καραδοκῶ τἀκεῖθεν οἷ προβήσεται.
καὶ δὴ δέδορκα τόνδε τῶν Ἰάσονος
στείχοντ᾽ ὀπαδῶν· πνεῦμα δ᾽ ἠρεθισμένον
1120 δείκνυσιν ὥς τι καινὸν ἀγγελεῖ κακόν.
ΑΓΓΕΛΟΣ
[ὦ δεινὸν ἔργον παρανόμως εἰργασμένη,]
Μήδεια, φεῦγε φεῦγε, μήτε ναΐαν
λιποῦσ᾽ ἀπήνην μήτ᾽ ὄχον πεδοστιβῆ.
ΜΗ. τί δ᾽ ἄξιόν μοι τῆσδε τυγχάνει φυγῆς;
1125 ΑΓ. ὄλωλεν ἡ τύραννος ἀρτίως κόρη
Κρέων θ᾽ ὁ φύσας φαρμάκων τῶν σῶν ὕπο.
ΜΗ. κάλλιστον εἶπας μῦθον, ἐν δ᾽ εὐεργέταις
τὸ λοιπὸν ἤδη καὶ φίλοις ἐμοῖς ἔσῃ.
ΑΓ. τί φῄς; φρονεῖς μὲν ὀρθὰ κοὐ μαίνῃ, γύναι,
1130 ἥτις, τυράννων ἑστίαν ᾐκισμένη,
χαίρεις κλύουσα κοὐ φοβῇ τὰ τοιάδε;
ΜΗ. ἔχω τι κἀγὼ τοῖσι σοῖς ἐναντίον
λόγοισιν εἰπεῖν. ἀλλὰ μὴ σπέρχου, φίλος,
λέξον δέ· πῶς ὤλοντο; δὶς τόσον γὰρ ἂν
1135 τέρψειας ἡμᾶς, εἰ τεθνᾶσι παγκάκως.
ΑΓ. ἐπεὶ τέκνων σῶν ἦλθε δίπτυχος γονὴ
σὺν πατρὶ καὶ παρῆλθε νυμφικοὺς δόμους,
ἥσθημεν οἵπερ σοῖς ἐκάμνομεν κακοῖς
δμῶες· δι᾽ ὤτων δ᾽ εὐθὺς ἦν πολὺς λόγος
1140 σὲ καὶ πόσιν σὸν νεῖκος ἐσπεῖσθαι τὸ πρίν.
κυνεῖ δ᾽ ὁ μέν τις χεῖρ᾽, ὁ δὲ ξανθὸν κάρα
παίδων· ἐγὼ δὲ καὐτὸς ἡδονῆς ὕπο
στέγας γυναικῶν σὺν τέκνοις ἅμ᾽ ἑσπόμην.
δέσποινα δ᾽ ἣν νῦν ἀντὶ σοῦ θαυμάζομεν,
1145 πρὶν μὲν τέκνων σῶν εἰσιδεῖν ξυνωρίδα,
πρόθυμον εἶχ᾽ ὀφθαλμὸν εἰς Ἰάσονα·
ἔπειτα μέντοι προυκαλύψατ᾽ ὄμματα
λευκήν τ᾽ ἀπέστρεψ᾽ ἔμπαλιν παρηίδα,
παίδων μυσαχθεῖσ᾽ εἰσόδους. πόσις δὲ σὸς
1150 ὀργάς τ᾽ ἀφῄρει καὶ χόλον νεάνιδος,
λέγων τάδ᾽· Οὐ μὴ δυσμενὴς ἔσῃ φίλοις,
παύσῃ δὲ θυμοῦ καὶ πάλιν στρέψεις κάρα,
φίλους νομίζουσ᾽ οὕσπερ ἂν πόσις σέθεν,
δέξῃ δὲ δῶρα καὶ παραιτήσῃ πατρὸς
1155 φυγὰς ἀφεῖναι παισὶ τοῖσδ᾽ ἐμὴν χάριν;
ἡ δ᾽, ὡς ἐσεῖδε κόσμον, οὐκ ἠνέσχετο,
ἀλλ᾽ ᾔνεσ᾽ ἀνδρὶ πάντα, καὶ πρὶν ἐκ δόμων
μακρὰν ἀπεῖναι πατέρα καὶ παῖδας σέθεν
λαβοῦσα πέπλους ποικίλους ἠμπέσχετο,
1160 χρυσοῦν τε θεῖσα στέφανον ἀμφὶ βοστρύχοις
λαμπρῷ κατόπτρῳ σχηματίζεται κόμην,
ἄψυχον εἰκὼ προσγελῶσα σώματος.
κἄπειτ᾽ ἀναστᾶσ᾽ ἐκ θρόνων διέρχεται
στέγας, ἁβρὸν βαίνουσα παλλεύκῳ ποδί,
1165 δώροις ὑπερχαίρουσα, πολλὰ πολλάκις
τένοντ᾽ ἐς ὀρθὸν ὄμμασι σκοπουμένη.
τοὐνθένδε μέντοι δεινὸν ἦν θέαμ᾽ ἰδεῖν·
χροιὰν γὰρ ἀλλάξασα λεχρία πάλιν
χωρεῖ τρέμουσα κῶλα καὶ μόλις φθάνει
1170 θρόνοισιν ἐμπεσοῦσα μὴ χαμαὶ πεσεῖν.
καί τις γεραιὰ προσπόλων, δόξασά που
ἢ Πανὸς ὀργὰς ἤ τινος θεῶν μολεῖν,
ἀνωλόλυξε, πρίν γ᾽ ὁρᾷ διὰ στόμα
χωροῦντα λευκὸν ἀφρόν, ὀμμάτων τ᾽ ἄπο
1175 κόρας στρέφουσαν, αἷμά τ᾽ οὐκ ἐνὸν χροΐ·
εἶτ᾽ ἀντίμολπον ἧκεν ὀλολυγῆς μέγαν
κωκυτόν. εὐθὺς δ᾽ ἡ μὲν ἐς πατρὸς δόμους
ὥρμησεν, ἡ δὲ πρὸς τὸν ἀρτίως πόσιν,
φράσουσα νύμφης συμφοράν· ἅπασα δὲ
1180 στέγη πυκνοῖσιν ἐκτύπει δραμήμασιν.
ἤδη δ᾽ ἀνελθὼν κῶλον ἕκπλεθρον δρόμου
ταχὺς βαδιστὴς τερμόνων ἂν ἥπτετο·
ἡ δ᾽ ἐξ ἀναύδου καὶ μύσαντος ὄμματος
δεινὸν στενάξασ᾽ ἡ τάλαιν᾽ ἠγείρετο.
1185 διπλοῦν γὰρ αὐτῇ πῆμ᾽ ἐπεστρατεύετο·
χρυσοῦς μὲν ἀμφὶ κρατὶ κείμενος πλόκος
θαυμαστὸν ἵει νᾶμα παμφάγου πυρός,
πέπλοι δὲ λεπτοί, σῶν τέκνων δωρήματα,
λευκὴν ἔδαπτον σάρκα τῆς δυσδαίμονος.
1190 φεύγει δ᾽ ἀναστᾶσ᾽ ἐκ θρόνων πυρουμένη,
σείουσα χαίτην κρᾶτά τ᾽ ἄλλοτ᾽ ἄλλοσε,
ῥῖψαι θέλουσα στέφανον· ἀλλ᾽ ἀραρότως
σύνδεσμα χρυσὸς εἶχε, πῦρ δ᾽, ἐπεὶ κόμην
ἔσεισε, μᾶλλον δὶς τόσως ἐλάμπετο.
1195 πίτνει δ᾽ ἐς οὖδας συμφορᾷ νικωμένη,
πλὴν τῷ τεκόντι κάρτα δυσμαθὴς ἰδεῖν·
οὔτ᾽ ὀμμάτων γὰρ δῆλος ἦν κατάστασις
οὔτ᾽ εὐφυὲς πρόσωπον, αἷμα δ᾽ ἐξ ἄκρου
ἔσταζε κρατὸς συμπεφυρμένον πυρί,
1200 σάρκες δ᾽ ἀπ᾽ ὀστέων ὥστε πεύκινον δάκρυ
γνάθοις ἀδήλοις φαρμάκων ἀπέρρεον,
δεινὸν θέαμα. πᾶσι δ᾽ ἦν φόβος θιγεῖν
νεκροῦ· τύχην γὰρ εἴχομεν διδάσκαλον.
πατὴρ δ᾽ ὁ τλήμων συμφορᾶς ἀγνωσίᾳ
1205 ἄφνω παρελθὼν δῶμα προσπίτνει νεκρῷ.
ᾤμωξε δ᾽ εὐθὺς καὶ περιπτύξας χέρας
κυνεῖ προσαυδῶν τοιάδ᾽· Ὦ δύστηνε παῖ,
τίς σ᾽ ὧδ᾽ ἀτίμως δαιμόνων ἀπώλεσεν;
τίς τὸν γέροντα τύμβον ὀρφανὸν σέθεν
1210 τίθησιν; οἴμοι, συνθάνοιμί σοι, τέκνον.
ἐπεὶ δὲ θρήνων καὶ γόων ἐπαύσατο,
χρῄζων γεραιὸν ἐξαναστῆσαι δέμας
προσείχεθ᾽ ὥστε κισσὸς ἔρνεσιν δάφνης
λεπτοῖσι πέπλοις, δεινὰ δ᾽ ἦν παλαίσματα.
1215 ὁ μὲν γὰρ ἤθελ᾽ ἐξαναστῆσαι γόνυ,
ἡ δ᾽ ἀντελάζυτ᾽· εἰ δὲ πρὸς βίαν ἄγοι,
σάρκας γεραιὰς ἐσπάρασσ᾽ ἀπ᾽ ὀστέων.
χρόνῳ δ᾽ ἀπέσβη καὶ μεθῆχ᾽ ὁ δύσμορος
ψυχήν· κακοῦ γὰρ οὐκέτ᾽ ἦν ὑπέρτερος.
1220 κεῖνται δὲ νεκροὶ παῖς τε καὶ γέρων πατήρ
πέλας, †ποθεινὴ δακρύοισι συμφορά†.
καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου·
γνώσῃ γὰρ αὐτὴ ζημίας ἐπιστροφήν.
τὰ θνητὰ δ᾽ οὐ νῦν πρῶτον ἡγοῦμαι σκιάν,
1225 οὐδ᾽ ἂν τρέσας εἴποιμι τοὺς σοφοὺς βροτῶν
δοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγων
τούτους μεγίστην μωρίαν ὀφλισκάνειν.
θνητῶν γὰρ οὐδείς ἐστιν εὐδαίμων ἀνήρ·
ὄλβου δ᾽ ἐπιρρυέντος εὐτυχέστερος
1230 ἄλλου γένοιτ᾽ ἂν ἄλλος, εὐδαίμων δ᾽ ἂν οὔ.
καὶ δὴ δέδορκα τόνδε τῶν Ἰάσονος
στείχοντ᾽ ὀπαδῶν· πνεῦμα δ᾽ ἠρεθισμένον
1120 δείκνυσιν ὥς τι καινὸν ἀγγελεῖ κακόν.
ΑΓΓΕΛΟΣ
[ὦ δεινὸν ἔργον παρανόμως εἰργασμένη,]
Μήδεια, φεῦγε φεῦγε, μήτε ναΐαν
λιποῦσ᾽ ἀπήνην μήτ᾽ ὄχον πεδοστιβῆ.
ΜΗ. τί δ᾽ ἄξιόν μοι τῆσδε τυγχάνει φυγῆς;
1125 ΑΓ. ὄλωλεν ἡ τύραννος ἀρτίως κόρη
Κρέων θ᾽ ὁ φύσας φαρμάκων τῶν σῶν ὕπο.
ΜΗ. κάλλιστον εἶπας μῦθον, ἐν δ᾽ εὐεργέταις
τὸ λοιπὸν ἤδη καὶ φίλοις ἐμοῖς ἔσῃ.
ΑΓ. τί φῄς; φρονεῖς μὲν ὀρθὰ κοὐ μαίνῃ, γύναι,
1130 ἥτις, τυράννων ἑστίαν ᾐκισμένη,
χαίρεις κλύουσα κοὐ φοβῇ τὰ τοιάδε;
ΜΗ. ἔχω τι κἀγὼ τοῖσι σοῖς ἐναντίον
λόγοισιν εἰπεῖν. ἀλλὰ μὴ σπέρχου, φίλος,
λέξον δέ· πῶς ὤλοντο; δὶς τόσον γὰρ ἂν
1135 τέρψειας ἡμᾶς, εἰ τεθνᾶσι παγκάκως.
ΑΓ. ἐπεὶ τέκνων σῶν ἦλθε δίπτυχος γονὴ
σὺν πατρὶ καὶ παρῆλθε νυμφικοὺς δόμους,
ἥσθημεν οἵπερ σοῖς ἐκάμνομεν κακοῖς
δμῶες· δι᾽ ὤτων δ᾽ εὐθὺς ἦν πολὺς λόγος
1140 σὲ καὶ πόσιν σὸν νεῖκος ἐσπεῖσθαι τὸ πρίν.
κυνεῖ δ᾽ ὁ μέν τις χεῖρ᾽, ὁ δὲ ξανθὸν κάρα
παίδων· ἐγὼ δὲ καὐτὸς ἡδονῆς ὕπο
στέγας γυναικῶν σὺν τέκνοις ἅμ᾽ ἑσπόμην.
δέσποινα δ᾽ ἣν νῦν ἀντὶ σοῦ θαυμάζομεν,
1145 πρὶν μὲν τέκνων σῶν εἰσιδεῖν ξυνωρίδα,
πρόθυμον εἶχ᾽ ὀφθαλμὸν εἰς Ἰάσονα·
ἔπειτα μέντοι προυκαλύψατ᾽ ὄμματα
λευκήν τ᾽ ἀπέστρεψ᾽ ἔμπαλιν παρηίδα,
παίδων μυσαχθεῖσ᾽ εἰσόδους. πόσις δὲ σὸς
1150 ὀργάς τ᾽ ἀφῄρει καὶ χόλον νεάνιδος,
λέγων τάδ᾽· Οὐ μὴ δυσμενὴς ἔσῃ φίλοις,
παύσῃ δὲ θυμοῦ καὶ πάλιν στρέψεις κάρα,
φίλους νομίζουσ᾽ οὕσπερ ἂν πόσις σέθεν,
δέξῃ δὲ δῶρα καὶ παραιτήσῃ πατρὸς
1155 φυγὰς ἀφεῖναι παισὶ τοῖσδ᾽ ἐμὴν χάριν;
ἡ δ᾽, ὡς ἐσεῖδε κόσμον, οὐκ ἠνέσχετο,
ἀλλ᾽ ᾔνεσ᾽ ἀνδρὶ πάντα, καὶ πρὶν ἐκ δόμων
μακρὰν ἀπεῖναι πατέρα καὶ παῖδας σέθεν
λαβοῦσα πέπλους ποικίλους ἠμπέσχετο,
1160 χρυσοῦν τε θεῖσα στέφανον ἀμφὶ βοστρύχοις
λαμπρῷ κατόπτρῳ σχηματίζεται κόμην,
ἄψυχον εἰκὼ προσγελῶσα σώματος.
κἄπειτ᾽ ἀναστᾶσ᾽ ἐκ θρόνων διέρχεται
στέγας, ἁβρὸν βαίνουσα παλλεύκῳ ποδί,
1165 δώροις ὑπερχαίρουσα, πολλὰ πολλάκις
τένοντ᾽ ἐς ὀρθὸν ὄμμασι σκοπουμένη.
τοὐνθένδε μέντοι δεινὸν ἦν θέαμ᾽ ἰδεῖν·
χροιὰν γὰρ ἀλλάξασα λεχρία πάλιν
χωρεῖ τρέμουσα κῶλα καὶ μόλις φθάνει
1170 θρόνοισιν ἐμπεσοῦσα μὴ χαμαὶ πεσεῖν.
καί τις γεραιὰ προσπόλων, δόξασά που
ἢ Πανὸς ὀργὰς ἤ τινος θεῶν μολεῖν,
ἀνωλόλυξε, πρίν γ᾽ ὁρᾷ διὰ στόμα
χωροῦντα λευκὸν ἀφρόν, ὀμμάτων τ᾽ ἄπο
1175 κόρας στρέφουσαν, αἷμά τ᾽ οὐκ ἐνὸν χροΐ·
εἶτ᾽ ἀντίμολπον ἧκεν ὀλολυγῆς μέγαν
κωκυτόν. εὐθὺς δ᾽ ἡ μὲν ἐς πατρὸς δόμους
ὥρμησεν, ἡ δὲ πρὸς τὸν ἀρτίως πόσιν,
φράσουσα νύμφης συμφοράν· ἅπασα δὲ
1180 στέγη πυκνοῖσιν ἐκτύπει δραμήμασιν.
ἤδη δ᾽ ἀνελθὼν κῶλον ἕκπλεθρον δρόμου
ταχὺς βαδιστὴς τερμόνων ἂν ἥπτετο·
ἡ δ᾽ ἐξ ἀναύδου καὶ μύσαντος ὄμματος
δεινὸν στενάξασ᾽ ἡ τάλαιν᾽ ἠγείρετο.
1185 διπλοῦν γὰρ αὐτῇ πῆμ᾽ ἐπεστρατεύετο·
χρυσοῦς μὲν ἀμφὶ κρατὶ κείμενος πλόκος
θαυμαστὸν ἵει νᾶμα παμφάγου πυρός,
πέπλοι δὲ λεπτοί, σῶν τέκνων δωρήματα,
λευκὴν ἔδαπτον σάρκα τῆς δυσδαίμονος.
1190 φεύγει δ᾽ ἀναστᾶσ᾽ ἐκ θρόνων πυρουμένη,
σείουσα χαίτην κρᾶτά τ᾽ ἄλλοτ᾽ ἄλλοσε,
ῥῖψαι θέλουσα στέφανον· ἀλλ᾽ ἀραρότως
σύνδεσμα χρυσὸς εἶχε, πῦρ δ᾽, ἐπεὶ κόμην
ἔσεισε, μᾶλλον δὶς τόσως ἐλάμπετο.
1195 πίτνει δ᾽ ἐς οὖδας συμφορᾷ νικωμένη,
πλὴν τῷ τεκόντι κάρτα δυσμαθὴς ἰδεῖν·
οὔτ᾽ ὀμμάτων γὰρ δῆλος ἦν κατάστασις
οὔτ᾽ εὐφυὲς πρόσωπον, αἷμα δ᾽ ἐξ ἄκρου
ἔσταζε κρατὸς συμπεφυρμένον πυρί,
1200 σάρκες δ᾽ ἀπ᾽ ὀστέων ὥστε πεύκινον δάκρυ
γνάθοις ἀδήλοις φαρμάκων ἀπέρρεον,
δεινὸν θέαμα. πᾶσι δ᾽ ἦν φόβος θιγεῖν
νεκροῦ· τύχην γὰρ εἴχομεν διδάσκαλον.
πατὴρ δ᾽ ὁ τλήμων συμφορᾶς ἀγνωσίᾳ
1205 ἄφνω παρελθὼν δῶμα προσπίτνει νεκρῷ.
ᾤμωξε δ᾽ εὐθὺς καὶ περιπτύξας χέρας
κυνεῖ προσαυδῶν τοιάδ᾽· Ὦ δύστηνε παῖ,
τίς σ᾽ ὧδ᾽ ἀτίμως δαιμόνων ἀπώλεσεν;
τίς τὸν γέροντα τύμβον ὀρφανὸν σέθεν
1210 τίθησιν; οἴμοι, συνθάνοιμί σοι, τέκνον.
ἐπεὶ δὲ θρήνων καὶ γόων ἐπαύσατο,
χρῄζων γεραιὸν ἐξαναστῆσαι δέμας
προσείχεθ᾽ ὥστε κισσὸς ἔρνεσιν δάφνης
λεπτοῖσι πέπλοις, δεινὰ δ᾽ ἦν παλαίσματα.
1215 ὁ μὲν γὰρ ἤθελ᾽ ἐξαναστῆσαι γόνυ,
ἡ δ᾽ ἀντελάζυτ᾽· εἰ δὲ πρὸς βίαν ἄγοι,
σάρκας γεραιὰς ἐσπάρασσ᾽ ἀπ᾽ ὀστέων.
χρόνῳ δ᾽ ἀπέσβη καὶ μεθῆχ᾽ ὁ δύσμορος
ψυχήν· κακοῦ γὰρ οὐκέτ᾽ ἦν ὑπέρτερος.
1220 κεῖνται δὲ νεκροὶ παῖς τε καὶ γέρων πατήρ
πέλας, †ποθεινὴ δακρύοισι συμφορά†.
καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου·
γνώσῃ γὰρ αὐτὴ ζημίας ἐπιστροφήν.
τὰ θνητὰ δ᾽ οὐ νῦν πρῶτον ἡγοῦμαι σκιάν,
1225 οὐδ᾽ ἂν τρέσας εἴποιμι τοὺς σοφοὺς βροτῶν
δοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγων
τούτους μεγίστην μωρίαν ὀφλισκάνειν.
θνητῶν γὰρ οὐδείς ἐστιν εὐδαίμων ἀνήρ·
ὄλβου δ᾽ ἐπιρρυέντος εὐτυχέστερος
1230 ἄλλου γένοιτ᾽ ἂν ἄλλος, εὐδαίμων δ᾽ ἂν οὔ.
***
ΜΗ. Ώρα τώρα, φίλες, αδημονώ για την έκβαση,προσμένω να μάθω τί τροπή θα πάρουν τα εκεί.
Όμως δες, καταφθάνει, βλέπω, ένας ακόλουθος του Ιάσονα.
Η ερεθισμένη ανάσα του φανερώνει
1120 ότι καινούργιο κακό θ᾽ αναγγείλει.
(Από την ίδια πάροδο, από την οποία εισήλθαν νωρίτερα
ο Κρέων και ο Ιάσων εισέρχεται ο Άγγελος.)
ΑΓΓΕΛΟΣ
[Ω εσύ που απάνθρωπα έπραξες την πράξη την τρομερή,]
φύγε φύγε, Μήδεια, φύγε από στεριά, φύγε από θάλασσα.
ΜΗ. Τί έχω κάνει για να φύγω έτσι που λες;
1125 ΑΓ. Μόλις έσβησε η κόρη του δυνάστη και ο Κρέων,
ο πατέρας της, από το δικό σου το φαρμάκι.
ΜΗ. Το ωραιότερο νέο που άκουσα. Από σήμερα
συγκαταλέγεσαι ήδη στους ευεργέτες και στους φίλους μου.
ΑΓ. Τί λες; Έχεις τα λογικά σου, γυναίκα; Δεν παραλογίζεσαι;
1130 Σκόρπισες τη φρίκη στο παλάτι
και χαίρεσαι όταν το ακούς; Δεν φοβάσαι;
ΜΗ. Στα όσα είπες βέβαια θα είχα ν᾽ αντιτάξω κάτι και εγώ.
Όμως μη βιάζεσαι, φίλε. Πες μου: Πώς πέθαναν;
Γιατί θα λάβω τέρψη διπλή,
1135 αν ήτανε μαρτυρικός ο θάνατός τους.
ΑΓ. Όταν ήρθαν τα δυο σου αγόρια με τον πατέρα τους
και μπήκανε στα δώματα τα νυφικά,
οι δούλοι που υποφέραμε για το κακό που σε είχε βρει
χαρήκαμε. Ευθύς ακούστηκε και ξανακούστηκε πάλι και πάλι
1140 ότι εσύ και ο άντρας σου τερματίσατε την παλαιά διαμάχη.
Ένας από μας φιλάει το χέρι των παιδιών,
ένας άλλος το ξανθό κεφάλι.
Εγώ, από τη χαρά μου, ακολούθησα και ο ίδιος τα παιδιά
στις κάμαρες των γυναικών.
Η δέσποινα που τώρα τιμάμε αντί για σένα,
1145 προτού αντικρίσει τα δυο σου παιδιά,
δεν χόρταινε να κοιτάζει τον Ιάσονα.
Τότε όμως κάλυψε τα μάτια της
και έστρεψε από την άλλη το λευκό της πρόσωπο,
αηδιασμένη που είχαν έρθει τα παιδιά.
1150 Ο άντρας σου επράυνε την οργή και το μένος της κόρης
λέγοντάς της: «Μη νιώθεις έχθρα γι᾽ αυτούς που αγαπώ.
Άφησε τον θυμό και στρέψε κατά δω το πρόσωπό σου.
Θεώρησε φίλους τους φίλους του άντρα σου.
Δέξου τα δώρα και παρακάλεσε τον πατέρα σου
1155 να χαρίσει στα παιδιά την εξορία για χάρη μου.»
Εκείνη, όταν είδε τη χλιδή, δεν άντεξε
και υποσχέθηκε στον άντρα της τα πάντα.
Προτού ακόμα τα παιδιά και ο πατέρας ξεμακρύνουν,
πήρε τον ολοκέντητο πέπλο και τον φόρεσε.
1160 Έστεψε με το χρυσό στεφάνι τους βοστρύχους
και χτένιζε την κόμη κοιτάζοντας στον λαμπερό καθρέφτη,
ενώ εγέλαγε στο άψυχο είδωλο του σώματός της.
Ύστερα σηκώνεται από τον θρόνο
και περπατάει ώς την άλλη άκρη του σπιτιού.
Βαδίζει όλο χάρη με πάλλευκο πόδι.
1165 Η χαρά της για τα δώρα δεν γνωρίζει όριο.
Πάλι και πάλι φέρνει το βλέμμα της
στον ορθωμένο τένοντα της φτέρνας
και κοιτάζεται. Όμως αυτό που ήρθε μετά
ήτανε θέαμα φριχτό για τα μάτια των ανθρώπων.
Αλλάζει άξαφνα χρώμα, γυρίζει πίσω,
παραπατά, τα πόδια της τρέμουν,
1170 μόλις που προφταίνει να σωριαστεί στον θρόνο
και να μην πέσει χάμω.
Μια γριά δούλα, που νόμισε ίσως
ότι ξέσπασε απάνω της η οργή του Πάνα
ή κάποιου άλλου θεού, ανέπεμψε ευλαβικό αλαλαγμό.
Όταν όμως είδε να βγαίνει από το στόμα της άσπρος αφρός,
1175 να γυρίζουν οι κόρες των ματιών και το αίμα της να έχει χαθεί,
αλλάζει σκοπό και ο ευλαβικός αλαλαγμός
έγινε τότε σπαρακτικός ολολυγμός.
Μια δούλα τρέχει γρήγορα στο σπίτι του πατέρα της κόρης,
μια άλλη στον νεόνυμφο άντρα της,
να του μιλήσει για τη συμφορά της νύφης.
1180 Το σπίτι ολόκληρο αντηχούσε καθώς ετρέχανε και ξανατρέχαν.
Πόσο θέλει ένας γρήγορος δρομέας για να διατρέξει ένα στάδιο;
Τόσο χρειάστηκε κι αυτή· εκεί που είχε μείνει άλαλη
και με τα μάτια της κλειστά, εβόγκηξε με σπαραγμό η δύστυχη,
1185 και θέλησε να εγερθεί. Γιατί διπλό κακό τη χτύπαγε.
Από το χρυσό στεφάνι, που έμενε φορεμένο στο κεφάλι της,
ξεχύνονταν αλλόκοτες ροές αχόρταγης φωτιάς,
και ο λεπτός πέπλος, το δώρο των παιδιών σου,
κατέτρωγε τη λευκή σάρκα της δύσμοιρης.
1190 Σηκώνεται από τον θρόνο φλεγόμενη, τρέχει,
τινάζει δώθε κείθε τη χαίτη και το κεφάλι,
θέλει να απαλλαγεί από το στεφάνι. Όμως το χρυσάφι
μένει κολλημένο γερά, και η φωτιά, όταν ετίναξε την κόμη,
λαμπάδιασε με τόση κι άλλη τόση δύναμη.
1195 Νικημένη από τη συμφορά σωριάζεται χάμω. Κανείς,
πάρεξ εκείνος που τη γέννησε, δεν θα τη γνώριζε, αν την έβλεπε.
Τα μάτια της δεν είχαν πια το βλέμμα που είχαν άλλοτε,
το ωραίο πρόσωπο δεν υπήρχε. Από την κορυφή της κεφαλής
έσταζε αίμα που είχε γίνει ένα με τη φωτιά.
1200 Οι σάρκες της, καθώς τις έτρωγε το φαρμάκι με αόρατα σαγόνια,
έλιωναν και κύλαγαν από τα κόκαλα όπως το δάκρυ του πεύκου
— ήταν ένα θέαμα φριχτό. Είχαμε μείνει όλοι φοβισμένοι,
κανείς δεν άγγιζε τη νεκρή. Το δικό της πάθημα
μας είχε γίνει μάθημα.
Όμως ο δύστυχος πατέρας της,
1205 που βρέθηκε άξαφνα στην κάμαρη
δίχως να ξέρει για τη συμφορά, πέφτει απάνω στη νεκρή.
Βογκάει, τυλίγει τα χέρια του γύρω της και τη φιλάει,
ενώ της μίλαε και της έλεγε: «Δύσμοιρη κόρη,
ποιός θεός θέλησε για σένα ένα τέλος τόσο ελεεινό;
Ποιός όρισε να ορφανέψω εγώ ο γέροντας, ο ζωντανός νεκρός;
1210 Ω, ας γινόταν, παιδί μου, να πέθαινα μαζί σου κι εγώ.»
Όταν έναν καιρό έπαψε να θρηνεί και να οδύρεται
και θέλησε να ορθώσει το γερασμένο του κορμί,
έμενε κολλημένος απάνω στον λεπτό πέπλο
όπως ο κισσός στα κλωνάρια της δάφνης.
Ακολούθησε πάλη αλλόκοτη.
1215 Εκείνος ήθελε να ορθώσει τα γόνατά του,
όμως η νεκρή, κολλημένη απάνω του, τον έσερνε κάτω.
Αν έκανε να τραβηχτεί με βία, οι γερασμένες σάρκες
ξεκόλλαγαν από τα κόκαλα. Πάλεψε, πάλεψε,
ώσπου κάποτε απόκαμε και άφησε την πνοή του
ο δύσμοιρος. Το κακό δεν μπορούσε πια να το δαμάσει.
1220 Κείτονται τώρα νεκροί, κόρη και πατέρας πλάι πλάι,
μια συμφορά που ξυπνάει πόθο δακρύων.
Το τί πάει να πει αυτό για σένα το προσπερνώ
— θα ζήσεις άλλωστε απάνω σου την τιμωρία που έρχεται.
Και δεν είναι τώρα η πρώτη φορά
που θεωρώ μια σκιά τα ανθρώπινα
1225 και δεν φοβάμαι να πω
ότι εκείνοι που νομίζονται σοφοί και βαθυστόχαστοι
αποδεικνύονται στο τέλος οι πιο αστόχαστοι.
Γιατί δεν υπάρχει άνθρωπος ευδαίμων.
Όταν ρέει για κάποιον ο πλούτος, αυτός
1230 είναι, αν θες, πιο τυχερός από έναν άλλο,
δεν είναι όμως ευδαίμων.
(Ο Άγγελος εξέρχεται από την ίδια πάροδο
από την οποία είχε εισέλθει.)
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου