐγὼ δ’ ὑμῶν,
ὦ βουλή, δέομαι πάντων τὴν αὐτὴν ἔχειν περὶ ἐμοῦ διά-
νοιαν, ἥνπερ καὶ πρότερον. [22] μηδ’ οὗ μόνου μεταλαβεῖν
ἔδωκεν ἡ τύχη μοι τῶν ἐν τῇ πατρίδι, τούτου διὰ τουτονὶ
ἀποστερήσητέ με· μηδ’ ἃ πάλαι κοινῇ πάντες ἔδοτέ μοι,
νῦν οὗτος εἷς ὢν πείσῃ πάλιν ὑμᾶς ἀφελέσθαι. ἐπειδὴ γάρ,
ὦ βουλή, τῶν μεγίστων [ἀρχῶν] ὁ δαίμων ἀπεστέρησεν
ἡμᾶς, ἡ πόλις ἡμῖν ἐψηφίσατο τοῦτο τὸ ἀργύριον, ἡγου-
μένη κοινὰς εἶναι τὰς τύχας τοῖς ἅπασι καὶ τῶν κακῶν
καὶ τῶν ἀγαθῶν. [23] πῶς οὖν οὐκ ἂν δειλαιότατος εἴην, εἰ
τῶν μὲν καλλίστων καὶ μεγίστων διὰ τὴν συμφορὰν ἀπε-
στερημένος εἴην, ἃ δ’ ἡ πόλις ἔδωκε προνοηθεῖσα τῶν
οὕτως διακειμένων, διὰ τὸν κατήγορον ἀφαιρεθείην; μηδα-
μῶς, ὦ βουλή, ταύτῃ θῆσθε τὴν ψῆφον. διὰ τί γὰρ ἂν καὶ
τύχοιμι τοιούτων ὑμῶν; [24] πότερον ὅτι δι’ ἐμέ τις εἰς ἀγῶνα
πώποτε καταστὰς ἀπώλεσε τὴν οὐσίαν; ἀλλ’ οὐδ’ ἂν εἷς
ἀποδείξειεν. ἀλλ’ ὅτι πολυπράγμων εἰμὶ καὶ θρασὺς καὶ
φιλαπεχθήμων; ἀλλ’ οὐ τοιαύταις ἀφορμαῖς τοῦ βίου πρὸς
τὰ τοιαῦτα τυγχάνω χρώμενος. [25] ἀλλ’ ὅτι λίαν ὑβριστὴς καὶ
βίαιος; ἀλλ’ οὐδ’ ἂν αὐτὸς φήσειεν, εἰ μὴ βούλοιτο καὶ
τοῦτο ψεύδεσθαι τοῖς ἄλλοις ὁμοίως. ἀλλ’ ὅτι ἐπὶ τῶν
τριάκοντα γενόμενος ἐν δυνάμει κακῶς ἐποίησα πολλοὺς
τῶν πολιτῶν; ἀλλὰ μετὰ τοῦ ὑμετέρου πλήθους ἔφυγον
εἰς Χαλκίδα [τὴν ἐπ’ Εὐρίπῳ], καὶ ἐξόν μοι μετ’ ἐκείνων
ἀδεῶς πολιτεύεσθαι, μεθ’ ὑμῶν εἱλόμην κινδυνεύειν ἀπελ-
θών. [26] μὴ τοίνυν, ὦ βουλή, μηδὲν ἡμαρτηκὼς ὁμοίων ὑμῶν
τύχοιμι τοῖς πολλὰ ἠδικηκόσιν, ἀλλὰ τὴν αὐτὴν ψῆφον
θέσθε περὶ ἐμοῦ ταῖς ἄλλαις βουλαῖς, ἀναμνησθέντες ὅτι
οὔτε χρήματα διαχειρίσας τῆς πόλεως δίδωμι λόγον αὐτῶν,
οὔτε ἀρχὴν ἄρξας οὐδεμίαν εὐθύνας ὑπέχω νῦν αὐτῆς,
ἀλλὰ περὶ ὀβολοῦ μόνον ποιοῦμαι τοὺς λόγους. [27] καὶ οὕτως
ὑμεῖς μὲν τὰ δίκαια γνώσεσθε πάντες, ἐγὼ δὲ τούτων ὑμῖν
τυχὼν ἕξω τὴν χάριν, οὗτος δὲ τοῦ λοιποῦ μαθήσεται μὴ
τοῖς ἀσθενεστέροις ἐπιβουλεύειν ἀλλὰ τῶν ὁμοίων αὐτῷ
περιγίγνεσθαι.

***
Ευγνωμονώ σχεδόν, κύριοι βουλευταί, τον μηνυτήν που μου παρεσκεύασεν αυτήν εδώ την δίκην. Διότι, ενώ πρωτύτερα δεν είχον αφορμήν, εκ της οποίας ορμώμενος να λογοδοτήσω διά την ζωήν μου, τώρα εξ αιτίας τούτου έχω λάβει. Και θα προσπαθήσω να αποδείξω διά του λόγου μου ότι ούτος μεν ψεύδεται, εγώ δε έχω ζήσει μέχρι σήμερον άξιος επαίνου μάλλον ή φθόνου. Διότι φρονώ ότι από φθόνον και μόνον μου παρεσκεύασε την σημερινήν δίκην. Και όμως, εκείνος ο οποίος φθονεί, όσους οι άλλοι λυπούνται, από ποίαν πονηρίαν νομίζετε ότι ο τοιούτος άνθρωπος δύναται να απέχη; Διότι αν μεν με κατήγγειλε διά να μου πάρη χρήματα, είναι συκοφάντης, εάν δε ως εχθρόν του με εκδικείται, ψεύδεται, διότι ένεκα της πονηρίας του ούτε φίλον ούτε εχθρόν τον είχα ποτέ. Φανερόν λοιπόν είναι, κύριοι βουλευταί, ότι με φθονεί, διότι, αν και έχω τοιούτον σωματικόν ελάττωμα είμαι καλύτερος πολίτης από αυτόν. Διότι έχω την γνώμην, κύριοι βουλευταί, ότι τα σωματικά ελαττώματα θεραπεύονται μέχρις ενός βαθμού με τα ψυχικά προτερήματα. Διότι εάν είχον ψυχικά ελαττώματα, όπως έχω σωματικά, και εάν έζων βίον άτακτον, κατά τι θα διέφερον από αυτόν;

Περί τούτων λοιπόν αρκούν τα λεχθέντα· δι' όσα δε πρέπει εγώ να ομιλώ (αναιρών τα επιχειρήματα του κατηγόρου μου) θα τα είπω όσον δύναμαι δι' ολίγων. Ισχυρίζεται δηλαδή ο κατήγορος ότι αδίκως λαμβάνω κρατικόν επίδομα διότι και κατά το σώμα είμαι τόσον δυνατός, ώστε δεν πρέπει να κατατάσσωμαι εις τους αδυνάτους, και ότι γνωρίζω τοιαύτην τέχνην, ώστε να δύναμαι να συντηρούμαι από τα εκ ταύτης κερδιζόμενα και άνευ του κρατικού επιδόματος. Και φέρει ως απόδειξιν μεν της σωματικής δυνάμεώς μου το ότι αναβαίνω εις τους ίππους, της δε ευπορίας μου της προερχομένης από την τέχνην μου, το ότι δύναμαι να συναναστρέφωμαι ανθρώπους δυναμένους να εξοδεύουν. Την ευπορίαν μεν την προερχομένην από την τέχνην μου, και από τας άλλας προσόδους μου, καθώς και ποια είναι η ζωή μου, πιστεύω πως όλοι τα γνωρίζετε, αλλ' όμως και εγώ δι' ολίγων θα σας τα είπω. Ο πατήρ μου δηλαδή δεν μου αφήκε τίποτα, την μητέρα μου δε αποθανούσαν προ δύο ετών έπαυσα να γηροτροφώ, τέκνα δε δεν έχω ακόμη διά να με περιποιηθούν. Γνωρίζω δε τέχνην, η οποία ολίγην ωφέλειαν δύναται να μου παράσχη, την οποίαν τώρα μεν εγώ με δυσκολίαν εξασκώ, δεν δύναμαι δε ακόμη να αποκτήσω εκείνον που θα με διαδεχθή εξακολουθών να ασκή την τέχνην μου. Ουδέν άλλο έχω εισόδημα εκτός του κρατικού επιδόματος, το οποίον αν μου αφαιρέσετε θα κινδυνεύσω να περιέλθω εις την εσχάτην δυστυχίαν. Μη λοιπόν, κύριοι βουλευταί, με καταστρέψετε αδίκως, ενώ δύνασθε να με σώσετε δικαίως· μη μου αφαιρέσετε τώρα που έγινα γεροντότερος και ασθενέστερος, όσα μου εδώσατε όταν ήμην νεώτερος και είχον ακμαιοτέρας τας δυνάμεις μου· μη αποκρούσετε αγρίως τώρα εξ αιτίας τούτου εκείνους οι οποίοι και εις τους εχθρούς των φαίνονται άξιοι ευσπλαγχνίας, ενώ πρωτύτερα εφαίνεσθε ότι ευσπλαγχνίζεσθε και όσους ουδεμίαν είχον δυστυχίαν· μη κάμετε να απελπισθούν οι ευρισκόμενοι εις την ιδίαν δυστυχίαν με εμέ από σκληράν και άδικον δι' εμέ απόφασίν σας. Διότι και άτοπον θα ήτο, κύριοι βουλευταί, εάν, όταν μεν η σωματική μου αδυναμία ήτο μικρά, ελάμβανον το επίδομα τούτο, τώρα δε που προσετέθησαν και γήρας και ασθένειαι και τα επακόλουθα τούτων, τότε να το στερηθώ. Νομίζω δε ότι ο κατήγορος υπέρ πάντα άλλον δύναται να σας φανερώση το μέγεθος της πενίας μου. Εάν δηλαδή εγώ υποχρεωθείς να δαπανήσω διά την παράστασιν τραγωδίας τον προεκάλουν να ανταλλάξωμεν τας περιουσίας μας, θα προετίμα να εξοδεύση δέκα φοράς διά παράστασιν τραγωδίας παρά να ανταλλάξη άπαξ την περιουσίαν του με την ιδικήν μου. Και όμως πώς δεν είναι φοβερόν τώρα μεν να με κατηγορή λέγων ότι διά την μεγάλην μου ευπορίαν δύναμαι να συναναστρέφωμαι ως ίσος προς ίσους τους πλουσιωτάτους, εάν δε συμβή να γίνη εκείνο που λέγω εγώ, να γίνεται όλως το εναντίον και ακόμη χειρότερον;

Διά το ότι δε ιππεύω, το οποίον ούτος ετόλμησε να αναφέρη ενώπιόν σας χωρίς ούτε την τύχην να φοβηθή, ούτε σας να εντραπή, θα είπω ολίγα. Εγώ δηλαδή, κύριοι βουλευταί, γνωρίζω ότι όλοι οι έχοντες κάποιο δυστύχημα ζητούν και ερευνούν πώς θα υποφέρουν το δυστύχημά τους με όσον το δυνατόν ολιγωτέραν λύπην. Επειδή και εγώ είμαι είς από τους έχοντας σωματικήν βλάβην, και έχω περιπέσει εις αυτήν την συμφοράν, το να ιππεύω εύρον ως ανακούφισην διά τας μακροτέρας των αναγκαίων οδούς. Εκείνο δε το οποίον είναι, κύριοι βουλευταί, μεγίστη απόδειξις ότι εξ αιτίας της σωματικής μου βλάβης ανέρχομαι εις τους ίππους, και όχι από αλαζονείαν, καθώς αυτός ισχυρίζεται, είναι εύκολον και σεις να το εννοήσετε. Διότι, εάν είχον περιουσίαν, θα εταξίδευον καθήμενος επί ημιόνου έχοντος ωραίον και αναπαυτικόν σάγμα, και δεν θα ανέβαινον εις τους ξένους ίππους, τώρα δε, επειδή ημίονον δεν δύναμαι να αποκτήσω, αναγκάζομαι να μεταχειρίζωμαι πολλάκις τους ξένους ίππους. Και όμως πώς δεν είναι παράλογον, κύριοι βουλευταί, ο ίδιος αυτός, αν μεν έβλεπε να ταξιδεύω καθήμενος αναπαυτικά επί ημιόνου, να σιωπά (διότι τι ηδύνατο να είπη;), διότι δε αναβαίνω εις ίππους ξένους, που παρακαλώ να μου τους δώσουν προσωρινώς, να προσπαθή να σας πείση ότι έχω ακμαίας τας σωματικάς μου δυνάμεις; Και το ότι μεν μεταχειρίζομαι δύο βακτηρίας, ενώ οι άλλοι δεν μεταχειρίζονται ούτε μίαν, να μη μου κατηγορή ισχυριζόμενος ότι και τούτο είναι απόδειξις της δυνάμεώς μου, το ότι δε αναβαίνω εις τους ξένους ίππους να μεταχειρίζεται ενώπιόν σας ως απόδειξιν του ότι έχω ακμαίας τας σωματικάς μου δυνάμεις; Εγώ και τα δύο αυτά τα μεταχειρίζομαι διά την ιδίαν αιτίαν.

Τόσον πολύ δε υπερέχει όλους τους ανθρώπους κατά την αναισχυντίαν, ώστε προσπαθεί να σας πείση, ενώ είσθε τόσον πολλοί και αυτός είναι ένας, ότι εγώ δεν είμαι από τους αδυνάτους. Και όμως αν μερικούς από σας πείση και πιστεύσητε τούτο, κύριοι βουλευταί, τι με εμποδίζει να εκλέγωμαι διά κλήρου είς εκ των εννέα αρχόντων, και σεις μεν να μου αφαιρέσητε τον διδόμενον εις εμέ οβολόν, επειδή είμαι υγιής, εις τούτον δε να ψηφίσητε να δίδωνται πέντε οβολοί, διότι δήθεν είναι ανάπηρος; Διότι βέβαια σεις μεν θα αφαιρέσητε το διδόμενον εις εμέ διότι δεν είμαι αδύνατος, οι δε θεσμοθέται δεν θα με εμποδίσουνε εμέ τον ίδιον να εκλεγώ διά κλήρου, διότι δήθεν είμαι αδύνατος. Αλλά βέβαια ούτε σεις συμφωνείτε με τούτον, ούτε ούτος κακώς σκεπτόμενος συμφωνεί με σας. Διότι ούτος μεν έχει έλθει διά να μου αμφισβητήση την συμφοράν μου ωσάν να ήτο κόρη κληρονόμος περιουσίας, και προσπαθεί να σας πείση ότι δεν είμαι τοιούτος, οίον σεις πάντες με βλέπετε. Σεις δε (όπως κάνουν όλοι οι φρόνιμοι) πιστεύετε περισσότερον εις τους οφθαλμούς σας παρά εις τους λόγους τούτου.

Λέγει δε ότι είμαι θρασύς και βίαιος και λίαν αυθάδης, ωσάν να έμελλε να λέγη την αλήθειαν, εάν μου αποδώση αυτούς τους φοβερούς χαρακτηρισμούς, αλλά δεν έμελλε να λέγη αλήθειαν, εάν δεν εψεύδετο και μετεχειρίζετο ευπρεπείς εκφράσεις. Εγώ όμως φρονώ, κύριοι βουλευταί, ότι πρέπει σαφώς σεις να διακρίνητε ποίοι άνθρωποι δύνανται να είναι αλαζόνες και ποίοι δεν δύνανται να είναι τοιούτοι.

Δεν είναι φυσικόν να φέρωνται αυθαδώς οι πτωχοί και οι των πάντων στερούμενοι, αλλά εκείνοι που έχουν πολύ περισσότερα από όσα τους χρειάζονται· ούτε οι αδύνατοι σωματικώς, αλλά εκείνοι που έχουν πεποίθησιν εις τας σωματικάς των δυνάμεις, ούτε εκείνοι οι οποίοι έχουν πλέον γηράσει, αλλ' εκείνοι οι οποίοι είναι ακόμη νέοι και σκέπτονται νεανικά. Διότι οι μεν πλούσιοι διά των χρημάτων των εξαγοράζουν τους κινδύνους, οι δε πτωχοί αναγκάζονται να φέρωνται φρονίμως ένεκα της πτωχείας των· και οι μεν νέοι θεωρούνται άξιοι συγχωρήσεως υπό των πρεσβυτέρων, τους δε γέροντας περιπίπτοντας εις τα ίδια με τους νέους σφάλματα κατηγορούν και οι γέροντες και οι νέοι· και οι μεν ρωμαλέοι δύνανται να φέρωνται αυθαδώς εις όσους θέλουν χωρίς να φοβώνται ότι θα πάθουν κακόν τι, οι δε ασθενείς κατά το σώμα δεν δύνανται να αποκρούσουν τους αδικούντας αυτούς, ούτε όταν υβρίζωνται, ούτε δύνανται να υπερισχύσουν των αδικουμένων, όταν θελήσουν να φέρωνται αυθαδώς. Ώστε μου φαίνεται ότι ο κατήγορος ωμίλησε διά την αυθάδειάν μου όχι σπουδαιολογών, αλλά αστεϊζόμενος, όχι διότι είχε την πρόθεσιν να σας πείση ότι εγώ είμαι τοιούτος, αλλά διότι ήθελε να με διακωμωδήση, φανταζόμενος ότι κάνει κάτι σπουδαίον.

Προσέτι δε λέγει ότι συχνάζουν εις το εργαστήριόν μου πολλοί πονηροί άνθρωποι οι οποίοι έχουν σπαταλήσει την περιουσίαν των, και συνωμοτούν εναντίον εκείνων οι οποίοι επιθυμούν να σώζουν την ιδικήν των. Σεις δε όλοι έχετε υπ' όψιν σας ότι διά των ισχυρισμών του τούτων ουδόλως περισσότερον κατηγορεί εμέ από τους άλλους που έχουν εργαστήρια, ουδέ κατηγορεί περισσότερον τους συχνάζοντας εις το εργαστήριόν μου, από τους συχνάζοντας εις τα εργαστήρια άλλων τεχνιτών. Διότι έκαστος από σας έχει συνηθίσει να συχνάζη, άλλος μεν εις μυροπωλείον, άλλος εις κουρείον, άλλος εις υποδηματοποιείον, άλλοι δε όπου τύχη· και πλείστοι μεν συχνάζουν εις τα πλησίον της αγοράς υπάρχοντα εργαστήρια, ελάχιστοι δε εις τα μακράν αυτής ευρισκόμενα· ώστε αν κανείς από σας θεωρήση πονηρούς τους συχνάζοντας εις το εργαστήριόν μου, φανερόν είναι ότι θα θεωρήση τοιούτους και τους συχνάζοντας εις τα εργαστήρια των άλλων· εάν δε και εκείνους θεωρήση πονηρούς, τότε θα θεωρήση τοιούτους όλους τους Αθηναίους διότι όλοι έχετε συνηθίσει να συχνάζετε και να διατρίβετε σε κάποιο εργαστήριον.

Αλλά βέβαια δεν ηξεύρω διά ποίον λόγον χρειάζεται να σας ενοχλώ περισσότερον χρόνον απολογούμενος προς έν έκαστον από όσα είπεν ο κατήγορος εναντίον μου. Διότι, εάν έχω ομιλήσει διά τας μεγίστας εναντίον μου κατηγορίας, διατί πρέπει να δίδω προσοχήν εις τας πολύ μικράς; Εγώ δε σας παρακαλώ όλους, κύριοι βουλευταί, να έχετε περί εμού την αυτήν γνώμην, την οποίαν είχετε και πρωτύτερα (ότε εψηφίσατε ότι είμαι αδύνατος). Μη λοιπόν μου στερήσετε εξ αιτίας τούτου εδώ το μόνον εκ των αγαθών της πατρίδος μου, το οποίον μου έδωσε η τύχη να λαμβάνω. Ας μη σας πείση ούτος, αν και είναι είς, να μου αφαιρέσετε τώρα, εκείνο το οποίον όλοι μαζί μού εδώσατε· επειδή δηλαδή, κύριοι βουλευταί, ο θεός μας εστέρησε των μεγίστων αγαθών, η πόλις έδωσεν εις ημάς αυτό το επίδομα, διότι εφρόνει ότι η τύχη είναι κοινή εις όλους τους ανθρώπους. Πώς λοιπόν δεν θα ήμουν δυστυχέστατος εάν εξ αιτίας της συμφοράς μου μεν στερούμαι των καλλίστων και μεγίστων αγαθών, στερηθώ δε εξ αιτίας του κατηγόρου, όσα η πόλις μού έδωσε λαβούσα πρόνοιαν δι' όλους τους ευρισκομένους εις την κατάστασίν μου; Θα μου αφαιρέσετε το επίδομα, διότι κάποιος εξ αιτίας μου περιπλακείς ποτέ εις δικαστικόν αγώνα έχασε την περιουσίαν του; Αλλ' ουδείς δύναται να αποδείξη ότι έπραξα τοιούτον τι. Αλλά διότι αναμιγνύομαι εις πολλά, και είμαι θρασύς και φίλερις; Αλλά δεν συμβαίνει να έχω τα μέσα διά να φέρωμαι κατ' αυτόν τον τρόπον. Αλλά διότι είμαι αυθάδης και βίαιος; Αλλ' ουδέ ούτος δύναται να ισχυρισθή ότι είμαι τοιούτος, εκτός αν θέλη να ψεύδεται όπως ψεύδεται και δι' όλα τα άλλα. Αλλά διότι λαβών δύναμιν επί της εποχής των Τριάκοντα εκακοποίησα πολλούς πολίτας; Αλλά έφυγον εις την παρά τον Εύριπον Χαλκίδα με τους δημοκρατικούς, και ενώ ήτο δυνατόν εις εμέ να ζω αφόβως μαζί με εκείνους, προετίμησα να κινδυνεύω μαζί σας αγωνιζόμενος κατ' αυτών. Είθε λοιπόν, κύριοι βουλευταί, να μη διάκεισθε προς εμέ, ο οποίος εις ουδέν ημάρτησα, ομοίως δυσμενώς, όπως δυσμενώς διάκεισθε εναντίον των πολλάς αδικίας διαπραξάντων. Αλλά ψηφίσατε δι' εμέ όπως εψήφιζον και αι άλλαι βουλαί έχοντες υπ' όψιν σας ότι ούτε χρήματα της πόλεως διαχειρισθείς λογοδοτώ δι' αυτό, ούτε άρχων γενόμενος δίδω λόγον των πράξεων μου, αλλά περί ενός οβολού μόνον ομιλώ. Και τοιουτοτρόπως ψηφίζοντες σεις μεν όλοι θα εκδώσετε δικαίαν απόφασιν, εγώ δε θα σας ευγνωμονώ δι' αυτό, και ούτος θα μάθη να μη επιβουλεύεται εις το εξής τους ασθενεστέρους από αυτόν, αλλά θα φροντίση να υπερτερή τους ομοίους του.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου