Ὣς ἔφαθ᾽, οἱ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον· αἶψα δ᾽ ἔπειτα
στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης.
420 ῥωχμὸς ἔην γαίης, ᾗ χειμέριον ἀλὲν ὕδωρ
ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα·
τῇ ῥ᾽ εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων.
Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους
ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν.
425 Ἀτρεΐδης δ᾽ ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει·
«Ἀντίλοχ᾽, ἀφραδέως ἱππάζεαι· ἀλλ᾽ ἄνεχ᾽ ἵππους·
στεινωπὸς γὰρ ὁδός, τάχα δ᾽ εὐρυτέρη παρελάσσαι·
μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας.»
Ὣς ἔφατ᾽, Ἀντίλοχος δ᾽ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε
430 κέντρῳ ἐπισπέρχων, ὡς οὐκ ἀΐοντι ἐοικώς.
ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται,
ὅν τ᾽ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης,
τόσσον ἐπιδραμέτην· αἱ δ᾽ ἠρώησαν ὀπίσσω
Ἀτρεΐδεω· αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν,
435 μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι,
δίφρους τ᾽ ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δ᾽ αὐτοὶ
ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης.
τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος·
«Ἀντίλοχ᾽, οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος·
440 ἔρρ᾽, ἐπεὶ οὔ σ᾽ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί.
ἀλλ᾽ οὐ μὰν οὐδ᾽ ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον.»
Ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·
«μή μοι ἐρύκεσθον μηδ᾽ ἕστατον ἀχνυμένω κῆρ.
φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα
445 ἢ ὑμῖν· ἄμφω γὰρ ἀτέμβονται νεότητος.»
Ὣς ἔφαθ᾽, οἱ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο.
Ἀργεῖοι δ᾽ ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο
ἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο.
450 πρῶτος δ᾽ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθ᾽ ἵππους·
ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ·
τοῖο δ᾽ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας
ἔγνω, φράσσατο δ᾽ ἵππον ἀριπρεπέα προὔχοντα,
ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ
455 λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη.
στῆ δ᾽ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
«ὦ φίλοι, Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες,
οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς;
ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι,
460 ἄλλος δ᾽ ἡνίοχος ἰνδάλλεται· αἱ δέ που αὐτοῦ
ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν·
ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας,
νῦν δ᾽ οὔ πῃ δύναμαι ἰδέειν, πάντῃ δέ μοι ὄσσε
Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι·
465 ἠὲ τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη
εὖ σχεθέειν περὶ τέρμα, καὶ οὐκ ἐτύχησεν ἑλίξας·
ἔνθα μιν ἐκπεσέειν ὀΐω σύν θ᾽ ἅρματα ἆξαι,
αἱ δ᾽ ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν.
ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν· οὐ γὰρ ἔγωγε
470 εὖ διαγιγνώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρ
Αἰτωλὸς γενεήν, μετὰ δ᾽ Ἀργείοισιν ἀνάσσει,
Τυδέος ἱπποδάμου υἱός, κρατερὸς Διομήδης.»
Τὸν δ᾽ αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας·
«Ἰδομενεῦ, τί πάρος λαβρεύεαι; αἱ δ᾽ ἔτ᾽ ἄνευθεν
475 ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται.
οὔτε νεώτατός ἐσσι μετ᾽ Ἀργείοισι τοσοῦτον,
οὔτε τοι ὀξύτατον κεφαλῆς ἒκ δέρκεται ὄσσε·
ἀλλ᾽ αἰεὶ μύθοις λαβρεύεαι· οὐδέ τί σε χρὴ
λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι.
480 ἵπποι δ᾽ αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ,
Εὐμήλου, ἐν δ᾽ αὐτὸς ἔχων εὔληρα βέβηκε.»

***
Κι εκείνοι απ᾽ τους φοβερισμούς που ακούσαν του κυρίουτο τρέξιμό τους σπούδαξαν ώσπου σ᾽ ολίγην ώραν
του κοίλου δρόμου το στενό του Αντιλόχου εφάνη·
420 είχεν ο δρόμος σχίσμα γης που μαζευμένα εκάμαν
τα χειμωνιάτικα νερά κι εβύθισεν ο τόπος.
Εκεί με φόβον μη συμβεί σμίξις τροχών τραβούσε
ο Ατρείδης· τότ᾽ ο Αντίλοχος έξω του δρόμου στρέφει
τους ίππους, γέρνει πλαγινά και ορμά να τον προφθάσει.
425 «Ανόητε», του εφώναξεν ο Ατρείδης φοβισμένος,
«πώς κυβερνάς; Τους ίππους σου κράτησε, κι είναι ο δρόμος
στενός, παρέκει στο πλατύ, θαρρώ, θα προσπεράσεις,
μην αφανίσεις και τους δυο κτυπώντας με τ᾽ αμάξι».
Αλλά ωσάν τα λόγια του ποσώς να μη ᾽χε ακούσει
430 ο Αντίλοχος σφοδρότερα τους ίππους εκεντούσε.
Και όσην ο δίσκος έχει ορμήν ριγμένος από χέρι
ανδρός, που όλην την δύναμιν της νιότης δοκιμάζει,
τόσο διασκέλισαν και αυτοί· κι εκείνοι του Ατρείδη
τα οπίσω εκάμαν, ότι αυτός ηθέλησε κι εμείναν,
435 μήπως συμπλέξουν και τα δυο ζευγάρια μες στον δρόμον
και τα καλόπλεκτα θρονιά γυρίσουν άνω κάτω
κι οι ίδιοι χάμου κυλισθούν ζηλεύοντας την νίκην.
Τότε ο ξανθός Μενέλαος τον αποπήρε κι είπε:
«Αντίλοχε, και ποιος θνητός ολέθριος είναι, ως είσαι;
440 Εσφάλαμε οπού δίκαιον σ᾽ ελέγαμε, ω χαμένε·
αλλ᾽ όμως πρώτα θα ορκισθείς πριν πάρεις το βραβείον».
Είπε· κατόπι εφώναξε στα δυνατά πουλάρια.
«Μη μου σταθείτε ακίνητοι και καταπικραμένοι
εκείνων θενά κουρασθούν τα γόνατα και οι φτέρνες
445 πριν από σας· ότι και οι δυο τα νιάτα πλια δεν έχουν».
Και τότ᾽ εκείνα απ᾽ την βοήν που ακούσαν του κυρίου
όρμησαν και δεν άργησαν τους άλλους να προφθάσουν.
Στον κύκλον κει καθήμενοι θωρούσαν οι Αργείοι
τους ίππους που μ᾽ ακράτητην ορμήν τετραποδίζαν.
450 Πρώτος ο άρχος των Κρητών, Ιδομενεύς, τους ίππους
ενόησε, ως εκάθουνταν ψηλά του κύκλου απ᾽ έξω·
και ως άκουσεν από μακριά βοήν του κυβερνήτη
ξεχώρισε περήφανο πουλάρι να προβαίνει
που ᾽χε την τρίχα ολόξανθην και μόνον έν᾽ ασπράδι
455 ωσάν φεγγάρι στρογγυλό, στο μέτωπο εφαινόνταν.
Τότ᾽ εσηκώθη και άρχισε να λέγει στους Αργείους:
«Ω των Αργείων αρχηγοί, καλοί μου πολεμάρχοι,
τάχα εγώ μόνος ή και σεις βλέπετ᾽ εκεί τους ίππους;
Άλλοι απ᾽ αυτούς που επρότρεχαν μου εφαίνονταν και άλλος
460 φαντάζει ο κυβερνήτης των· και κάπου εμποδισθήκαν
αυτές που εκεί εκέρδισαν στον δρόμον οι φοράδες.
Πρώτα στο τέρμα ολόγυρα τες έβλεπα να τρέχουν,
τώρα απ᾽ εμπρός μου χάθηκαν, αν και παντού γυρίζω
τα μάτια μου να τες ιδώ στο Τρωικό πεδίον.
465 Ή θα του εφύγαν τα λουριά και δεν μπορούσε πλέον
να τες κρατήσει στρέφοντας το τέρμα ο κυβερνήτης.
Εκεί, θαρρώ, θα ᾽πεσε αυτός και θα ᾽σπασε τ᾽ αμάξι
και ξαγριωμένες σκίρτησαν κι εφύγαν οι φοράδες·
ορθοί κοιτάζετε και σεις· ίσως καλά δεν βλέπω
470 εγώ, αλλά μου φαίνεται πως κείνος αυτού πέρα
είναι το γένος Αιτωλός και στ᾽ Άργος βασιλεύει,
και του Τυδέως είν᾽ υιός, ο δυνατός Διομήδης».
Και ο Αίας τον κακόβρισεν ο γρήγορος Οιλείδης:
«Ιδομενέα, φαφλατάς παράκαιρα· και πέρα
475 ανάερα σηκώνονται πετώντας οι φοράδες.
Μες στους Αργείους, ως θαρρώ, τόσο δεν είσαι νέος,
και μάτια τόσο καθαρά δεν έχ᾽ η κεφαλή σου·
πάντοτ᾽ εσύ ᾽σαι φαφλατάς, αλλ᾽ όπου ευρίσκοντ᾽ άλλοι
άνδρες καλύτεροι από σε, προς τι να φαφλατίζεις;
480 Εκείνες είναι που απ᾽ αρχής προτρέχαν οι φοράδες
του Ευμήλου και τες κυβερνά με τα λουριά στο χέρι».
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου