Κυριακή 16 Οκτωβρίου 2022

Τα φονικά του Θεού

Η παρακάτω λίστα καταγράφει όλους όσους σκότωσε ο (αγαθός και αναμάρτητος) Θεός ή όσους σκότωσαν οι προστατευόμενοί του ή όσους επέτρεψε να σκοτωθούν. Ο αριθμός των νεκρών δίνεται στο τέλος του τίτλου/σύντομης περιγραφής του φονικού μέσα σε αγκύλες.

1. Ο κατακλυσμός του Νώε [;]

καὶ ἐξήλειψε πᾶν τὸ ἀνάστημα, ὃ ἦν ἐπί προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἑρπετῶν καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ ἐξηλείφθησαν ἀπὸ τῆς γῆς· καὶ κατελείφθη μόνος Νῶε καὶ οἱ μετ' αὐτοῦ ἐν τῇ κιβωτῷ. • Γεν 7,23

2. Ο πόλεμος του Αβραάμ για να σώσει τον Λωτ [;]

ἀκούσας δὲ Ἅβραμ ὅτι ᾐχμαλώτευται Λὼτ ὁ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δάν. καὶ ἐπέπεσεν ἐπ' αὐτοὺς τὴν νύκτα αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβά, ἥ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ. • Γεν 14,14-15

3. Σόδομα και Γομόρρα [;]

καὶ Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμοῤῥα θεῖον, καὶ πῦρ παρὰ Κυρίου ἐξ οὐρανοῦ καὶ κατέστρεψε τὰς πόλεις ταύτας καὶ πᾶσαν τὴν περίχωρον καὶ πάντας τοὺς κατοικοῦντας ἐν ταῖς πόλεσι καὶ τὰ ἀνατέλλοντα ἐκ τῆς γῆς. • Γεν 19,24-25

4. Η σύζυγος του Λωτ [1 νεκρή]

καὶ ἐπέβλεψεν ἡ γυνὴ αὐτοῦ εἰς τὰ ὀπίσω καὶ ἐγένετο στήλη ἁλός. • Γεν 19,26

5. Ο αδερφός της Δείνας, Συμεών, σκοτώνει τον Συχέμ και τον πατέρα του, Εμμώρ [2 νεκροί]

Ἐξῆλθε δὲ Δείνα ἡ θυγάτηρ Λείας, ἣν ἔτεκε τῷ Ἰακώβ, καταμαθεῖν τὰς θυγατέρας τῶν ἐγχωρίων. καὶ εἶδεν αὐτὴν Συχὲμ ὁ υἱὸς Ἐμμὼρ ὁ Εὐαῖος, ὁ ἄρχων τῆς γῆς καὶ λαβὼν αὐτήν, ἐκοιμήθη μετ' αὐτῆς καὶ ἐταπείνωσεν αὐτήν. […] ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὅτε ἦσαν ἐν τῷ πόνῳ, ἔλαβον οἱ δύο υἱοὶ Ἰακὼβ Συμεὼν καὶ Λευὶ ἀδελφοὶ Δείνας ἕκαστος τὴν μάχαιραν αὐτοῦ καὶ εἰσῆλθον εἰς τὴν πόλιν ἀσφαλῶς καὶ ἀπέκτειναν πᾶν ἀρσενικόν· τόν τε Ἐμμὼρ καὶ Συχὲμ τὸν υἱὸν αὐτοῦ ἀπέκτειναν ἐν στόματι μαχαίρας. καὶ ἔλαβον τὴν Δείναν ἐκ τοῦ οἴκου τοῦ Συχὲμ καὶ ἐξῆλθον. […] οἱ δὲ εἶπαν· ἀλλ' ὡσεὶ πόρνῃ χρήσονται τῇ ἀδελφῇ ἡμῶν; • Γεν 34,1-31

Κύριε ὁ Θεὸς τοῦ πατρός μου Συμεών, ᾧ ἔδωκας ἐν χειρὶ ῥομφαίαν εἰς ἐκδίκησιν ἀλλογενῶν, οἳ ἔλυσαν μήτραν παρθένου εἰς μίασμα καὶ ἐγύμνωσαν μηρὸν εἰς αἰσχύνην καὶ ἐβεβήλωσαν μήτραν εἰς ὄνειδος· εἶπας γάρ, οὐχ οὕτως ἔσται· καὶ ἐποίησαν ἀνθ' ὧν ἔδωκας ἄρχοντας αὐτῶν εἰς φόνον καὶ τὴν στρωμνὴν αὐτῶν, ἣ ᾐδέσατο τὴν ἀπάτην αὐτῶν, εἰς αἷμα, καὶ ἐπάταξας δούλους ἐπὶ δυνάσταις καὶ δυνάστας ἐπὶ θρόνους αὐτῶν. • Ιδθ 9,2-3

6. Ο Ηρ επειδή έγινε «πονηρός έναντι του Κυρίου» [1 νεκρός]

ἐγένετο δὲ Ἢρ πρωτότοκος Ἰούδα πονηρὸς ἔναντι Κυρίου, καὶ ἀπέκτεινεν αὐτὸν ὁ Θεός. • Γεν 38,7

7. Ο Αυνάν επειδή δεν εκσπερμάτωνε μέσα στη γυναίκα του αδερφού του [1 νεκρός]

γνοὺς δὲ Αὐνὰν ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα, ἐγίνετο ὅταν εἰσήρχετο πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, ἐξέχεεν ἐπὶ τὴν γῆν τοῦ μὴ δοῦναι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. πονηρὸν δὲ ἐφάνη ἐναντίον τοῦ Θεοῦ, ὅτι ἐποίησε τοῦτο, καὶ ἐθανάτωσε καὶ τοῦτον. • Γεν 38,9-10

8. Επταετής (παγκόσμιος) λιμός [;]

Καὶ εἶπεν Ἰωσὴφ τῷ Φαραώ· τὸ ἐνύπνιον Φαραὼ ἕν ἐστιν· ὅσα ὁ Θεὸς ποιεῖ, ἔδειξε τῷ Φαραώ. αἱ ἑπτὰ βόες αἱ καλαὶ ἑπτὰ ἔτη ἐστί, καὶ οἱ ἑπτὰ στάχυες οἱ καλοὶ ἑπτὰ ἔτη ἐστί· τὸ ἐνύπνιον Φαραὼ ἕν ἐστι, […] καὶ ἤρξατο τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ ἔρχεσθαι, καθὰ εἶπεν Ἰωσήφ. καὶ ἐγένετο λιμὸς ἐν πάσῃ τῇ γῇ, ἐν δὲ πάσῃ τῇ γῇ Αἰγύπτου ἦσαν ἄρτοι. καὶ ἐπείνασε πᾶσα ἡ γῆ Αἰγύπτου, […] καὶ πᾶσαι αἱ χῶραι ἦλθον εἰς Αἴγυπτον ἀγοράζειν πρὸς Ἰωσήφ· ἐπεκράτησε γὰρ ὁ λιμὸς ἐν πάσῃ τῇ γῇ. • Γεν 41,25-57

9. Η πρώτη πληγή της Αιγύπτου [;]

τάδε λέγει Κύριος· ἐν τούτῳ γνώσῃ ὅτι ἐγὼ Κύριος· ἰδοὺ ἐγὼ τύπτω τῇ ράβδῳ τῇ ἐν χειρί μου ἐπὶ τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ, καὶ μεταβαλεῖ εἰς αἷμα· […] ὤρυξαν δὲ πάντες οἱ Αἰγύπτιοι κύκλῳ τοῦ ποταμοῦ ὥστε πιεῖν ὕδωρ, καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταμοῦ. [καὶ ἀνεπληρώθησαν ἑπτὰ ἡμέραι μετὰ τὸ πατάξαι Κύριον τὸν ποταμόν. • Εξ 7,17-25

ἀντὶ μὲν πηγῆς ἀεννάου ποταμοῦ αἵματι λυθρώδει ταραχθέντος εἰς ἔλεγχον νηπιοκτόνου διατάγματος, ἔδωκας αὐτοῖς δαψιλὲς ὕδωρ ἀνελπίστως, • Σοφ 11,6-7

10. Η έβδομη πληγή (χαλάζι) [;]

ἐπάταξε δὲ ἡ χάλαζα ἐν πάσῃ γῇ Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ πᾶσαν βοτάνην τὴν ἐν τῷ πεδίῳ ἐπάταξεν ἡ χάλαζα, καὶ πάντα τὰ ξύλα τὰ ἐν τοῖς πεδίοις συνέτριψεν ἡ χάλαζα· • Εξ 9,25

11. Τα πρωτότοκα παιδιά σε όλη την Αίγυπτο (και τα ζώα) [;]

Ἐγενήθη δὲ μεσούσης τῆς νυκτὸς καὶ Κύριος ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπὸ πρωτοτόκου Φαραὼ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου ἕως πρωτοτόκου τῆς αἰχμαλωτίδος τῆς ἐν τῷ λάκκῳ καὶ ἕως πρωτοτόκου παντὸς κτήνους. • Εξ 12,29

12. Αιγύπτιοι αρματηλάτες [600 νεκροί]

καὶ λαβὼν ἑξακόσια ἅρματα ἐκλεκτὰ καὶ πᾶσαν τὴν ἵππον τῶν Αἰγυπτίων καὶ τριστάτας ἐπὶ πάντων. […] καὶ ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραὼ βασιλέως Αἰγύπτου καὶ τῶν θεραπόντων αὐτοῦ, καὶ κατεδίωξεν ὀπίσω τῶν υἱῶν Ἰσραήλ· οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐξεπορεύοντο ἐν χειρὶ ὑψηλῇ. […] Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· […] καὶ ἰδοὺ ἐγὼ σκληρυνῶ τὴν καρδίαν Φαραὼ καὶ τῶν Αἰγυπτίων πάντων, καὶ εἰσελεύσονται ὀπίσω αὐτῶν· καὶ ἐνδοξασθήσομαιἐν Φαραὼ καὶ ἐν πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ ἐν τοῖς ἅρμασι καὶ ἐν τοῖς ἵπποις αὐτοῦ. […] εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν, καὶ ἀποκαταστήτω τὸ ὕδωρ καὶ ἐπικαλυψάτω τοὺς Αἰγυπτίους, ἐπί τε τὰ ἅρματα καὶ τοὺς ἀναβάτας. […] καὶ ἐπαναστραφὲν τὸ ὕδωρ ἐκάλυψε τὰ ἅρματα καὶ τοὺς ἀναβάτας καὶ πᾶσαν τὴν δύναμιν Φαραώ, τοὺς εἰσπορευομένους ὀπίσω αὐτῶν, εἰς τὴν θάλασσαν, καὶ οὐ κατελήφθη ἐξ αὐτῶν οὐδὲ εἷς. • Εξ 14,6-28

13. Αμαληκίτες [;]

καὶ ἐτρέψατο Ἰησοῦς τὸν Ἀμαλὴκ καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν φόνῳ μαχαίρας. • Εξ 17,13

14. Λευίτες επειδή χόρεψαν γυμνοί [3.000 νεκροί]

καὶ λέγει αὐτοῖς· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· θέσθε ἕκαστος τὴν ἑαυτοῦ ρομφαίαν ἐπὶ τὸν μηρὸν καὶ διέλθατε καὶ ἀνακάμψατε ἀπὸ πύλης ἐπὶ πύλην διά τῆς παρεμβολῆς καὶ ἀποκτείνατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος τὸ ἔγγιστα αὐτοῦ. καὶ ἐποίησαν οἱ υἱοὶ Λευὶ καθὰ ἐλάλησεν αὐτοῖς Μωυσῆς, καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς τρισχιλίους ἄνδρας. • Εξ 32,27-28

15. Αυτοί που έφτιαξαν το χρυσό μοσχάρι του Ααρών [;]

καὶ ἐπάταξε Κύριος τὸν λαὸν περὶ τῆς ποιήσεως τοῦ μόσχου, οὗ ἐποίησεν Ἀαρών. • Εξ 32,35

16. Οι δύο γιοι του Ααρών επειδή του προσέφεραν "ξένη φωτιά"

Καὶ λαβόντες οἱ δύο υἱοὶ Ἀαρὼν Ναδὰβ καὶ Ἀβιοὺδ ἕκαστος τὸ πυρεῖον αὐτοῦ ἐπέθηκαν ἐπ᾿ αὐτὸ πῦρ καὶ ἐπέβαλον ἐπ᾿ αὐτὸ θυμίαμα καὶ προσήνεγκαν ἔναντι Κυρίου πῦρ ἀλλότριον, ὃ οὐ προσέταξε Κύριος αὐτοῖς. καὶ ἐξῆλθε πῦρ παρὰ Κυρίου καὶ κατέφαγεν αὐτούς, καὶ ἀπέθανον ἔναντι Κυρίου. καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρών· τοῦτό ἐστιν, ὃ εἶπε Κύριος λέγων· ἐν τοῖς ἐγγίζουσί μοι ἁγιασθήσομαι καὶ ἐν πάσῃ τῇ συναγωγῇ δοξασθήσομαι. καὶ κατενύχθη Ἀαρών. • Λευ 10,1-3

17. Αυτός που είπε το όνομα του Θεού [1 νεκρός]

ὀνομάζων δὲ τὸ ὄνομα Κυρίου, θανάτῳ θανατούσθω· λίθοις λιθοβολείτω αὐτὸν πᾶσα ἡ συναγωγὴ Ἰσραήλ· […] καὶ ἐλάλησε Μωυσῆς τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἐξήγαγον τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις· καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐποίησαν καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ. • Λευ 24,10-23

18. Αυτοί που παραπονέθηκαν στον Θεό [;]

Καὶ ἦν ὁ λαὸς γογγύζων πονηρὰ ἔναντι Κυρίου, καὶ ἤκουσε Κύριος καὶ ἐθυμώθη ὀργῇ, καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ Κυρίου καὶ κατέφαγε μέρος τι τῆς παρεμβολῆς. • Αρ 11,1

19. Αυτοί που έφαγαν τα ορτύκια που έστειλε ο Θεός (για να τα φάνε) [;]

τὰ κρέα ἔτι ἦν ἐν τοῖς ὀδοῦσιν αὐτῶν πρινὴ ἐκλείπειν, καὶ Κύριος ἐθυμώθη εἰς τὸν λαόν, καὶ ἐπάταξε Κύριος τὸν λαὸν πληγὴν μεγάλην σφόδρα. καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Μνήματα τῆς ἐπιθυμίας, ὅτι ἐκεῖ ἔθαψαν τὸν λαὸν τὸν ἐπιθυμητήν. • Αρ 11,33-34

20. Ισραηλίτες κατάσκοποι [10 νεκροί]

ἐγὼ Κύριος ἐλάλησα· ᾖ μὴν οὕτω ποιήσω τῇ συναγωγῇ τῇ πονηρᾷ ταύτῃ τῇ ἐπισυνισταμένῃ ἐπ' ἐμέ· ἐν τῇ ἐρήμῳ ταύτῃ ἐξαναλωθήσονται καὶ ἐκεῖ ἀποθανοῦνται. […] καὶ ἀπέθανον οἱ ἄνθρωποι οἱ κατείπαντες πονηρὰ κατὰ τῆς γῆς ἐν τῇ πληγῇ ἔναντι Κυρίου […] καὶ κατέβη ὁ Ἀμαλὴκ καὶ ὁ Χαναναῖος ὁ ἐγκαθήμενος ἐν τῷ ὄρει ἐκείνῳ καὶ ἐτρέψαντο αὐτοὺς καὶ κατέκοψαν αὐτοὺς ἕως Ἑρμάν· καὶ ἀπεστράφησαν εἰς τὴν παρεμβολήν. • Αρ 14,35-45

21. Αυτός που μάζευε ξύλα το Σάββατο [1 νεκρός]

Καὶ ἦσαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ καὶ εὗρον ἄνδρα συλλέγοντα ξύλα τῇ ἡμέρᾳ τῶν σαββάτων. […] καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· θανάτῳ θανατούσθω ὁ ἄνθρωπος, λιθοβολήσατε αὐτὸν λίθοις πᾶσα ἡ συναγωγή. καὶ ἐξήγαγον αὐτὸν πᾶσα ἡ συναγωγὴ ἔξω τῆς παρεμβολῆς, καὶ ἐλιθοβόλησεν αὐτὸν πᾶσα ἡ συναγωγὴ λίθοις ἔξω τῆς παρεμβολῆς, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ. • Αρ 15,32-36

22. Οι Κορές, Δαθάν, Αβειρών και ολόκληρα τα σπιτικά τους [> 3 νεκροί]

καὶ ἀπέστησαν ἀπὸ τῆς σκηνῆς Κορὲ κύκλῳ· καὶ Δαθὰν καὶ Ἀβειρὼν ἐξῆλθον καὶ εἱστήκεισαν παρὰ τὰς θύρας τῶν σκηνῶν αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ ἡ ἀποσκευὴ αὐτῶν.[…] καὶ ἠνοίχθη ἡ γῆ καὶ κατέπιεν αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας μετὰ Κορὲ καὶ τὰ κτήνη αὐτῶν. • Αρ 16,27-32

23. Αυτοί που θυμιάτιζαν [250 νεκροί]

καὶ πᾶς Ἰσραὴλ οἱ κύκλῳ αὐτῶν ἔφυγον ἀπὸ τῆς φωνῆς αὐτῶν, ὅτι λέγοντες· μή ποτε καταπίῃ ἡμᾶς ἡ γῆ. καὶ πῦρ ἐξῆλθε παρὰ Κυρίου καὶ κατέφαγε τοὺς πεντήκοντα καὶ διακοσίους ἄνδρας τοὺς προσφέροντας τὸ θυμίαμα. • Αρ 16,34-35

24. Αυτοί που παραπονέθηκαν επειδή ο Θεός μόλις σκότωσε αυτούς που θυμιάτιζαν [14.700 νεκροί]

καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ θραύσει τεσσαρεσκαίδεκα χιλιάδες καὶ ἑπτακόσιοι, χωρὶς τῶν τεθνηκότων ἕνεκεν Κορέ. • Αρ 17,14

25. Αραδίτες [;]

καὶ ηὔξατο Ἰσραὴλ εὐχὴν Κυρίῳ καὶ εἶπεν· ἐάν μοι παραδῷς τὸν λαὸν τοῦτον ὑποχείριον, ἀναθεματιῶ αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ. καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς Ἰσραὴλ καὶ παρέδωκε τὸν Χανανεὶν ὑποχείριον αὐτοῦ, καὶ ἀνεθεμάτισεν αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ· καὶ ἐπεκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἀνάθεμα. • Αρ 21,2-3

26. Αυτοί που διαμαρτυρήθηκαν επειδή δεν είχαν νερό και τροφή [;]

καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν Θεὸν καὶ κατὰ Μωυσῆ λέγοντες· ἱνατί τοῦτο; ἐξήγαγες ἡμᾶς ἐξ Αἰγύπτου, ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ; ὅτι οὐκ ἔστιν ἄρτος οὐδὲ ὕδωρ, ἡ δὲ ψυχὴ ἡμῶν προσώχθισεν ἐν τῷ ἄρτῳ τῷ διακένῳ τούτῳ. καὶ ἀπέστειλε Κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας, καὶ ἔδακνον τὸν λαόν, καὶ ἀπέθανε λαὸς πολὺς τῶν υἱῶν Ἰσραήλ. • Αρ 21,5-6

27. [24.002 νεκροί ή 23.002 νεκροί]

[…] καὶ ὠργίσθη θυμῷ Κύριος τῷ Ἰσραήλ. καὶ εἶπε Κύριος τῷ Μωυσῇ· λαβὲ πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ καὶ παραδειγμάτισον αὐτοὺς Κυρίῳ κατέναντι τοῦ ἡλίου, καὶ ἀποστραφήσεται ὀργὴ θυμοῦ Κυρίου ἀπὸ Ἰσραήλ. […] καὶ ἀπεκέντησεν ἀμφοτέρους, τόν τε ἄνθρωπον τὸν Ἰσραηλίτην καὶ τὴν γυναῖκα διὰ τῆς μήτρας αὐτῆς· καὶ ἐπαύσατο ἡ πληγὴ ἀπὸ υἱῶν Ἰσραήλ. καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ πληγῇ τέσσαρες καὶ εἴκοσι χιλιάδες. • Αρ 25,1-11

μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες. • Α Κορ 10,8

28. 5 βασιλιάδες, ο Βαλαάμ, όλοι οι Μαδιανίτες (άνδρες και αγόρια) και οι μη παρθένες Μαδιανίτισσες [6 + άγνωστου πλήθους νεκροί]

Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· ἐκδίκει τὴν ἐκδίκησιν υἱῶν Ἰσραὴλ ἐκ τῶν Μαδιανιτῶν, καὶ ἔσχατον προστεθήσῃ πρὸς τὸν λαόν σου. […] καὶ παρετάξαντο ἐπὶ Μαδιάν, καθὰ ἐνετείλατο Κύριος Μωυσῇ, καὶ ἀπέκτειναν πᾶν ἀρσενικόν· καὶ τοὺς βασιλεῖς Μαδιὰν ἀπέκτειναν ἅμα τοῖς τραυματίαις αὐτῶν, καὶ τὸν Εὐὶν καὶ τὸν Ῥοκὸν καὶ τὸν Σοὺρ καὶ τὸν Οὒρ καὶ τὸν Ῥοβόκ, πέντε βασιλεῖς Μαδιάν· καὶ τὸν Βαλαὰμ υἱὸν Βεὼρ ἀπέκτειναν ἐν ῥομφαίᾳ σὺν τοῖς τραυματίαις αὐτῶν. […] καὶ νῦν ἀποκτείνατε πᾶν ἀρσενικὸν ἐν πάσῃ τῇ ἀπαρτίᾳ, πᾶσαν γυναῖκα, ἥτις ἔγνω κοίτην ἄρσενος, ἀποκτείνατε· καὶ πᾶσαν τὴν ἀπαρτίαν τῶν γυναικῶν, ἥτις οὐκ οἶδε κοίτην ἄρσενος, ζωγρήσατε αὐτάς. • Αρ 31,1-35

29. Πολεμιστές των Ισραηλιτών (επειδή τους το υποσχέθηκε) [;]

καὶ αἱ ἡμέραι, ἃς παρεπορεύθημεν ἀπὸ Κάδης Βαρνὴ ἕως οὗ παρήλθομεν τὴν φάραγγα Ζαρέτ, τριάκοντα καὶ ὀκτὼ ἔτη, ἕως οὗ διέπεσε πᾶσα γενεὰ ἀνδρῶν πολεμιστῶν ἀποθνήσκοντες ἐκ τῆς παρεμβολῆς, καθότι ὤμοσε Κύριος ὁ Θεὸς αὐτοῖς· καὶ ἡ χεὶρ τοῦ Θεοῦ ἦν ἐπ' αὐτοῖς ἐξαναλῶσαι αὐτοὺς ἐκ μέσου τῆς παρεμβολῆς, ἕως οὗ διέπεσαν. καὶ ἐγενήθη ἐπειδὴ ἔπεσαν πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἀποθνήσκοντες ἐκ μέσου τοῦ λαοῦ, • Δευτ 2,14-16

30. Οι γίγαντες Ραφαΐτες [;]

(γῆ Ῥαφαΐν λογισθήσεται· καὶ γὰρ ἐπ' αὐτῆς κατῴκουν οἱ Ῥαφαΐν τὸ πρότερον, καὶ οἱ Ἀμμανῖται ἐπονομάζουσιν αὐτοὺς Ζομζομμίν, ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ὑμῶν, ὥσπερ καὶ οἱ Ἐνακίμ, καὶ ἀπώλεσεν αὐτοὺς Κύριος πρὸ προσώπου αὐτῶν, καὶ κατεκληρονόμησαν καὶ κατῳκίσθησαν ἀντ' αὐτῶν ἕως τῆς ἡμέρας ταύτης· ὥσπερ ἐποίησαν τοῖς υἱοῖς Ἡσαῦ κατοικοῦσιν ἐν Σηείρ, ὃν τρόπον ἐξέτριψαν τὸν Χοῤῥαῖον ἀπὸ προσώπου αὐτῶν καὶ κατεκληρονόμησαν αὐτοὺς καὶ κατῳκίσθησαν ἀντ' αὐτῶν ἕως τῆς ἡμέρας ταύτης· • Δευτ 2,20-22

31. Ο Εσεβών, βασιλιάς της Σηών, και όλο τον λαό του [1 νεκρός]

καὶ ἐξῆλθε Σηὼν βασιλεὺς Ἐσεβὼν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ, εἰς πόλεμον εἰς Ἰασσά. καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς ἡμῶν πρὸ προσώπου ἡμῶν, καὶ ἐπατάξαμεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ· καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλοθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς, καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν, οὐ κατελίπομεν ζωγρείαν· • Δευτ 2,32-34

32. Ο Ωγ και το βασίλειό του [1 νεκρός και 60 πόλεις]

καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασὰν καὶ πάντα τὸν λαὸν αὐτοῦ, καὶ ἐπατάξαμεν αὐτὸν ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ σπέρμα. καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ· οὐκ ἦν πόλις, ἣν οὐκ ἐλάβομεν παρ' αὐτῶν, ἑξήκοντα πόλεις, πάντα τὰ περίχωρα Ἀργὸβ βασιλέως Ὢγ ἐν Βασάν, • Δευτ 3,6

33. Η σφαγή της Ιεριχούς [;]

καὶ ἀνεθεμάτισεν αὐτὴν Ἰησοῦς καὶ ὅσα ἦν ἐν τῇ πόλει ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικός, ἀπὸ νεανίσκου καὶ ἕως πρεσβύτου καὶ ἕως μόσχου καὶ ὑποζυγίου, ἐν στόματι ῥομφαίας. • Ναυη 6,21

34. Ο Ἄχαρ [1 νεκρός]

καὶ ἔλαβεν Ἰησοῦς τὸν Ἄχαρ υἱὸν Ζαρὰ καὶ ἀνήγαγεν αὐτὸν εἰς φάραγγα Ἀχὼρ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ τοὺς μόσχους αὐτοῦ καὶ τὰ ὑποζύγια αὐτοῦ καὶ πάντα τὰ πρόβατα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ πᾶς ὁ λαὸς μετ' αὐτοῦ· καὶ ἀνήγαγεν αὐτοὺς εἰς Ἐμεκαχώρ.καὶ εἶπεν Ἰησοῦς τῷ Ἄχαρ· τί ὠλόθρευσας ἡμᾶς; ἐξολοθρεύσαι σε Κύριος καθὰ καὶ σήμερον. καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις πᾶς Ἰσραήλ. • Ναυη 7,10-26

35. Οι κάτοικοι της Γαι [12.000 νεκροί]

Καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν· μὴ φοβηθῇς μηδὲ δειλιάσῃς, λάβε μετὰ σοῦ πάντας τοὺς ἄνδρας τοὺς πολεμιστὰς καὶ ἀναστὰς ἀνάβηθι εἰς Γαί· ἰδοὺ δέδωκα εἰς τὰς χεῖράς σου τὸν βασιλέα Γαὶ καὶ τὴν γῆν αὐτοῦ. […] καὶ Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ εἶδον ὅτι ἔλαβον τὰ ἔνεδρα τὴν πόλιν καὶ ὅτι ἀνέβη ὁ καπνὸς τῆς πόλεως εἰς τὸν οὐρανόν, καὶ μεταβαλόμενοι ἐπάταξαν τοὺς ἄνδρας τῆς Γαί. καὶ οὗτοι ἐξήλθοσαν ἐκ τῆς πόλεως εἰς συνάντησιν καὶ ἐγενήθησαν ἀνὰ μέσον τῆς παρεμβολῆς, οὗτοι ἐντεῦθεν καὶ οὗτοι ἐντεῦθεν· καὶ ἐπάταξαν αὐτοὺς ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσωσμένον καὶ διαπεφευγότα. […] καὶ ὡς ἐπαύσαντο οἱ υἱοὶ Ἰσραὴλ ἀποκτείνοντες πάντας τοὺς ἐν τῇ Γαί, τοὺς ἐν τοῖς πεδίοις καὶ ἐν τῷ ὄρει ἐπὶ τῆς καταβάσεως, οὗ κατεδίωξαν αὐτοὺς ἀπ' αὐτῆς εἰς τέλος, καὶ ἐπέστρεψεν Ἰησοῦς εἰς Γαὶ καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ῥομφαίας. καὶ ἐγενήθησαν οἱ πεσόντες ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς δώδεκα χιλιάδες, πάντας τοὺς κατοικοῦντας Γαί, […] καὶ τὸν βασιλέα τῆς Γαὶ ἐκρέμασεν ἐπὶ ξύλου διδύμου, καὶ ἦν ἐπὶ τοῦ ξύλου ἕως ἑσπέρας· • Ναυη 8,1-25

36. Αμορρίτες [;]

καὶ ἐξέστησεν αὐτοὺς Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ, καὶ συνέτριψεν αὐτοὺς Κύριος συντρίψει μεγάλῃ ἐν Γαβαών, καὶ κατεδίωξαν αὐτοὺς ὁδὸν ἀναβάσεως Ὠρωνὶν καὶ κατέκοπτον αὐτοὺς ἕως Ἀζηκὰ καὶ ἕως Μακηδά. ἐν δὲ τῷ φεύγειν αὐτοὺς ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς καταβάσεως Ὠρωνὶν καὶ Κύριος ἐπέῤῥιψεν αὐτοῖς λίθους χαλάζης ἐκ τοῦ οὐρανοῦ ἕως Ἀζηκά, καὶ ἐγένοντο πλείους οἱ ἀποθανόντες διὰ τοὺς λίθους τῆς χαλάζης ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ Ἰσραὴλ μαχαίρᾳ ἐν τῷ πολέμῳ. • Ναυη 10,10-11

37. Οι βασιλιάδες που συνασπίστηκαν κατά των Ισραηλιτών [5 νεκροί]

καὶ ἀπέκτεινεν αὐτοὺς Ἰησοῦς καὶ ἐκρέμασεν αὐτοὺς ἐπὶ πέντε ξύλων, καὶ ἦσαν κρεμάμενοι ἐπὶ τῶν ξύλων ἕως ἑσπέρας. • Ναυη 10,26

38. Ό,τι κινείται [7 νεκροί και 7 πόλεις]

Καὶ τὴν Μακηδὰ ἐλάβοσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλόθρευσαν πᾶν ἐμπνέον, ὃ ἦν ἐν αὐτῇ, καὶ οὐ κατελείφθη οὐδεὶς ἐν αὐτῇ διασεσωσμένος καὶ διαπεφευγώς· καὶ ἐποίησαν τῷ βασιλεῖ Μακηδὰ ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ἱεριχώ. καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετ' αὐτοῦ ἐκ Μακηδὰ εἰς Λεβνὰ καὶ ἐπολιόρκει Λεβνά. καὶ παρέδωκεν αὐτὴν Κύριος εἰς χεῖρας Ἰσραήλ, καὶ ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ, καὶ οὐ κατελείφθη ἐν αὐτῇ διασεσωσμένος καὶ διαπεφευγώς· καὶ ἐποίησαν τῷ βασιλεῖ αὐτῆς ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ἱεριχώ. […] καὶ παρέδωκε Κύριος τὴν Λαχὶς εἰς τὰς χεῖρας Ἰσραήλ, καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλόθρευσαν αὐτήν, ὃν τρόπον ἐποίησαν τὴν Λεβνά. τότε ἀνέβη Ἐλὰμ βασιλεὺς Γαζὲρ βοηθήσων τῇ Λαχίς, καὶ ἐπάταξεν αὐτὸν Ἰησοῦς ἐν στόματι ξίφους καὶ τὸν λαὸν αὐτοῦ ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσωσμένον καὶ διαπεφευγότα. καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετ' αὐτοῦ ἐκ Λαχὶς εἰς Ὀδολλὰμ καὶ περιεκάθισεν αὐτὴν καὶ ἐξεπολιόρκησεν αὐτήν. καὶ παρέδωκεν αὐτὴν Κύριος ἐν χειρὶ Ἰσραήλ, καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφόνευσεν αὐτὴν ἐν στόματι ξίφους, καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ ἐφόνευσαν, ὃν τρόπον ἐποίησαν τῇ Λαχίς. καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετ' αὐτοῦ εἰς Χεβρὼν καὶ περιεκάθισεν αὐτήν. καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν τὸ ἐμπνέον, ὅσα ἦν ἐν αὐτῇ, οὐκ ἦν διασεσωσμένος· ὃν τρόπον ἐποίησαν τὴν Ὀδολλάμ, ἐξωλόθρευσαν αὐτὴν καὶ ὅσα ἦν ἐν αὐτῇ. καὶ ἀπέστρεψεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ εἰς Δαβὶρ καὶ περικαθίσαντες αὐτὴν ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ τὰς κώμας αὐτῆς καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλόθρευσαν αὐτὴν καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ καὶ οὐ κατέλιπον αὐτῇ οὐδένα διασεσωσμένον· ὃν τρόπον ἐποίησαν τῇ Χεβρὼν καὶ τῷ βασιλεῖ αὐτῆς, οὕτως ἐποίησαν τῇ Δαβὶρ καὶ τῷ βασιλεῖ αὐτῆς. καὶ ἐπάταξεν Ἰησοῦς πᾶσαν τὴν γῆν τῆς ὀρεινῆς καὶ τὴν Ναγὲβ καὶ τὴν πεδινὴν καὶ τὴν Ἀσηδὼθ καὶ τοὺς βασιλεῖς αὐτῆς, οὐ κατέλιπον αὐτῶν σεσωσμένον· καὶ πᾶν ἐμπνέον ζωῆς ἐξωλόθρευσεν, ὃν τρόπον ἐνετείλατο Κύριος ὁ Θεὸς Ἰσραήλ, ἀπὸ Κάδης Βαρνῆ ἕως Γάζης, πᾶσαν τὴν Γοσὸμ ἕως τῆς Γαβαών, καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν καὶ τὴν γῆν αὐτῶν ἐπάταξεν Ἰησοῦς εἰσάπαξ, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ συνεπολέμει τῷ Ἰσραήλ. • Ναυη 10,28-42

39. Η εξολόθρευση μερικών πόλεων ακόμα [;]

καὶ παρέδωκεν αὐτοὺς Κύριος ὑποχειρίους Ἰσραήλ, καὶ κόπτοντες αὐτοὺς κατεδίωκον ἕως Σιδῶνος τῆς μεγάλης καὶ ἕως Μασερὼν καὶ ἕως τῶν πεδίων Μασσὼχ κατ' ἀνατολὰς καὶ κατέκοψαν αὐτοὺς ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν διασεσωσμένον. καὶ ἐποίησεν αὐτοῖς Ἰησοῦς ὃν τρόπον ἐνετείλατο αὐτῷ Κύριος· τοὺς ἵππους αὐτῶν ἐνευροκόπησε καὶ τὰ ἅρματα αὐτῶν ἐνέπρησε πυρί. […] καὶ ἀπέκτειναν πᾶν ἐμπνέον ἐν αὐτῇ ἐν ξίφει καὶ ἐξωλόθρευσαν πάντας, καὶ οὐ κατελείφθη ἐν αὐτῇ ἐμπνέον· καὶ τὴν Ἀσὼρ ἐνέπρησαν ἐν πυρί. καὶ πάσας τὰς πόλεις τῶν βασιλειῶν καὶ τοὺς βασιλεῖς αὐτῶν ἔλαβεν Ἰησοῦς καὶ ἀνεῖλεν αὐτοὺς ἐν στόματι ξίφους, καὶ ἐξωλόθρευσαν αὐτούς, ὃν τρόπον συνέταξε Μωυσῆς ὁ παῖς Κυρίου. • Ναυη 11,8-12

40. Οι Ενακίμ και άλλοι γίγαντες [;]

ὅτι διὰ Κυρίου ἐγένετο κατισχῦσαι αὐτῶν τὴν καρδίαν συναντᾶν εἰς πόλεμον πρὸς Ἰσραήλ, ἵνα ἐξολοθρευθῶσιν, ὅπως μὴ δοθῇ αὐτοῖς ἔλεος, ἀλλ' ἵνα ἐξολοθρευθῶσιν, ὃν τρόπον εἶπε Κύριος πρὸς Μωυσῆν. Καὶ ἦλθεν Ἰησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλόθρευσε τοὺς Ἐνακὶμ ἐκ τῆς ὀρεινῆς, ἐκ Χεβρὼν καὶ ἐκ Δαβὶρ καὶ ἐξ Ἀναβὼθ καὶ ἐκ παντὸς γένους Ἰσραὴλ καὶ ἐκ παντὸς ὄρους Ἰούδα σὺν ταῖς πόλεσιν αὐτῶν, καὶ ἐξωλόθρευσεν αὐτοὺς Ἰησοῦς. • Ναυη 11,20-21

41. Χαναναίοι και Φερεζαίοι [10.000 νεκροί]

καὶ ἀνέβη Ἰούδας, καὶ παρέδωκε Κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον εἰς τὰς χεῖρας αὐτῶν. καὶ ἔκοψαν αὐτοὺς ἐν Βεζὰκ εἰς δέκα χιλιάδας ἀνδρῶν. • Κρ 1,4

42. Η σφαγή της Ιερουσαλήμ [;]

Καὶ ἐπολέμουν υἱοὶ Ἰούδα τὴν Ἱερουσαλὴμ καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί. • Κρ 1,8

43. Χαναναίοι [;]

καὶ ἐπορεύθη Ἰούδας πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Χεβρών, καὶ ἐξῆλθε Χεβρὼν ἐξ ἐναντίας· καὶ τὸ ὄνομα ἦν Χεβρὼν τὸ πρότερον Καριαθαρβοκσεφέρ. καὶ ἐπάταξαν τὸν Σεσσὶ καὶ Ἀχιναὰν καὶ Θολμί, γεννήματα τοῦ Ἐνάκ. […] καὶ ἐπορεύθη Ἰούδας μετὰ Συμεὼν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἔκοψε τὸν Χαναναῖον τὸν κατοικοῦντα Σεφέκ· καὶ ἐξωλόθρευσεν αὐτούς, […] καὶ ἦν Κύριος μετὰ Ἰούδα […] καὶ εἶδον οἱ φυλάσσοντες, καὶ ἰδοὺ ἀνὴρ ἐξεπορεύετο ἐκ τῆς πόλεως· καὶ ἔλαβον αὐτὸν καὶ εἶπον αὐτῷ· δεῖξον ἡμῖν τῆς πόλεως τὴν εἴσοδον, καὶ ποιήσομεν μετὰ σοῦ ἔλεος. καὶ ἔδειξεν αὐτοῖς τὴν εἴσοδον τῆς πόλεως, καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας, τὸν δὲ ἄνδρα καὶ τὴν συγγένειαν αὐτοῦ ἐξαπέστειλαν. • Κρ 1,9-25

44. Ο Χουσαρσαθαίμ, βασιλιάς της Συρίας, και Ισραηλίτες [1 νεκρός + άγνωστο πλήθος]

Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πονηρὸν ἐναντίον Κυρίου καὶ ἐπελάθοντο Κυρίου τοῦ Θεοῦ αὐτῶν καὶ ἐλάτρευσαν τοῖς Βααλὶμ καὶ τοῖς ἄλσεσι. καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραὴλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Χουσαρσαθαὶμ βασιλέως Συρίας ποταμῶν. καὶ ἐδούλευσαν οἱ υἱοὶ Ἰσραὴλ τῷ Χουσαρσαθαὶμ ἔτη ὀκτώ. […] καὶ παρέδωκε Κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαθαὶμ βασιλέα Συρίας ποταμῶν, καὶ ἐκραταιώθη χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαθαίμ. • Κρ 3,7-10

45. Ο Εγλώμ, βασιλιάς των Μωαβιτών [1 νεκρός]

καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον· καὶ ἤγειρεν αὐτοῖς σωτῆρα τὸν Ἀὼδ υἱὸν Γηρὰ υἱὸν τοῦ Ἰεμενί, ἄνδρα ἀμφοτεροδέξιον. καὶ ἐξαπέστειλαν οἱ υἱοὶ Ἰσραὴλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ Ἐγλὼμ βασιλεῖ Μωάβ. καὶ ἐγένετο ἅμα τῷ ἀναστῆναι αὐτὸν καὶ ἐξέτεινεν Ἀὼδ τὴν χεῖρα τὴν ἀριστερὰν αὐτοῦ καὶ ἔλαβε τὴν μάχαιραν ἐπάνωθεν τοῦ μηροῦ αὐτοῦ τοῦ δεξιοῦ καὶ ἐνέπηξεν αὐτὴν ἐν τῇ κοιλίᾳ αὐτοῦ […] καὶ ἰδοὺ ὁ κύριος αὐτῶν πεπτωκὼς ἐπὶ τὴν γῆν τεθνηκώς. • Κρ 3,15-22

46. Μωαβίτες [10.000 νεκροί]

καὶ εἶπε πρὸς αὐτούς· κατάβητε ὀπίσω μου, ὅτι παρέδωκε Κύριος ὁ Θεὸς τοὺς ἐχθροὺς ἡμῶν τὴν Μωὰβ ἐν χειρὶ ἡμῶν. καὶ κατέβησαν ὀπίσω αὐτοῦ καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ Ἰορδάνου τῆς Μωάβ, καὶ οὐκ ἀφῆκεν ἄνδρα διαβῆναι. καὶ ἐνετράπη Μωὰβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ χεῖρα Ἰσραήλ, καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη, καὶ ἔκρινεν αὐτοὺς Ἀὼδ ἕως οὗ ἀπέθανε. • Κρ 3,28-29

47. Ο Σαμεγάρ σκοτώνει εξακόσιους αλλόφυλους [600 νεκροί]

Καὶ μετ' αὐτὸν ἀνέστη Σαμεγὰρ υἱὸς Δινὰχ καὶ ἐπάταξε τοὺς ἀλλοφύλους εἰς ἑξακοσίους ἄνδρας ἐν τῷ ἀροτρόποδι τῶν βοῶν· καὶ ἔσωσε καί γε αὐτὸς τὸν Ἰσραήλ. • Κρ 3,31

48. 900 άρματα και Χαναναίοι [900 + άγνωστο πλήθος]

καὶ ἐκάλεσε Σισάρα πάντα τὰ ἅρματα αὐτοῦ ἐννακόσια ἅρματα σιδηρᾶ, καὶ πάντα τὸν λαὸν τὸν μετ' αὐτοῦ ἀπὸ Ἀρισὼθ τῶν ἐθνῶν εἰς τὸν χειμάῤῥουν Κισῶν. […] καὶ ἐξέστησε Κύριος τὸν Σισάρα καὶ πάντα τὰ ἅρματα αὐτοῦ καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ ἐν στόματι ῥομφαίας ἐνώπιον Βαράκ· […] καὶ Βαρὰκ διώκων ὀπίσω τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως Ἀρισὼθ τῶν ἐθνῶν· καὶ ἔπεσε πᾶσα παρεμβολὴ Σισάρα ἐν στόματι ῥομφαίας, οὐ κατελείφθη ἕως ἑνός. • Κρ 4,13-16

49. Ο Σισάρα [1 νεκρός]

καὶ ἐξῆλθεν Ἰαὴλ εἰς συνάντησιν Σισάρα […] καὶ ἔλαβεν Ἰαὴλ γυνὴ Χαβὲρ τὸν πάσσαλον τῆς σκηνῆς καὶ ἔθηκε τὴν σφῦραν ἐν τῇ χειρὶ αὐτῆς καὶ εἰσῆλθε πρὸς αὐτὸν ἐν κρυφῇ καὶ ἔπηξε τὸν πάσσαλον ἐν τῷ κροτάφῳ αὐτοῦ, καὶ διεξῆλθεν ἐν τῇ γῇ· καὶ αὐτὸς ἐξεστὼς ἐσκοτώθη καὶ ἀπέθανε. καὶ ἰδοὺ Βαρὰκ διώκων τὸν Σισάρα, καὶ ἐξῆλθεν Ἰαὴλ εἰς συνάντησιν αὐτῷ καὶ εἶπεν αὐτῷ· δεῦρο καὶ δείξω σοι τὸν ἄνδρα, ὃν σὺ ζητεῖς. καὶ εἰσῆλθε πρὸς αὐτήν, καὶ ἰδοὺ Σισάρα ἐῤῥιμμένος νεκρὸς καὶ ὁ πάσσαλος ἐν τῷ κροτάφῳ αὐτοῦ. • Κρ 4,18-22

50. Οι Μαδιανίτες και Αμαληκίτες στρατιώτες σκοτώνουν ο καθένας τον διπλανό του [πολυάριθμοι νεκροί, όσες οι ακρίδες]

καὶ Μαδιὰμ καὶ Ἀμαλὴκ καὶ πάντες οἱ υἱοὶ ἀνατολῶν βεβλημένοι ἐν τῇ κοιλάδι ὡσεὶ ἀκρὶς εἰς πλῆθος, καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός, ἀλλ' ἦσαν ὡς ἡ ἄμμος ἡ ἐπὶ χείλους τῆς θαλάσσης εἰς πλῆθος. […] ἐσάλπισαν ἐν ταῖς τριακοσίαις κερατίναις, καὶ ἔθηκε Κύριος τὴν ῥομφαίαν ἀνδρὸς ἐν τῷ πλησίον αὐτοῦ ἐν πάσῃ τῇ παρεμβολῇ, • Κρ 7,22

51. Κάτοικοι των Σικίμων επειδή πρόδωσαν τον Αβιμελέχ [περίπου 1.000 άνδρες και γυναίκες]

καὶ ἐξαπέστειλεν ὁ Θεὸς πνεῦμα πονηρὸν ἀνὰ μέσον Ἀβιμέλεχ καὶ ἀνὰ μέσον τῶν ἀνδρῶν Σικίμων, καὶ ἠθέτησαν ἄνδρες Σικίμων ἐν τῷ οἴκῳ Ἀβιμέλεχ, […] καὶ ἐπέθηκαν ἐπὶ τὴν συνέλευσιν καὶ ἐνεπύρισαν ἐπ' αὐτοὺς τὴν συνέλευσιν ἐν πυρί, καὶ ἀπέθανον καί γε πάντες οἱ ἄνδρες πύργου Σικίμων ὡσεὶ χίλιοι ἄνδρες καὶ γυναῖκες. • Κρ 9,23-49

52. Αμμανίτες [;]

καὶ παρῆλθεν Ἰεφθάε πρὸς υἱοὺς Ἀμμὼν παρατάξασθαι πρὸς αὐτούς, καὶ παρέδωκεν αὐτοὺς Κύριος ἐν χειρὶ αὐτοῦ. καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ Ἀροὴρ ἕως ἐλθεῖν ἄχρις Ἀρνὼν ἐν ἀριθμῷ εἴκοσι πόλεις καὶ ἕως Ἐβελχαρμὶμ πληγὴν μεγάλην σφόδρα, καὶ συνεστάλησαν οἱ υἱοὶ Ἀμμὼν ἀπὸ προσώπου υἱῶν Ἰσραήλ. • Κρ 11,32-33

53. Η κόρη του Ιεφθάε [1 νεκρή]

καὶ ἐγένετο ἐν τέλει τῶν δύο μηνῶν καὶ ἐπέστρεψε πρὸς τὸν πατέρα αὐτῆς, καὶ ἐποίησεν ἐν αὐτῇ εὐχὴν αὐτοῦ, ἣν ηὔξατο· καὶ αὕτη οὐκ ἔγνω ἄνδρα. καὶ ἐγένετο εἰς πρόσταγμα ἐν Ἰσραήλ· • Κρ 11,39

54. Αυτοί που φορούσαν ρούχα που τα ήθελε ο Σαμψών [30 νεκροί]

καὶ ἥλατο ἐπ' αὐτὸν πνεῦμα Κυρίου, καὶ κατέβη εἰς Ἀσκάλωνα καὶ ἐπάταξεν ἐξ αὐτῶν τριάκοντα ἄνδρας καὶ ἔλαβε τὰ ἱμάτια αὐτῶν καὶ ἔδωκε τὰς στολὰς τοῖς ἀπαγγείλασι τὸ πρόβλημα. καὶ ὠργίσθη θυμῷ Σαμψὼν καὶ ἀνέβη εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ. • Κρ 14,19

55. Αυτοί που τους σκότωσε ο Σαμψών με ένα σαγόνι γαϊδάρου [1.000 νεκροί]

[…] καὶ ἥλατο ἐπ' αὐτὸν πνεῦμα Κυρίου, καὶ ἐγενήθη τὰ καλώδια τὰ ἐπὶ βραχίοσιν αὐτοῦ ὡσεὶ στυππίον, ὃ ἐξεκαύθη ἐν πυρί, καὶ ἐτάκησαν δεσμοὶ αὐτοῦ ἀπὸ χειρῶν αὐτοῦ. καὶ εὗρε σιαγόνα ὄνου ἐξεῤῥιμένη καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ καὶ ἔλαβεν αὐτὴν καὶ ἐπάταξεν ἐν αὐτῇ χιλίους ἄνδρας. καὶ εἶπε Σαμψών· ἐν σιαγόνι ὄνου ἐξαλείφων ἐξήλειψα αὐτούς, ὅτι ἐν τῇ σιαγόνι τοῦ ὄνου ἐπάταξα χιλίους ἄνδρας. καὶ ἐγένετο ὡς ἐπαύσατο λαλῶν, καὶ ἔῤῥιψε τὴν σιαγόνα ἐκ τῆς χειρὸς αὐτοῦ· καὶ ἐκάλεσε τὸν τόπον ἐκεῖνον Ἀναίρεσις σιαγόνος. • Κρ 15,14-17

56. Οι Φιλισταίοι που τους καταπλάκωσε ο ναός [3.000 νεκροί]

καὶ ὁ οἶκος πλήρης τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν, καὶ ἐκεῖ πάντες οἱ ἄρχοντες τῶν ἀλλοφύλων, καὶ ἐπὶ τὸ δῶμα ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ γυναῖκες οἱ θεωροῦντες ἐν παγνίαις Σαμψών. καὶ ἔκλαυσε Σαμψὼν πρὸς Κύριον, καὶ εἶπεν· Ἀδωναϊὲ Κύριε, μνήσθητι δή μου νῦν καὶ ἐνίσχυσόν με ἔτι τὸ ἅπαξ τοῦτο, Θεέ, καὶ ἀνταποδώσω ἀνταπόδοσιν μίαν περὶ τῶν δύο ὀφθαλμῶν μου τοῖς ἀλλοφύλοις. καὶ περιέλαβε Σαμψὼν τοὺς δύο κίονας τοῦ οἴκου, ἐφ' οὓς ὁ οἶκος εἱστήκει, καὶ ἐπεστηρίχθη ἐπ' αὐτοὺς καὶ ἐκράτησεν ἕνα τῇ δεξιᾷ αὐτοῦ καὶ ἕνα τῇ ἀριστερᾷ αὐτοῦ. καὶ εἶπε Σαμψών· ἀποθανέτω ψυχή μου μετὰ τῶν ἀλλοφύλων· καὶ ἐβάσταξεν ἐν ἰσχύϊ, καὶ ἔπεσεν ὁ οἶκος ἐπὶ τοὺς ἄρχοντας καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτῷ· καὶ ἦσαν οἱ τεθνηκότες, οὓς ἐθανάτωσε Σαμψὼν ἐν τῷ θανάτῳ αὐτοῦ, πλείους ἢ οὓς ἐθανάτωσεν ἐν τῇ ζωῇ αὐτοῦ. • Κρ 16,27-30

57. Βενιαμίτες [25.100 νεκροί]

καὶ ἐπάταξε Κύριος τὸν Βενιαμὶν ἐνώπιον υἱῶν Ἰσραήλ, καὶ διέφθειραν οἱ υἱοὶ Ἰσραὴλ ἐκ τοῦ Βενιαμὶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἴκοσι καὶ πέντε χιλιάδας καὶ ἑκατὸν ἄνδρας· πάντες οὗτοι εἷλκον ῥομφαίαν. • Κρ 20,35

58. Η πόλη Γαβαά [1 πόλη]

καὶ εἶδον οἱ υἱοὶ Βενιαμὶν ὅτι ἐπλήγησαν· καὶ ἔδωκεν ἀνὴρ Ἰσραὴλ τῷ Βενιαμὶν τόπον, ὅτι ἤλπισαν πρὸς τό ἔνεδρον, ὃ ἔθηκαν ἐπὶ τῇ Γαβαά. καὶ ἐν τῷ αὐτοὺς ὑποχωρῆσαι καὶ τὸ ἔνεδρον ἐκινήθη καί ἐξέτειναν ἐπὶ τὴν Γαβαά, καὶ ἐξεχύθη τὸ ἔνεδρον καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας. • Κρ 20,36-37

59. Οι άνδρες και οι μη-παρθένες γυναίκες της Ιαβίς Γαλαάδ [;]

καὶ ἀπέστειλεν ἐκεῖ ἡ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρῶν ἀπὸ υἱῶν τῆς δυνάμεως καὶ ἐνετείλατο αὐτοῖς λέγοντες· πορεύεσθε καὶ πατάξατε τοὺς οἰκοῦντας Ἰαβὶς Γαλαὰδ ἐν στόματι ῥομφαίας. καὶ τοῦτο ποιήσετε· πᾶν ἄρσεν καὶ πᾶσαν γυναῖκα εὐδυῖαν κοίτην ἄρσενος ἀναθεματιεῖτε, τὰς δὲ παρθένους περιποιήσεσθε. καὶ ἐποίησαν οὕτως. καὶ εὗρον ἀπὸ οἰκούντων Ἰαβὶς Γαλαὰδ τετρακοσίας νεάνιδας παρθένους, αἵτινες οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος, καὶ ἤνεγκαν αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλὼμ τὴν ἐν γῇ Χαναάν. • Κρ 21,10-12

60. Οι γιοι του Ηλί και Ισραηλίτες στρατιώτες [34.002 νεκροί]

Καὶ Ἡλὶ πρεσβύτης σφόδρα· καὶ ἤκουσεν ἃ ἐποίουν οἱ υἱοὶ αὐτοῦ τοῖς υἱοῖς Ἰσραήλ, καὶ εἶπεν αὐτοῖς· ἱνατί ποιεῖτε κατὰ τὸ ῥῆμα τοῦτο, ὃ ἐγὼ ἀκούω ἐκ στόματος παντὸς τοῦ λαοῦ Κυρίου; […] καὶ οὐκ ἤκουον τῆς φωνῆς τοῦ πατρὸς αὐτῶν, ὅτι βουλόμενος ἐβούλετο Κύριος διαφθεῖραι αὐτούς. καὶ τὸ παιδάριον Σαμουὴλ ἐπορεύετο καὶ ἐμεγαλύνετο καὶ ἦν ἀγαθὸν μετά Κυρίου καὶ μετὰ ἀνθρώπων. καὶ ἦλθεν ὁ ἄνθρωπος Θεοῦ πρὸς Ἡλὶ καὶ εἶπε· τάδε λέγει Κύριος· […] ἰδοὺ ἔρχονται ἡμέραι καὶ ἐξολοθρεύσω τὸ σπέρμα σου καὶ τὸ σπέρμα οἴκου πατρός σου, καὶ οὐκ ἔσται σοι πρεσβύτης ἐν οἴκῳ μου πάσας τὰς ἡμέρας· καὶ ἄνδρα οὐκ ἐξολοθρεύσω σοι ἀπὸ τοῦ θυσιαστηρίου μου ἐκλείπειν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ καταῤῥεῖν τὴν ψυχὴν αὐτοῦ, καὶ πᾶς περισσεύων οἴκου σου πεσοῦνται ἐν ῥομφαίᾳ ἀνδρῶν. καὶ τοῦτό σοι τὸ σημεῖον, ὃ ἥξει ἐπὶ τοὺς δύο υἱούς σου, Ὀφνὶ καὶ Φινεές· ἐν μιᾷ ἡμέρᾳ ἀποθανοῦνται ἀμφότεροι. […] καὶ παρατάσσονται ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ἰσραήλ· καὶ ἔκλινεν ὁ πόλεμος, καὶ ἔπταισεν ἀνὴρ Ἰσραὴλ ἐνώπιον ἀλλοφύλων, καὶ ἐπλήγησαν ἐν τῇ παρατάξει ἐν ἀγρῷ τέσσαρες χιλιάδες ἀνδρῶν. […] καὶ ἐπολέμησαν αὐτούς· καὶ πταίει ἀνὴρ Ἰσραὴλ, καὶ ἔφυγεν ἕκαστος εἰς σκήνωμα αὐτοῦ· καὶ ἐγένετο πληγή μεγάλη σφόδρα, καὶ ἔπεσον ἐξ Ἰσραὴλ τριάκοντα χιλιάδες ταγμάτων. […] καὶ κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη, καὶ ἀμφότεροι οἱ υἱοὶ Ἡλὶ ἀπέθανον, Ὀφνὶ καὶ Φινεές. • Α Βασ 2,22-Α Βασ 4,11

61. Πόλεις φιλοξενούν την κιβωτό του Θεού [άγνωστο πλήθος νεκρών και ανθρώπων με αιμορροΐδες]

Καὶ ἀλλόφυλοι ἔλαβον τὴν κιβωτὸν τοῦ Θεοῦ καὶ εἰσήνεγκαν αὐτὴν ἐξ Ἀβενέζερ εἰς Ἄζωτον. […] καὶ ἐβαρύνθη ἡ χεὶρ Κυρίου ἐπὶ Ἄζωτον, καὶ ἐπήγαγεν αὐτοῖς καὶ ἐξέζεσεν αὐτοῖς εἰς τὰς ναῦς, καὶ μέσον τῆς χώρας αὐτῆς ἀνεφύησαν μύες, καὶ ἐγένετο σύγχυσις θανάτου μεγάλη ἐν τῇ πόλει. […] καὶ μετῆλθε κιβωτὸς τοῦ Θεοῦ Ἰσραὴλ εἰς Γέθ. καὶ ἐγενήθη μετὰ τὸ μετελθεῖν αὐτὴν καὶ γίνεται χεὶρ Κυρίου τῇ πόλει, τάραχος μέγας σφόδρα, καὶ ἐπάταξε τοὺς ἄνδρας τῆς πόλεως ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν, καὶ ἐποίησαν οἱ Γεθαῖοι ἑαυτοῖς ἕδρας. καὶ ἐξαποστέλλουσι τὴν κιβωτὸν τοῦ Θεοῦ εἰς Ἀσκάλωνα. […] καὶ εἶπον· ἐξαποστείλατε τὴν κιβωτὸν τοῦ Θεοῦ Ἰσραήλ, καὶ καθισάτω εἰς τὸν τόπον αὐτῆς καὶ οὐ μὴ θανατώσῃ ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν·ὅτι ἐγενήθη σύγχυσις ἐν ὅλῃ τῇ πόλει βαρεῖα σφόδρα, ὡς εἰσῆλθε κιβωτὸς Θεοῦ Ἰσραὴλ ἐκεῖ, καὶ οἱ ζῶντες καὶ οὐκ ἀποθανόντες ἐπλήγησαν εἰς τὰς ἕδρας, καὶ ἀνέβη ἡ κραυγὴ τῆς πόλεως εἰς τὸν οὐρανόν. • Α Βασ 5,1-12

62. Αυτοί που κοίταξαν μέσα στην κιβωτό του Κυρίου [50.070 νεκροί]

Καὶ οὐκ ἠσμένισαν οἱ υἱοὶ Ἰεχονίου ἐν τοῖς ἀνδράσι Βαιθσαμύς, ὅτι εἶδον κιβωτὸν Κυρίου· καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑβδομήκοντα ἄνδρας, καὶ πεντήκοντα χιλιάδας ἀνδρῶν, καὶ ἐπένθησεν ὁ λαός, ὅτι ἐπάταξε Κύριος ἐν τῷ λαῷ πληγὴν μεγάλην σφόδρα. • Α Βασ 6,19

63. Φιλισταίοι [;]

καὶ ἦν Σαμουὴλ ἀναφέρων τὴν ὁλοκαύτωσιν, καὶ ἀλλόφυλοι προσῆγον εἰς πόλεμον ἐπὶ Ἰσραήλ. καὶ ἐβρόντησε Κύριος ἐν φωνῇ μεγάλῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τοὺς ἀλλοφύλους, καὶ συνεχύθησαν καὶ ἔπταισαν ἐνώπιον Ἰσραήλ. καὶ ἐξῆλθαν ἄνδρες Ἰσραὴλ ἐκ Μασσηφὰθ καὶ κατεδίωξαν τοὺς ἀλλοφύλους καὶ ἐπάταξαν αὐτοὺς ἕως ὑποκάτω τοῦ Βαιθχόρ. • Α Βασ 7,10-11

64. Αμμανίτες (ξανά) [;]

καὶ ἐφήλατο πνεῦμα Κυρίου ἐπὶ Σαοὺλ ὡς ἤκουσε τὰ ῥήματα ταῦτα, καὶ ἐθυμώθη ἐπ' αὐτοὺς ὀργῇ αὐτοῦ σφόδρα. […] καὶ ἐγενήθη μετὰ τὴν αὔριον καὶ ἔθετο Σαοὺλ τὸν λαὸν εἰς τρεῖς ἀρχάς, καὶ εἰσπορεύονται μέσον τῆς παρεμβολῆς ἐν φυλακῇ τῇ ἑωθινῇ καὶ ἔτυπτον τοὺς υἱοὺς Ἀμμὼν ἕως διεθερμάνθη ἡ ἡμέρα, καὶ ἐγενήθη καὶ ὑπολελειμμένοι διεσπάρησαν, καὶ οὐχ ὑπελείφθησαν ἐν αὐτοῖς δύο κατὰ τὸ αὐτό. • Α Βασ 11,6-13

65. Μεσσαβίτες [20 νεκροί]

καὶ ἀπεκρίθησαν οἱ ἄνδρες Μεσσὰβ πρὸς Ἰωνάθαν καὶ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ καὶ λέγουσιν· ἀνάβητε πρὸς ἡμᾶς, καὶ γνωριοῦμεν ὑμῖν ῥῆμα. καὶ εἶπεν Ἰωνάθαν πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ· ἀνάβηθι ὀπίσω μου, ὅτι παρέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας Ἰσραήλ. καὶ ἀνέβη Ἰωνάθαν ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ μετ' αὐτοῦ· καὶ ἐπέβλεψαν κατὰ πρόσωπον Ἰωνάθαν, καὶ ἐπάταξεν αὐτούς, καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ἐπεδίδου ὀπίσω αὐτοῦ. καὶ ἐγενήθη ἡ πληγὴ ἡ πρώτη, ἣν ἐπάταξεν Ἰωνάθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὡς εἴκοσιν ἄνδρες ἐν βολίσι καὶ ἐν πετροβόλοις καὶ ἐν κόχλαξι τοῦ πεδίου. • Α Βασ 14,12-14

66. Φιλισταίοι (ξανά) [;]

καὶ ἀνέβη Σαοὺλ καὶ πᾶς ὁ λαὸς ὁ μετ' αὐτοῦ καὶ ἔρχονται ἕως τοῦ πολέμου, καὶ ἰδοὺ ἐγένετο ῥομφαία ἀνδρὸς ἐπὶ τὸν πλησίον αὐτοῦ, σύγχυσις μεγάλη σφόδρα. • Α Βασ 14,20

67. Αμαληκίτες [;]

τάδε εἶπε Κύριος Σαβαώθ· νῦν ἐκδικήσω ἃ ἐποίησεν Ἀμαλὴκ τῷ Ἰσραήλ, ὡς ἀπήντησεν αὐτῷ ἐν τῇ ὁδῷ ἀναβαίνοντος αὐτοῦ ἐξ Αἰγύπτου· καὶ νῦν πορεύου καὶ πατάξεις τὸν Ἀμαλὴκ καὶ Ἱερὶμ καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ περιποιήσῃ ἐξ αὐτοῦ καὶ ἐξολοθρεύσεις αὐτὸν καὶ ἀναθεματιεῖς αὐτὸν καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ φείσῃ ἀπ' αὐτοῦ καὶ ἀποκτενεῖς ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ ἀπὸ μόσχου ἕως προβάτου καὶ ἀπὸ καμήλου ἕως ὄνου. […] καὶ ἐπάταξε Σαοὺλ τὸν Ἀμαλὴκ ἀπὸ Εὐιλὰτ ἕως Σοὺρ ἐπὶ προσώπου Αἰγύπτου. • Α Βασ 15,2-7

68. Ο βασιλιάς των Αμαληκιτών, Αγάγ [1 νεκρός]

καὶ εἶπε Σαμουήλ· προσαγάγετέ μοι τὸν Ἀγὰγ βασιλέα Ἀμαλήκ. καὶ προσῆλθε πρὸς αὐτὸν Ἀγὰγ τρέμων, καὶ εἶπεν Ἀγάγ· εἰ οὕτω πικρὸς ὁ θάνατος; καὶ εἶπε Σαμουὴλ πρὸς Ἀγάγ· καθότι ἠτέκνωσε γυναῖκας ἡ ῥομφαία σου, οὕτως ἀτεκνωθήσεται ἐκ γυναικῶν ἡ μήτηρ σου, καὶ ἔσφαξε Σαμουὴλ τὸν Ἀγὰγ ἐνώπιον Κυρίου ἐν Γαλγάλ. • Α Βασ 15,32-33

69. Ο Γολιάθ (διά χειρός Αριωργίμ του Βηθλεεμίτης ή του Δαβίδ) [1 νεκρός]

καὶ ἔδραμε Δαυὶδ καὶ ἐπέστη ἐπ' αὐτὸν καὶ ἔλαβε τὴν ῥομφαίαν αὐτοῦ καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἀφεῖλε τὴν κεφαλήν αὐτοῦ. καὶ εἶδον οἱ ἀλλόφυλοι ὅτι τέθνηκεν ὁ δυνατὸς αὐτῶν, καὶ ἔφυγον. • Α Βασ 17,51

καὶ ἐγένετο ὁ πόλεμος ἐν Γὸβ μετὰ τῶν ἀλλοφύλων. καὶ ἐπάταξεν Ἐλεανὰν υἱὸς Ἀριωργὶμ ὁ Βηθλεεμίτης τὸν Γολιὰθ τὸν Γεθθαῖον, καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων. • B Βασ 21,19

70. Φιλισταίοι για να τους πάρει τα πετσάκια ο Δαβίδ [100 νεκροί]

καὶ ἀνέστη Δαυὶδ καὶ ἐπορεύθη αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις ἑκατὸν ἄνδρας καὶ ἀνήνεγκε τὰς ἀκροβυστίας αὐτῶν. καὶ ἐπιγαμβρεύεται τῷ βασιλεῖ καὶ δίδωσιν αὐτῷ τὴν Μελχὸλ θυγατέρα αὐτοῦ αὐτῷ εἰς γυναῖκα. • Α Βασ 18,27

71. Φιλισταίοι (ξανά) [;]

καὶ ἐπηρώτησε Δαυὶδ διὰ τοῦ Κυρίου λέγων· εἰ πορευθῶ καὶ πατάξω τοὺς ἀλλοφύλους τούτους; καὶ εἶπε Κύριος· πορεύου καὶ πατάξεις ἐν τοῖς ἀλλοφύλοις τούτοις καὶ σώσεις τὴν Κεϊλά. […] καὶ ἐπορεύθη Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ' αὐτοῦ εἰς Κεϊλὰ καὶ ἐπολέμησε τοῖς ἀλλοφύλοις, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ, καὶ ἀπήγαγε τὰ κτήνη αὐτῶν καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ ἔσωσε Δαυὶδ τούς κατοικοῦντας Κεϊλά. • Α Βασ 23,2-5

72. Ο Νάβαλ [[1 νεκρός]

καὶ ἐγένετο ὡσεὶ δέκα ἡμέραι καὶ ἐπάταξε Κύριος τὸν Νάβαλ, καὶ ἀπέθανε. • Α Βασ 25,38

73. Γεσιρίτες και Αμαληκίτες (ξανά) [;]

καὶ ἀνέβαινε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπετίθεντο ἐπὶ πάντα τὸν Γεσιρὶ καὶ ἐπὶ τὸν Ἀμαληκίτην· καὶ ἰδοὺ ἡ γῆ κατῳκεῖτο ἀπὸ ἀνηκόντων ἡ ἀπὸ Γελαμψοὺρ τετειχισμένων καὶ ἕως γῆς Αἰγύπτου. καὶ ἔτυπτε τὴν γῆν καὶ οὐκ ἐζωογόνει ἄνδρα ἢ γυναῖκα […] καὶ ἄνδρα καὶ γυναῖκα οὐκ ἐζωογόνησα τοῦ εἰσαγαγεῖν εἰς Γὲθ λέγων· μὴ ἀναγγείλωσιν εἰς Γὲθ καθ' ἡμῶν λέγοντες· τάδε Δαυὶδ ποιεῖ, καὶ τόδε τὸ δικαίωμα αὐτοῦ πάσας τὰς ἡμέρας, ἃς ἐκάθητο Δαυὶδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων. • Α Βασ 27,8-11

74. Αμαληκίτες (ξανά) [άγνωστο πλήθος νεκρών μείον 400 παιδιά]

καὶ ἦλθεν ἐπ' αὐτοὺς Δαυὶδ καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ ἑωσφόρου ἕως δείλης καὶ τῇ ἐπαύριον, καὶ οὐκ ἐσώθη ἐξ αὐτῶν ἀνὴρ ὅτι ἀλλ' ἢ τετρακόσια παιδάρια, ἃ ἦν ἐπιβεβηκότα ἐπὶ τὰς καμήλους καὶ ἔφυγον. • Α Βασ 30,17

75. Ο Σαούλ, οι γιοι του και το σπιτικό του [4 + ;]

καὶ συνάπτουσιν οἱ ἀλλόφυλοι τῷ Σαοὺλ καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ τύπτουσιν ἀλλόφυλοι τὸν Ἰωνάθαν καὶ τὸν Ἀμιναδὰβ καὶ τὸν Μελχισᾶ υἱοὺς Σαούλ. […] καὶ ἔλαβε Σαοὺλ τὴν ῥομφαίαν καὶ ἐπέπεσεν ἐπ' αὐτήν. • Α Βασ 31,2

[…] καὶ ἔλαβε Σαοὺλ τὴν ῥομφαίαν καὶ ἐπέπεσεν ἐπ' αὐτήν. καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι ἀπέθανε Σαούλ, καὶ ἔπεσε καί γε αὐτὸς ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ καὶ ἀπέθανε. καὶ ἀπέθανε Σαοὺλ καὶ τρεῖς υἱοὶ αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ πᾶς ὁ οἶκος αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἀπέθανε. • Α Παρ 10,4-6

76. Ο αγγελιαφόρος των Αμαληκιτών [1 νεκρός]

καὶ ἐκάλεσε Δαυὶδ ἓν τῶν παιδαρίων αὐτοῦ καὶ εἶπε· προσελθὼν ἀπάντησον αὐτῷ· καὶ ἐπάταξεν αὐτόν, καὶ ἀπέθανε. • B Βασ 1,15

77. Ο Ρεκχά και ο Βαανά [2 νεκροί]

καὶ ἐνετείλατο Δαυὶδ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἀποκτείνουσιν αὐτοὺς καὶ κολοβοῦσι τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας αὐτῶν καὶ ἐκρέμασαν αὐτοὺς ἐπὶ τῆς κρήνης ἐν Χεβρών· καὶ τὴν κεφαλὴν Ἰεβοσθὲ ἔθαψαν ἐν τῷ τάφῳ Ἀβεννὴρ υἱοῦ Νήρ. • B Βασ 4,12

78. Φιλισταίοι (ξανά) [;]

καὶ ἠρώτησε Δαυὶδ διὰ Κυρίου λέγων· εἰ ἀναβῶ πρὸς τοὺς ἀλλοφύλους καὶ παραδώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπε Κύριος πρὸς Δαυίδ· ἀνάβαινε, ὅτι παραδιδοὺς παραδώσω τοὺς ἀλλοφύλους εἰς τὰς χεῖράς σου. καὶ ἦλθε Δαυὶδ ἐκ τῶν Ἐπάνω διακοπῶν καὶ ἔκοψε τοὺς ἀλλοφύλους ἐκεῖ, […] καὶ ἐποίησε Δαυὶδ καθὼς ἐνετείλατο αὐτῷ Κύριος, καὶ ἐπάταξε τοὺς ἀλλοφύλους ἀπό Γαβαὼν ἕως τῆς γῆς Γαζηρά. • B Βασ 5,19-25

79. Ο Οζά επειδή ακούμπησε την κιβωτό του Θεού [1 νεκρός]

καὶ παραγίνονται ἕως ἅλω Ναχών, καὶ ἐξέτεινεν Ὀζὰ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτὸν τοῦ Θεοῦ κατασχεῖν αὐτὴν καὶ ἐκράτησεν αὐτήν, ὅτι περιέσπασεν αὐτὴν ὁ μόσχος. καὶ ἐθυμώθη ὀργῇ Κύριος τῷ Ὀζά, καὶ ἔπαισεν αὐτὸν ἐκεῖ ὁ Θεός, καὶ ἀπέθανεν ἐκεῖ παρὰ τὴν κιβωτὸν τοῦ Κυρίου ἐνώπιον τοῦ Θεοῦ. • B Βασ 6,6-7

καὶ ἤλθοσαν ἕως τῆς ἅλωνος, καὶ ἐξέτεινεν Ὀζὰ τὴν χεῖρα αὐτοῦ τοῦ κατασχεῖν τὴν κιβωτόν, ὅτι ἐξέκλινεν αὐτὴν ὁ μόσχος. • Α Παρ 13,9

80. Οι μισοί Μωαβίτες αιχμάλωτοι [;]

καὶ ἐπάταξε Δαυὶδ τὴν Μωὰβ καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίοις κοιμίσας αὐτοὺς ἐπὶ τὴν γῆν, καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ θανατῶσαι, καὶ τὰ δύο σχοινίσματα ἐζώγρησε, καὶ ἐγένετο Μωὰβ τῷ Δαυὶδ εἰς δούλους φέροντας ξένια. • B Βασ 8,2

81. Σύριοι [89.000 ιππείς και πεζικάριοι]

Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξε Δαυὶδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτούς· καὶ ἔλαβε Δαυὶδ τὴν ἀφωρισμένην ἐκ χειρὸς τῶν ἀλλοφύλων. καὶ ἐπάταξε Δαυὶδ τὴν Μωὰβ καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίοις κοιμίσας αὐτοὺς ἐπὶ τὴν γῆν, καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ θανατῶσαι, καὶ τὰ δύο σχοινίσματα ἐζώγρησε, καὶ ἐγένετο Μωὰβ τῷ Δαυὶδ εἰς δούλους φέροντας ξένια. καὶ ἐπάταξε Δαυὶδ τὸν Ἀδρααζὰρ υἱὸν Ῥαάβ, βασιλέα Σουβά, πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπί τὸν ποταμὸν Εὐφράτην. καὶ προκατελάβετο Δαυὶδ τῶν αὐτοῦ χίλια ἅρματα καὶ ἑπτά χιλιάδας ἱππέων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν, καὶ παρέλυσε Δαυὶδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἑαυτῷ ἑκατὸν ἅρματα. καὶ παραγίνεται Συρία Δαμασκοῦ βοηθῆσαι τῷ Ἀδρααζὰρ βασιλεῖ Σουβά, καὶ ἐπάταξε Δαυὶδ ἐν τῷ Σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν. […] καὶ ἀνεῖλε Δαυὶδ ἐκ τῆς Συρίας ἑπτακόσια ἅρματα καὶ τεσσαράκοντα χιλιάδας ἱππέων· καὶ τὸν Σωβὰκ τὸν ἄρχοντα τῆς δυνάμεως αὐτοῦ ἐπάταξε, καὶ ἀπέθανεν ἐκεῖ. • B Βασ 8-10

82. Όλοι οι Ιδουμαίοι στη Γεβελέμ [18.000 ή 12.000 νεκροί]

καὶ ἐποίησε Δαυὶδ ὄνομα· καὶ ἐν τῷ ἀνακάμπτειν αὐτὸν ἐπάταξε τὴν Ἰδουμαίαν ἐν Γεβελὲμ εἰς ὀκτωκαίδεκα χιλιάδας. • B Βασ 8,13-14

καὶ ἐγένετο ἐν τῷ ἐξολοθρεῦσαι Δαυὶδ τὸν Ἐδὼμ ἐν τῷ πορευθῆναι Ἰωὰβ ἄρχοντα τῆς στρατιᾶς θάπτειν τοὺς τραυματίας, καὶ ἔκοψαν πᾶν ἀρσενικὸν ἐν τῇ Ἰδουμαίᾳ —ὅτι ἓξ μῆνας ἐνεκάθητο ἐκεῖ Ἰωὰβ καὶ πᾶς Ἰσραὴλ ἐν τῇ Ἰδουμαίᾳ, ἕως ὅτου ἐξωλόθρευσε πᾶν ἀρσενικὸν ἐν τῇ Ἰδουμαίᾳ— • Γ Βασ 11,15-16

καὶ Ἀβεσσὰ υἱὸς Σαρουΐας ἐπάταξε τὴν Ἰδουμαίαν ἐν κοιλάδι τῶν ἁλῶν, ὀκτωκαίδεκα χιλιάδας. • Α Παρ 18,12

Εἰς τὸ τέλος· τοῖς ἀλλοιωθησομένοις ἔτι, εἰς στηλογραφίαν τῷ Δαυΐδ, εἰς διδαχήν, ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν Συρίας καὶ τὴν Συρίαν Σοβά, καὶ ἐπέστρεψεν Ἰωάβ, καὶ ἐπάταξε τὴν φάραγγα τῶν ἁλῶν, δώδεκα χιλιάδας. • Ψλμ 59,1-2

83. Αμμανίτες (ξανά) [;]

Καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ εἰς τὸν καιρὸν τῆς ἐξοδίας τῶν βασιλέων, καὶ ἀπέστειλε Δαυὶδ τὸν Ἰωὰβ καὶ τοὺς παῖδας αὐτοῦ μετ' αὐτοῦ καὶ τὸν πάντα Ἰσραήλ, καὶ διέφθειραν τοὺς υἱοὺς Ἀμμὼν καὶ διεκάθισαν ἐπὶ Ῥαββάθ· καὶ Δαυὶδ ἐκάθισεν ἐν Ἱερουσαλήμ. • B Βασ 11,1

Καὶ ἐγένετο ἐν τῷ ἐπιόντι ἔτει ἐν τῇ ἐξόδῳ τῶν βασιλέων καὶ ἤγαγεν Ἰωὰβ πᾶσαν τὴν δύναμιν τῆς στρατιᾶς, καὶ ἔφθειραν τὴν χώραν υἱῶν Ἀμμών· καὶ ἦλθε καὶ περιεκάθισε τὴν Ῥαββά· καὶ Δαυὶδ ἐκάθισεν ἐν Ἱερουσαλήμ· καὶ ἐπάταξεν Ἰωὰβ τὴν Ῥαββὰ καὶ κατέσκαψεν αὐτήν. • Α Παρ 20,1

84. Ένα μωρό [1 νεκρός]

καὶ εἶπε Δαυὶδ τῷ Νάθαν· ἡμάρτηκα τῷ Κυρίῳ. καὶ εἶπε Νάθαν πρὸς Δαυίδ· καὶ Κύριος παρεβίβασε τὸ ἁμάρτημά σου, οὐ μὴ ἀποθάνῃς· πλὴν ὅτι παροργίζων παρώργισας τοὺς ἐχθροὺς Κυρίου ἐν τῷ ῥήματι τούτῳ, καί γε ὁ υἱός σου ὁ τεχθείς σοι θανάτῳ ἀποθανεῖται. καὶ ἀπῆλθε Νάθαν εἰς τὸν οἶκον αὐτοῦ. καὶ ἔθραυσε Κύριος τὸ παιδίον, ὃ ἔτεκεν ἡ γυνὴ Οὐρίου τοῦ Χετταίου τῷ Δαυίδ, καὶ ἠῤῥώστησε. […] καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπέθανε τὸ παιδάριον· […] • B Βασ 12,14-18

85. Επτά εγγονοί του Σαούλ [7 νεκροί]

Καὶ ἐγένετο λιμὸς ἐν ταῖς ἡμέραις Δαυὶδ τρία ἔτη, ἐνιαυτὸς ὁ ἐχόμενος ἐνιαυτοῦ, καὶ ἐζήτησε Δαυὶδ τὸ πρόσωπον Κυρίου. καὶ εἶπε Κύριος· ἐπὶ Σαοὺλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἀδικία ἐν θανάτῳ αἱμάτων αὐτοῦ, περὶ οὗ ἐθανάτωσε τοὺς Γαβαωνίτας. […] καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο υἱοὺς Ῥεσφὰ θυγατρὸς Ἁϊᾶ, οὓς ἔτεκε τῷ Σαούλ, τὸν Ἑρμωνὶ καὶ τὸν Μεμφιβοσθέ, καὶ τοὺς πέντε υἱοὺς τῆς Μιχὸλ θυγατρὸς Σαούλ, οὓς ἔτεκε τῷ Ἐσδριὴλ υἱῷ Βερζελλὶ τῷ Μουλαθί, καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαωνιτῶν, καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἔναντι Κυρίου, καὶ ἔπεσαν οἱ ἑπτὰ αὐτοὶ ἐπὶ τὸ αὐτό· καὶ αὐτοὶ δὲ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ ἐν πρώτοις, ἐν ἀρχῇ θερισμοῦ κριθῶν. • B Βασ 21,1-9

86. Θύματα των πρωτοπαλλήκαρων του Δαβίδ [> 1.403 νεκροί]

Ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυίδ· Ἰεβοσθὲ ὁ Χαναναῖος, ἄρχων τοῦ τρίτου ἐστίν, Ἀδινὼν ὁ Ἀσωναῖος· οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ ὀκτακοσίους στρατιώτας εἰσάπαξ. καὶ μετ' αὐτὸν Ἐλεανὰν υἱὸς πατραδέλφου αὐτοῦ υἱὸς Σουδίτου ἐν τοῖς τρισὶ δυνατοῖς. […] αὐτὸς ἀνέστη καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις, ἕως οὗ ἐκοπίασεν ἡ χεὶρ αὐτοῦ καὶ προσεκολλήθη ἡ χεὶρ αὐτοῦ πρὸς τὴν μάχαιραν, […] καὶ μετ' αὐτὸν Σαμαΐα υἱὸς Ἀσὰ ὁ Ἀρουχαῖος. καὶ συνήχθησαν οἱ ἀλλόφυλοι εἰς Θηρία, καὶ ἦν ἐκεῖ μερὶς τοῦ ἀγροῦ πλήρης φακοῦ, καὶ ὁ λαὸς ἔφυγεν ἐκ προσώπου ἀλλοφύλων· […] καὶ ἐστηλώθη ἐν μέσῳ τῆς μερίδος καὶ ἐξείλατο αὐτὴν καὶ ἐπάταξε τοὺς ἀλλοφύλους, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην. καὶ Ἀβεσσὰ ὁ ἀδελφὸς Ἰωὰβ υἱὸς Σαρουΐας αὐτὸς ἄρχων ἐν τοῖς τρισί. καὶ αὐτὸς ἐξήγειρε τὸ δόρυ αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας, καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισίν· […] καὶ Βαναίας υἱὸς Ἰωδαὲ ἀνὴρ αὐτὸς πολλοστὸς ἔργοις ἀπὸ Καβεσεήλ, καὶ αὐτὸς ἐπάταξε τοὺς δύο υἱοὺς Ἀριὴλ τοῦ Μωάβ· καὶ αὐτὸς κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν μέσῳ τοῦ λάκκου ἐν τῇ ἡμέρᾳ τῆς χιόνος· αὐτὸς ἐπάταξε τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατόν, ἐν δὲ τῇ χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ξύλον διαβάθρας, καὶ κατέβη πρὸς αὐτὸν ἐν ῥάβδῳ καὶ ἥρπασε τὸ δόρυ ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ.[…] οἱ πάντες τριάκοντα καὶ ἑπτά. • B Βασ 23

καὶ οὗτος ὁ ἀριθμὸς τῶν δυνατῶν τοῦ Δαυίδ· Ἰεσεβάαλ υἱὸς Ἀχαμανὶ πρῶτος τῶν τριάκοντα· οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἅπαξ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί. καὶ μετ' αὐτὸν Ἐλεάζαρ υἱὸς Δωδαΐ ὁ Ἀχωχί· οὗτος ἦν ἐν τοῖς τρισὶ δυνατοῖς. οὗτος ἦν μετὰ Δαυὶδ ἐν Φασοδομίν, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἦν μερὶς τοῦ ἀγροῦ πλήρης κριθῶν, καὶ ὁ λαὸς ἔφυγεν ἀπὸ προσώπου ἀλλοφύλων· καὶ ἔστη ἐν μέσῳ τῆς μερίδος καὶ ἔσωσεν αὐτὴν καὶ ἐπάταξε τοὺς ἀλλοφύλους, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην. […] καὶ Ἀβεσαὰ ἀδελφὸς Ἰωάβ, οὗτος ἦν ἄρχων τῶν τριῶν, οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί, καὶ οὗτος ἦν ὀνομαστὸς ἐν τοῖς τρισίν, […] καὶ Βαναίας υἱὸς Ἰωδαὲ […] καὶ οὗτος ἐπάταξε τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατὸν πεντάπηχυν, καὶ ἐν χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ἀντίον ὑφαινόντων, καὶ κατέβη ἐπ' αὐτὸν Βαναίας ἐν ῥάβδῳ καὶ ἀφείλετο ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου τὸ δόρυ καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ. • Α Παρ 11

87. Ισραηλίτες επειδή ο Δαβίδ έκανε απογραφή [70.000]

καὶ ἐξελέξατο ἑαυτῷ Δαυὶδ τὸν θάνατον. καὶ ἡμέραι θερισμοῦ πυρῶν, καὶ ἔδωκε Κύριος θάνατον ἐν Ἰσραὴλ ἀπὸ πρωΐθεν ἕως ὥρας ἀρίστου, καὶ ἤρξατο ἡ θραῦσις ἐν τῷ λαῷ, καὶ ἀπέθανεν ἐκ τοῦ λαοῦ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν. • B Βασ 24,15

καὶ ἔδωκε Κύριος θάνατον ἐν Ἰσραήλ, καὶ ἔπεσον ἐξ Ἰσραὴλ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν. • Α Παρ 21,14

88. Ιωάβ και Σεμεΐ [2 νεκροί]

[…] καὶ εἶπεν Ἰωάβ· ὅτι ἐφοβήθην ἀπὸ προσώπου σου, καὶ ἔφυγον πρὸς Κύριον. καὶ ἀπέστειλε Σαλωμὼν τὸν Βαναίου υἱὸν Ἰωδαὲ λέγων· πορεύου καὶ ἄνελε αὐτὸν καὶ θάψον αὐτόν. καὶ ἐπέστεψε Κύριος τὸ αἷμα τῆς ἀδικίας αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, ὡς ἀπήντησε τοῖς δυσὶν ἀνθρώποις τοῖς δικαίοις καὶ ἀγαθοῖς ὑπὲρ αὐτὸν καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ῥομφαίᾳ, […] καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμεΐ· σὺ οἶδας πᾶσαν τὴν κακίαν σου, ἣν οἶδεν ἡ καρδία σου, ἃ ἐποίησας Δαυὶδ τῷ πατρί μου, καὶ ἀνταπέδωκε Κύριος τὴν κακίαν σου εἰς κεφαλήν σου· […] καὶ ἐνετείλατο ὁ βασιλεὺς Σαλωμὼν τῷ Βαναίᾳ υἱῷ Ἰωδαέ, καὶ ἐξῆλθε καὶ ἀνεῖλεν αὐτὸν καὶ ἀπέθανε. • Γ Βασ 2,29-46

89. Ο προφήτης επειδή τον ξεγέλασε ένας άλλος προφήτης [1 νεκρός]

Καὶ προφήτης εἷς πρεσβύτης κατῴκει ἐν Βαιθήλ, […] καὶ ἐπορεύθη κατόπισθεν τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ εὗρεν αὐτὸν καθήμενον ὑπὸ δρῦν καὶ εἶπεν αὐτῷ· εἰ σὺ εἶ ὁ ἄνθρωπος τοῦ Θεοῦ ὁ ἐληλυθὼς ἐξ Ἰούδα; καὶ εἶπεν αὐτῷ· ἐγώ. καὶ εἶπεν αὐτῷ· δεῦρο μετ' ἐμοῦ καὶ φάγε ἄρτον. καὶ εἶπεν· οὐ μὴ δύνωμαι τοῦ ἐπιστρέψαι μετὰ σοῦ οὐδὲ μὴ φάγομαι ἄρτον οὐδὲ πίομαι ὕδωρ ἐν τῷ τόπῳ τούτῳ· ὅτι οὕτως ἐντέταλταί μοι ἐν λόγῳ Κύριος λέγων· μὴ φάγῃς ἄρτον ἐκεῖ καὶ μὴ πίῃς ὕδωρ καὶ μὴ ἐπιστρέψῃς ἐκεῖ ἐν τῇ ὁδῷ, ᾗ ἐπορεύθης ἐν αὐτῇ. καὶ εἶπε πρὸς αὐτόν· κἀγὼ προφήτης εἰμὶ καθὼς σύ, καὶ ἄγγελος λελάληκε πρός με ἐν ῥήματι Κυρίου λέγων· ἐπίστρεψον αὐτὸν πρὸς σεαυτὸν εἰς τὸν οἶκόν σου, καὶ φαγέτω ἄρτον, καὶ πιέτω ὕδωρ· καὶ ἐψεύσατο αὐτῷ. […] τάδε λέγει Κύριος· ἀνθ' ὧν παρεπίκρανας τὸ ῥῆμα Κυρίου καὶ οὐκ ἐφύλαξας τὴν ἐντολήν, ἣν ἐνετείλατό σοι Κύριος ὁ Θεός σου, καὶ ἐπέστρεψας καὶ ἔφαγες ἄρτον καὶ ἔπιες ὕδωρ ἐν τῷ τόπῳ τούτῳ, […] οὐ μὴ εἰσέλθῃ τὸ σῶμά σου εἰς τὸν τάφον τῶν πατέρων σου. […] καὶ ἀπῆλθε, καὶ εὗρεν αὐτὸν λέων ἐν τῇ ὁδῷ καὶ ἐθανάτωσεν αὐτόν, […] • Γ Βασ 13,11-24

90. Ο γιος του Ιεροβοάμ [1 νεκρό παιδί]

καὶ ἀνέστη ἡ γυνὴ Ἱεροβοὰμ καὶ ἐπορεύθη εἰς γῆν Σαριρά· καὶ ἐγένετο ὡς εἰσῆλθεν ἐν τῷ προθύρῳ τοῦ οἴκου καὶ τὸ παιδάριον ἀπέθανε. • Γ Βασ 14,17

91. Η οικογένεια του Ιεροβοάμ [;]

καὶ ἐγένετο ὡς ἐβασίλευσε, καὶ ἐπάταξεν ὅλον τὸν οἶκον Ἱεροβοὰμ καὶ οὐχ ὑπελίπετο πᾶσαν πνοὴν τοῦ Ἱεροβοὰμ ἕως τοῦ ἐξολοθρεῦσαι αὐτὸν κατὰ τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ἀχιὰ τοῦ Σηλωνίτου • Γ Βασ 15,29

92. Η οικογένεια του Βαασά [;]

καὶ ἐγενήθη ἐν τῷ βασιλεῦσαι αὐτὸν ἐν τῷ καθίσαι αὐτὸν ἐπὶ τοῦ θρόνου αὐτοῦ καὶ ἐπάταξεν ὅλον τὸν οἶκον Βαασὰ κατὰ τὸ ῥῆμα, ὃ ἐλάλησε Κύριος ἐπὶ τὸν οἶκον Βαασά, πρὸς Ἰοὺ τὸν προφήτην • Γ Βασ 16,11-12

93. Ο Ζαμβρί που αυτοπυρπολήθηκε [1 νεκρός]

καὶ ἐγενήθη ὡς εἶδε Ζαμβρὶ ὅτι προκατείληπται αὐτοῦ ἡ πόλις, καὶ πορεύεται εἰς ἄντρον τοῦ οἴκου τοῦ βασιλέως καὶ ἐνεπύρισεν ἐπ' αὐτὸν τὸν οἶκον τοῦ βασιλέως καὶ ἀπέθανεν […] ὑπὲρ τῶν ἁμαρτιῶν αὐτοῦ ὧν ἐποίησε, τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου • Γ Βασ 16,18-19

94. Η ξηρασία του Ηλιού [;]

Καὶ εἶπεν Ἠλιοὺ ὁ προφήτης Θεσβίτης ὁ ἐκ Θεσβῶν τῆς Γαλαὰδ πρὸς Ἀχαάβ· ζῇ Κύριος ὁ Θεὸς τῶν δυνάμεων ὁ Θεὸς Ἰσραήλ, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετός, ὅτι εἰ μὴ διὰ στόματος λόγου μου. • Γ Βασ 17,1

ἐπ᾿ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλιοὺ ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, • Λκ 4,25

Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ· καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκε καὶ ἡ γῆ ἐβλάστησε τὸν καρπὸν αὐτῆς. • Ιακ 5,17-18

95. Ιερείς Βάαλ και του άλσους μετά από διαγωνισμό προσευχής με τον Ηλία [450 νεκροί]

καὶ εἶπεν Ἠλιοὺ πρὸς τὸν λαόν· ἐγὼ ὑπολέλειμμαι προφήτης τοῦ Κυρίου μονώτατος, καὶ οἱ προφῆται τοῦ Βάαλ τετρακόσιοι καὶ πεντήκοντα ἄνδρες, καὶ οἱ προφῆται τοῦ ἄλσους τετρακόσιοι· δότωσαν ἡμῖν δύο βόας, καὶ ἐκλεξάσθωσαν ἑαυτοῖς τὸν ἕνα καὶ μελισάτωσαν καὶ ἐπιθέτωσαν ἐπὶ τῶν ξύλων καὶ πῦρ μὴ ἐπιθέτωσαν, καὶ ἐγὼ ποιήσω τὸν βοῦν τὸν ἄλλον, καὶ πῦρ οὐ μὴ ἐπιθῶ. καὶ βοᾶτε ἐν ὀνόματι θεῶν ὑμῶν, καὶ ἐγὼ ἐπικαλέσομαι ἐν τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ μου, καὶ ἔσται ὁ θεὸς ὃς ἐὰν ἐπακούσῃ ἐν πυρί, οὗτος Θεός. […] καὶ εἶπεν Ἠλιοὺ πρὸς τὸν λαόν· συλλάβετε τοὺς προφήτας τοῦ Βάαλ, μηδεὶς σωθήτω ἐξ αὐτῶν· καὶ συνέλαβον αὐτούς, καὶ κατάγει αὐτοὺς Ἠλιοὺ εἰς τὸν χειμάῤῥουν Κισσῶν καὶ ἔσφαξεν αὐτοὺς ἐκεῖ. • Γ Βασ 18,22-40

96. Συρίοι (ξανά) [;]

ἐπάταξεν ἕκαστος τὸν παρ' αὐτοῦ καὶ ἐδευτέρωσεν ἕκαστος τὸν παρ' αὐτοῦ, καὶ ἔφυγε Συρία, καὶ κατεδίωξεν αὐτοὺς Ἰσραήλ· καὶ σῴζεται υἱὸς Ἄδερ βασιλεὺς Συρίας ἐφ' ἵππου ἱππέως.καὶ ἐξῆλθεν ὁ βασιλεὺς Ἰσραὴλ καὶ ἔλαβε πάντας τοὺς ἵππους καὶ τὰ ἅρματα καὶ ἐπάταξε πληγὴν μεγάλην ἐν Συρίᾳ. • Γ Βασ 21,20-21

97. Σύριοι πάλι, επειδή αποκάλεσαν τον Θεό "Θεό των βουνών" [100.000 νεκροί]

καὶ προσῆλθεν ὁ ἄνθρωπος τοῦ Θεοῦ καὶ εἶπε τῷ βασιλεῖ Ἰσραήλ· τάδε λέγει Κύριος· ἀνθ' ὧν εἶπε Συρία· Θεὸς ὀρέων Κύριος ὁ Θεὸς Ἰσραὴλ καὶ οὐ Θεὸς κοιλάδων αὐτός, καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χεῖρα σήν, καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος. καὶ παρεμβάλλουσιν οὗτοι ἀπέναντι τούτων ἑπτὰ ἡμέρας, καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ προσήγαγεν ὁ πόλεμος, καὶ ἐπάταξεν Ἰσραὴλ τὴν Συρίαν ἑκατὸν χιλιάδας πεζῶν μιᾷ ἡμέρᾳ. • Γ Βασ 21,28-29

98. Σύριοι από κατάρρευση τείχους [27.000 νεκροί]

καὶ ἔφυγον οἱ κατάλοιποι εἰς Ἀφεκὰ εἰς τὴν πόλιν, καὶ ἔπεσε τὸ τεῖχος ἐπὶ εἴκοσι καὶ ἑπτὰ χιλιάδας ἀνδρῶν τῶν καταλοίπων. καὶ υἱὸς Ἄδερ ἔφυγε καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ κοιτῶνος, εἰς τὸ ταμιεῖον. • Γ Βασ 21,30

99. Αυτός που δεν σκότωσε ένα προφήτη [1 νεκρός]

Καὶ ἄνθρωπος εἷς ἐκ τῶν υἱῶν τῶν προφητῶν εἶπε πρὸς τὸν πλησίον αὐτοῦ ἐν λόγῳ Κυρίου· πάταξον δή με· καὶ οὐκ ἠθέλησεν ὁ ἄνθρωπος πατάξαι αὐτόν. καὶ εἶπε πρὸς αὐτόν· ἀνθ' ὧν οὐκ ἤκουσας τῆς φωνῆς Κυρίου καὶ ἰδοὺ σὺ ἀποτρέχεις ἀπ' ἐμοῦ, καὶ πατάξει σε λέων· καὶ ἀπῆλθεν ἀπ' αὐτοῦ, καὶ εὑρίσκει αὐτὸν λέων καὶ ἐπάταξεν αὐτόν. • Γ Βασ 21,35-36

100. Ο βασιλιάς Αχαάβ επειδή δεν σκότωσε τον αιχμάλωτο βασιλιά [1 νεκρός]

καὶ εἶπε πρὸς αὐτόν· τάδε λέγει Κύριος· διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ τῆς χειρός σου, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ. • Γ Βασ 21,42

καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὁ βασιλεὺς ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἐξεναντίας Συρίας ἀπὸ πρωΐ ἕως ἑσπέρας καὶ ἐπέχυνε τὸ αἷμα ἀπὸ τῆς πληγῆς εἰς τὸν κόλπον τοῦ ἅρματος· καὶ ἀπέθανεν ἑσπέρας, καὶ ἐξεπορεύετο τὸ αἷμα τῆς τροπῆς ἕως τοῦ κόλπου τοῦ ἅρματος. • Γ Βασ 22,35

101. Δύο πεντηκόνταρχοι και οι στρατιώτες τους [102 (= 2×51) νεκροί]

καὶ ἀπέστειλε πρὸς αὐτὸν πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ, […] καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ. καὶ προσέθετο ὁ βασιλεὺς καὶ ἀπέστειλε πρὸς αὐτὸν ἄλλον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ, […] καὶ κατέβη πῦρ ἐξ οὐρανοῦ καὶ κατέφαγε αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ. • Δ Βασ 1,9-12

102. Ο Οχοζίας επειδή συμβουλεύτηκε άλλον θεό [1 νεκρός]

καὶ ἐλάλησε πρὸς αὐτὸν καὶ εἶπεν Ἠλιού· τάδε λέγει Κύριος· τί ὅτι ἀπέστειλας ἀγγέλους ἐκζητῆσαι ἐν τῷ Βάαλ μυῖαν θεὸν Ἀκκαρών; οὐχ οὕτως· ἡ κλίνη, ἐφ' ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ' αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ. καὶ ἀπέθανε κατὰ τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησεν Ἠλιού. • Δ Βασ 1,16-17

καὶ παρὰ τοῦ Θεοῦ ἐγένετο καταστροφὴ Ὀχοζίᾳ ἐλθεῖν πρὸς Ἰωράμ· […] καὶ ἐγένετο ὡς ἐξεδίκησεν Ἰοὺ τὸν οἶκον Ἀχαάβ, καὶ εὗρε τοὺς ἄρχοντας Ἰούδα καὶ τοὺς ἀδελφοὺς Ὀχοζίου λειτουργοῦντας τῷ Ὀχοζίᾳ καὶ ἀπέκτεινεν αὐτούς. καὶ εἶπε τοῦ ζητῆσαι τὸν Ὀχοζίαν, καὶ κατέλαβον αὐτὸν ἰατρευόμενον ἐν Σαμαρείᾳ καὶ ἤγαγον αὐτὸν πρὸς Ἰού, καὶ ἀπέκτεινεν αὐτὸν • Β Παρ 22,7-9

103. 42 παιδιά επειδή κορόιδεψαν τη φαλάκρα του Ελισαίου [42 παιδιά]

καὶ ἀνέβη ἐκεῖθεν εἰς Βαιθήλ· καὶ ἀναβαίνοντος αὐτοῦ ἐν τῇ ὁδῷ καὶ παιδάρια μικρὰ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ κατέπαιζον αὐτοῦ καὶ εἶπον αὐτῷ· ἀνάβαινε, φαλακρέ, ἀνάβαινε. καὶ ἐξένευσεν ὀπίσω αὐτῶν καὶ εἶδεν αὐτά, καὶ κατηράσατο αὐτοῖς ἐν ὀνόματι Κυρίου· καὶ ἰδοὺ ἐξῆλθον δύο ἄρκοι ἐκ τοῦ δρυμοῦ καὶ ἀνέῤῥηξαν ἀπ' αὐτῶν τεσσαράκοντα καὶ δύο παῖδας. • Δ Βασ 2,23-24

104. Μωαβίτες (ξανά) [;]

καὶ κούφη αὐτὴ ἐν ὀφθαλμοῖς Κυρίου, καὶ παραδώσω τὴν Μωὰβ ἐν χειρὶ ὑμῶν, καὶ πατάξετε πᾶσαν πόλιν ὀχυρὰν καὶ πᾶν ξύλον ἀγαθὸν καταβαλεῖτε καὶ πάσας πηγὰς ὕδατος ἐμφράξεσθε καὶ πᾶσαν μερίδα ἀγαθὴν ἀχρειώσετε ἐν λίθοις. […] καὶ εἰσῆλθον εἰς τὴν παρεμβολὴν Ἰσραήλ, καὶ Ἰσραὴλ ἀνέστησαν καὶ ἐπάταξαν τὴν Μωάβ, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτῶν. καὶ εἰσῆλθον εἰσπορευόμενοι καί τύπτοντες τὴν Μωὰβ καὶ τὰς πόλεις καθεῖλον καὶ πᾶσαν μερίδα ἀγαθὴν ἔῤῥιψαν ἀνὴρ τὸν λίθον καὶ ἐνέπλησαν αὐτὴν καὶ πᾶσαν πηγὴν ἐνέφραξαν καὶ πᾶν ξύλον ἀγαθὸν κατέβαλον ἕως τοῦ καταλιπεῖν τοὺς λίθους τοῦ τοίχου καθῃρημένους, καὶ ἐκύκλωσαν οἱ σφενδονῆται καὶ ἐπάταξαν αὐτήν. • Δ Βασ 3,18-25

105. Ο τριστάτης επειδή αμφισβήτησε τον Ελισαίο [1 νεκρός]

καὶ ἀπεκρίθη ὁ τριστάτης, ἐφ' ὃν ὁ βασιλεὺς ἐπανεπαύετο ἐπὶ τὴν χεῖρα αὐτοῦ, τῷ Ἑλισαιὲ καὶ εἶπεν· ἰδοὺ ποιήσει Κύριος καταράκτας ἐν οὐρανῷ, μὴ ἔσται τὸ ῥῆμα τοῦτο; καὶ Ἑλισαιὲ εἶπεν· ἰδοὺ σὺ ὄψει τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖθεν οὐ φάγῃ. […] καὶ ἐγένετο οὕτως, καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλῃ καὶ ἀπέθανε. • Δ Βασ 7,2-20

106. Ο επταετής λιμός [;]

Καὶ Ἑλισαιὲ ἐλάλησε πρὸς τὴν γυναῖκα, ἧς ἐζωπύρησε τὸν υἱόν, λέγων· ἀνάστηθι καὶ δεῦρο σὺ καὶ ὁ οἶκός σου καὶ παροίκει, οὗ ἐὰν παροικήσῃς, ὅτι κέκληκε Κύριος λιμὸν ἐπὶ τὴν γῆν, καί γε ἦλθεν ἐπὶ τὴν γῆν ἑπτὰ ἔτη. • Δ Βασ 8,1

107. Ο Ιωράμ [1 νεκρός]

καὶ ἔπλησεν Ἰοὺ τὴν χεῖρα αὐτοῦ ἐν τῷ τόξῳ καὶ ἐπάταξε τὸν Ἰωρὰμ ἀνὰ μέσον τῶν βραχιόνων αὐτοῦ, καὶ ἐξῆλθε τὸ βέλος αὐτοῦ διὰ τῆς καρδίας αὐτοῦ, καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ. • Δ Βασ 9,24

108. Η Ιεζαβέλ [1 νεκρή]

καὶ εἶπε· κυλίσατε αὐτήν, καὶ ἐκύλισαν αὐτήν, καὶ ἐῤῥαντίσθη τοῦ αἵματος αὐτῆς πρὸς τὸν τοῖχον καὶ πρὸς τοὺς ἵππους, καὶ συνεπάτησαν αὐτήν. […] καὶ ἔσται τὸ θνησιμαῖον Ἰεζάβελ ὡς κοπρία ἐπὶ προσώπου τοῦ ἀγροῦ ἐν τῇ μερίδι Ἰεζράελ, ὥστε μὴ εἰπεῖν αὐτοὺς Ἰεζάβελ. • Δ Βασ 9,33-37

109. Οι γιοι του Αχαάβ [70 νεκροί]

καὶ ἔγραψε πρὸς αὐτοὺς Ἰοὺ βιβλίον δεύτερον λέγων· εἰ ἐμοὶ ὑμεῖς, καὶ τῆς φωνῆς μου ὑμεῖς εἰσακούετε, λάβετε τὴν κεφαλὴν ἀνδρῶν τῶν υἱῶν τοῦ κυρίου ὑμῶν καὶ ἐνέγκατε πρός με ὡς ἡ ὥρα αὔριον ἐν Ἰεζράελ. καὶ οἱ υἱοὶ τοῦ βασιλέως ἦσαν ἑβδομήκοντα ἄνδρες· οὗτοι ἁδροὶ τῆς πόλεως ἐξέτρεφον αὐτούς. καὶ ἐγένετο ὡς ἦλθε τὸ βιβλίον πρὸς αὐτούς, καὶ ἔλαβον τοὺς υἱοὺς τοῦ βασιλέως καὶ ἔσφαξαν αὐτούς, ἑβδομήκοντα ἄνδρας, καὶ ἔθηκαν τὰς κεφαλὰς αὐτῶν ἐν καρτάλλοις καὶ ἀπέστειλαν αὐτὰς πρὸς αὐτὸν εἰς Ἰεζράελ. • Δ Βασ 10,6-7

110. Το σπιτικό του Αχαάβ και όλοι οι γνωστοί του και οι ιερείς του [;]

καὶ ἐπάταξεν Ἰοὺ πάντας τοὺς καταλειφθέντας ἐν τῷ οἴκῳ Ἀχαὰβ ἐν Ἰεζράελ καὶ πάντας τοὺς ἁδροὺς αὐτοῦ καὶ τοὺς γνωστοὺς αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ ὥστε μὴ καταλιπεῖν αὐτοῦ κατάλειμμα. • Δ Βασ 10,11

111. Τα αδέρφια και οι δούλοι του Οχοζία [42 νεκροί]

Καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαμάρειαν, αὐτὸς ἐν Βαιθακὰδ τῶν ποιμένων ἐν τῇ ὁδῷ, καὶ Ἰοὺ εὗρε τοὺς ἀδελφοὺς Ὀχοζίου βασιλέως Ἰούδα καὶ εἶπε· τίνες ὑμεῖς; καὶ εἶπον· ἀδελφοὶ Ὀχοζίου ἡμεῖς καὶ κατέβημεν εἰς εἰρήνην τῶν υἱῶν τοῦ βασιλέως καὶ τῶν υἱῶν τῆς δυναστευούσης. καὶ εἶπε· συλλάβετε αὐτοὺς ζῶντας· καὶ ἔσφαξαν αὐτοὺς εἰς Βαιθακάδ, τεσσαράκοντα καὶ δύο ἄνδρας, οὐ κατέλιπεν ἄνδρα ἐξ αὐτῶν. • Δ Βασ 10,12-14

καὶ παρὰ τοῦ Θεοῦ ἐγένετο καταστροφὴ Ὀχοζίᾳ ἐλθεῖν πρὸς Ἰωράμ· καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐξῆλθε μετ' αὐτοῦ Ἰωρὰμ πρὸς Ἰοὺ υἱὸν Ναμεσσεΐ χριστὸν Κυρίου εἰς τὸν οἶκον Ἀχαάβ. καὶ ἐγένετο ὡς ἐξεδίκησεν Ἰοὺ τὸν οἶκον Ἀχαάβ, καὶ εὗρε τοὺς ἄρχοντας Ἰούδα καὶ τοὺς ἀδελφοὺς Ὀχοζίου λειτουργοῦντας τῷ Ὀχοζίᾳ καὶ ἀπέκτεινεν αὐτούς. καὶ εἶπε τοῦ ζητῆσαι τὸν Ὀχοζίαν, καὶ κατέλαβον αὐτὸν ἰατρευόμενον ἐν Σαμαρείᾳ καὶ ἤγαγον αὐτὸν πρὸς Ἰού, καὶ ἀπέκτεινεν αὐτὸν καὶ ἔθαψαν αὐτόν, […] • Β Παρ 22,7-9

112. Όσοι έχουν απομείνει από την οικογένεια του Αχαάβ [;]

καὶ εἰσῆλθεν εἰς Σαμάρειαν καὶ ἐπάταξε πάντας τοὺς καταλειφθέντας τοῦ Ἀχαὰβ ἐν Σαμαρείᾳ ἕως τοῦ ἀφανίσαι αὐτὸν κατὰ τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησε πρὸς Ἠλιού. • Δ Βασ 10,17

113. Οι πιστοί του Βάαλ [;]

Καὶ συνήθροισεν Ἰοὺ πάντα τὸν λαὸν […] καὶ Ἰοὺ ἔταξεν ἑαυτῷ ἔξω ὀγδοήκοντα ἄνδρας καὶ εἶπεν· ἀνήρ, ὃς ἐὰν διασωθῇ ἀπὸ τῶν ἀνδρῶν, ὧν ἐγὼ ἀνάγω ἐπὶ χεῖρα ὑμῶν, ἡ ψυχὴ αὐτοῦ ἀντὶ τῆς ψυχῆς αὐτοῦ. καὶ ἐγένετο ὡς συνετέλεσε ποιῶν τὴν ὁλοκαύτωσιν, καὶ εἶπεν Ἰοὺ τοῖς παρατρέχουσι καὶ τοῖς τριστάταις· εἰσελθόντες πατάξατε αὐτούς, μὴ ἐξελθάτω ἐξ αὐτῶν ἀνήρ· καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας, καὶ ἔῤῥιψαν οἱ παρατρέχοντες καὶ οἱ τριστάται καὶ ἐπορεύθησαν ἕως πόλεως οἴκου τοῦ Βάαλ. • Δ Βασ 10,18-25

114. Ο ιερέας Μαθάν και η Γοθολία [2 νεκροί]

καὶ διέθετο Ἰωδαὲ διαθήκην ἀνὰ μέσον Κυρίου καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ τοῦ […] καὶ εἰσῆλθε πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον τοῦ Βάαλ καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰς εἰκόνας αὐτοῦ συνέτριψαν ἀγαθῶς καὶ τὸν Μαθὰν τὸν ἱερέα τοῦ Βάαλ ἀπέκτειναν κατὰ πρόσωπον τῶν θυσιαστηρίων, καὶ ἔθηκεν ὁ ἱερεὺς ἐπισκόπους εἰς τὸν οἶκον Κυρίου. […] καὶ τὴν Γοθολίαν ἐθανάτωσαν ἐν ῥομφαίᾳ ἐν οἴκῳ τοῦ βασιλέως. • Δ Βασ 11,17-20

115. Αυτοί που δεν φοβούνταν πολύ τον Θεό [;]

καὶ ἐγένετο ἐν ἀρχῇ τῆς καθέδρας αὐτῶν οὐκ ἐφοβήθησαν τὸν Κύριον, καὶ ἀπέστειλε Κύριος ἐν αὐτοῖς τοὺς λέοντας, καὶ ἦσαν ἀποκτέννοντες ἐν αὐτοῖς. καὶ εἶπαν τῷ βασιλεῖ Ἀσσυρίων λέγοντες· τὰ ἔθνη, ἃ ἀπῴκισας καὶ ἀντεκάθισας ἐν πόλεσι Σαμαρείας, οὐκ ἔγνωσαν τὸ κρίμα τοῦ Θεοῦ τῆς γῆς, καὶ ἀπέστειλεν εἰς αὐτοὺς τοὺς λέοντας, καὶ ἰδού εἰσι θανατοῦντες αὐτούς, καθότι οὐκ οἴδασι τὸ κρίμα τοῦ Θεοῦ τῆς γῆς, • Δ Βασ 17,25-26

116. Ασσύριοι [185.000 νεκροί]

Καὶ ἐγένετο ἕως νυκτὸς καὶ ἐξῆλθεν ἄγγελος Κυρίου καὶ ἐπάταξεν ἐν τῇ παρεμβολῇ Ἀσσυρίων ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας· καὶ ὤρθρισαν τὸ πρωΐ, καὶ ἰδοὺ πάντες σώματα νεκρά. • Δ Βασ 19,35

καὶ ἀπέστειλε Κύριος ἄγγελον, καὶ ἐξέτριψε πάντα δυνατὸν πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν τῇ παρεμβολῇ βασιλέως Ἀσσούρ, καὶ ἀπέστρεψε μετὰ αἰσχύνης προσώπου εἰς τὴν γῆν ἑαυτοῦ. καὶ ἦλθεν εἰς οἶκον Θεοῦ αὐτοῦ, καὶ τῶν ἐξελθόντων ἐκ κοιλίας αὐτοῦ κατέβαλον αὐτὸν ἐν ῥομφαίᾳ. • Β Παρ 32,21

Καὶ ἐξῆλθεν ἄγγελος Κυρίου καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας, καὶ ἀναστάντες τὸ πρωΐ εὗρον πάντα τὰ σώματα νεκρά. • Ησ 37,36

117. Ο βασιλιάς των Ασσυρίων, Σενναχηρίμ [1 νεκρός]

καὶ ἐγένετο αὐτοῦ προσκυνοῦντος ἐν οἴκῳ Νεσερὰχ θεοῦ αὐτοῦ καὶ Ἀδραμέλεχ καὶ Σαρασάρ, οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν ἐν μαχαίρᾳ, καὶ αὐτοὶ ἐσώθησαν εἰς γῆν Ἀραράθ· καὶ ἐβασίλευσεν Ἀσορδὰν ὁ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ • Δ Βασ 19,37

καὶ οὐ διῆλθον ἡμέρας πεντήκοντα, ἕως οὗ ἀπέκτειναν αὐτὸν οἱ δύο υἱοὶ αὐτοῦ καὶ ἔφυγον εἰς τὰ ὄρη Ἀραράθ, καὶ ἐβασίλευσε Σαχερδονὸς υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ, καὶ ἔταξεν Ἀχιάχαρον τὸν Ἀναὴλ υἱὸν τοῦ ἀδελφοῦ μου ἐπὶ πᾶσαν τὴν ἐκλογιστίαν τῆς βασιλείας αὐτοῦ καὶ ἐπὶ πᾶσαν τήν διοίκησιν. • Τωβ 1,21

118. Ιερείς των λόφων [;]

καὶ ἐθυσίασε πάντας τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ὄντας ἐκεῖ ἐπὶ τῶν θυσιαστηρίων καὶ κατέκαυσε τὰ ὀστᾶ τῶν ἀνθρώπων ἐπ' αὐτά, καὶ ἐπεστράφη εἰς Ἱερουσαλήμ. • Δ Βασ 23,20

119. Άλλος ένας ιερός πόλεμος [;]

υἱοὶ Ῥουβὴν καὶ Γὰδ καὶ ἥμισυ φυλῆς Μανασσῆ […] ὅτι πρὸς τὸν Θεὸν ἐβόησαν ἐν τῷ πολέμῳ, καὶ ἐπήκουσεν αὐτοῖς, ὅτι ἤλπισαν ἐπ' αὐτόν. καὶ ᾐχμαλώτευσαν τὴν ἀποσκευὴν αὐτῶν, καμήλους πεντακισχιλίας καὶ προβάτων διακοσίας πεντήκοντα χιλιάδας, ὄνους δισχιλίους καὶ ψυχὰς ἀνδρῶν ἑκατὸν χιλιάδας· ὅτι τραυματίαι πολλοὶ ἔπεσον, ὅτι παρὰ τοῦ Θεοῦ ὁ πόλεμος. καὶ κατῴκησαν ἀντ' αὐτῶν ἕως τῆς μετοικεσίας. • Α Παρ 5,18-22

120. Ισραηλίτες στρατιώτες [500.000 νεκροί]

καὶ ἐβόησαν ἄνδρες Ἰούδα καὶ ἐγένετο ἐν τῷ βοᾶν ἄνδρας Ἰούδα καὶ Κύριος ἐπάταξε τὸν Ἱεροβοὰμ καὶ τὸν Ἰσραὴλ ἐναντίον Ἀβιὰ καὶ Ἰούδα. καὶ ἔφυγον οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ προσώπου Ἰούδα, καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς τὰς χεῖρας αὐτῶν. καὶ ἐπάταξεν ἐν αὐτοῖς Ἀβιὰ καὶ ὁ λαὸς αὐτοῦ πληγὴν μεγάλην, καὶ ἔπεσον τραυματίαι ἀπὸ Ἰσραὴλ πεντακόσιαι χιλιάδες ἄνδρες δυνατοί. καὶ ἐταπεινώθησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ κατίσχυσαν οἱ υἱοὶ Ἰούδα, ὅτι ἤλπισαν ἐπὶ Κύριον Θεὸν τῶν πατέρων αὐτῶν. • Β Παρ 13,17-18

121. Ο Ιεροβοάμ [1 νεκρός]

καὶ οὐκ ἔσχεν ἰσχὺν Ἱεροβοὰμ ἔτι πάσας τὰς ἡμέρας Ἀβιά, καὶ ἐπάταξεν αὐτὸν Κύριος, καὶ ἐτελεύτησε. • Β Παρ 13,20

122. Αιθίοπες [1.000.000 νεκροί]

καὶ ἐξῆλθεν ἐπ' αὐτοὺς Ζαρὲ ὁ Αἰθίοψ ἐν δυνάμει ἐν χιλίαις χιλιάσι καὶ ἅρμασι τριακοσίοις, καὶ ἦλθεν ἕως Μαρισά. […] καὶ ἐπάταξε Κύριος τοὺς Αἰθίοπας ἐναντίον Ἰούδα, καὶ ἔφυγον Αἰθίοπες· καὶ κατεδίωξεν αὐτοὺς Ἀσὰ καὶ ὁ λαὸς αὐτοῦ ἕως Γεδώρ, καὶ ἔπεσον Αἰθίοπες ὥστε μὴ εἶναι ἐν αὐτοῖς περιποίησιν, ὅτι συνετρίβησαν ἐνώπιον Κυρίου καὶ ἐναντίον τῆς δυνάμεως αὐτοῦ, καὶ ἐσκύλευσαν σκῦλα πολλά. καὶ ἐξέκοψαν τὰς κώμας αὐτῶν κύκλῳ Γεδώρ, ὅτι ἐγενήθη ἔκστασις Κυρίου ἐπ' αὐτούς, καὶ ἐσκύλευσαν πάσας τὰς πόλεις αὐτῶν, ὅτι πολλὰ σκῦλα ἐγενήθη αὐτοῖς· • Β Παρ 14,9-14

123. Από φιλικά πυρά [;]

καὶ ἐν τῷ ἄρξασθαι αὐτοὺς τῆς αἰνέσεως καὶ τῆς ἐξομολογήσεως ἔδωκε Κύριος πολεμεῖν τοὺς υἱοὺς Ἀμμὼν ἐπὶ Μωὰβ καὶ ὄρος Σηεὶρ τοὺς ἐξελθόντας ἐπὶ Ἰούδαν, καὶ ἐτροπώθησαν. καὶ ἀνέστησαν οἱ υἱοὶ Ἀμμὼν καὶ Μωὰβ ἐπὶ τοὺς κατοικοῦντας ὄρος Σηεὶρ ἐξολοθρεῦσαι καὶ ἐκτρῖψαι αὐτούς· καὶ ὡς συνετέλεσαν τοὺς κατοικοῦντας Σηείρ, ἀνέστησαν εἰς ἀλλήλους τοῦ ἐξολοθρευθῆναι. […] καὶ ἐξῆλθεν Ἰωσαφὰτ καὶ ὁ λαὸς αὐτοῦ σκυλεῦσαι τὰ σκῦλα αὐτῶν καὶ εὗρον κτήνη πολλὰ καὶ ἀποσκευὴν καὶ σκῦλα καὶ σκεύη ἐπιθυμητὰ καὶ ἐσκύλευσαν ἐν αὐτοῖς. καὶ ἐγένοντο ἡμέραι τρεῖς σκυλευόντων αὐτῶν τὰ σκῦλα, ὅτι πολλὰ ἦν. • Β Παρ 20,22-25

124. Ο Ιωράμ [1 νεκρός]

ἰδοὺ Κύριος πατάξει σε πληγὴν μεγάλην ἐν τῷ λαῷ σου καὶ ἐν τοῖς υἱοῖς σου καὶ ἐν γυναιξί σου καὶ ἐν πάσῃ τῇ ἀποσκευῇ σου. […] καὶ ἐγένετο ἐξ ἡμερῶν εἰς ἡμέρας, καὶ ὡς ἦλθε καιρὸς τῶν ἡμερῶν ἡμέρας δύο, ἐξῆλθεν ἡ κοιλία αὐτοῦ μετὰ τῆς νόσου, καὶ ἀπέθανεν ἐν μαλακίᾳ πονηρᾷ. καὶ οὐκ ἐποίησεν ὁ λαὸς αὐτοῦ ἐκφορὰν καθὼς ἐκφορὰν πατέρων αὐτοῦ. • Β Παρ 21,14-19

125. Οι γιοι του Ιωράμ (εκτός από τον Οχοζία) [;]

Καὶ ἐβασίλευσαν οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ τὸν Ὀχοζίαν υἱὸν αὐτοῦ τὸν μικρὸν ἀντ' αὐτοῦ, ὅτι πάντας τοὺς πρεσβυτέρους ἀπέκτεινε τὸ ἐπελθὸν ἐπ' αὐτοὺς λῃστήριον, οἱ Ἄραβες καὶ οἱ Ἀλιμοζονεῖς· καὶ ἐβασίλευσεν Ὀχοζίας υἱὸς Ἰωρὰμ βασιλέως Ἰούδα. • Β Παρ 22,1

126. Ο Οχοζίας [1 νεκρός]

καὶ παρὰ τοῦ Θεοῦ ἐγένετο καταστροφὴ Ὀχοζίᾳ ἐλθεῖν πρὸς Ἰωράμ· καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐξῆλθε μετ' αὐτοῦ Ἰωρὰμ πρὸς Ἰοὺ υἱὸν Ναμεσσεΐ χριστὸν Κυρίου εἰς τὸν οἶκον Ἀχαάβ. καὶ ἐγένετο ὡς ἐξεδίκησεν Ἰοὺ τὸν οἶκον Ἀχαάβ, καὶ εὗρε τοὺς ἄρχοντας Ἰούδα καὶ τοὺς ἀδελφοὺς Ὀχοζίου λειτουργοῦντας τῷ Ὀχοζίᾳ καὶ ἀπέκτεινεν αὐτούς. καὶ εἶπε τοῦ ζητῆσαι τὸν Ὀχοζίαν, καὶ κατέλαβον αὐτὸν ἰατρευόμενον ἐν Σαμαρείᾳ καὶ ἤγαγον αὐτὸν πρὸς Ἰού, καὶ ἀπέκτεινεν αὐτὸν καὶ ἔθαψαν αὐτόν, ὅτι εἶπαν· υἱὸς Ἰωσαφάτ ἐστιν, ὃς ἐζήτησε τὸν Κύριον ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ. καὶ οὐκ ἦν ἐν οἴκῳ Ὀχοζίᾳ κατισχῦσαι δύναμιν περὶ τῆς βασιλείας. • Β Παρ 22,7-9

127. Ο Ιωάς [1 νεκρός + αγνωστος αριθμός]

καὶ οὐκ ἐμνήσθη Ἰωὰς τοῦ ἐλέους, οὗ ἐποίησεν Ἰωδαὲ ὁ πατὴρ αὐτοῦ μετ' αὐτοῦ, καὶ ἐθανάτωσε τὸν υἱὸν αὐτοῦ. καὶ ὡς ἀπέθνησκεν, εἶπεν· ἴδοι Κύριος καὶ κρινάτω. […] καὶ ἐγένετο μετὰ τὴν συντέλειαν τοῦ ἐνιαυτοῦ ἀνέβη ἐπ' αὐτὸν δύναμις Συρίας καὶ ἦλθεν ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλὴμ καὶ κατέφθειραν πάντας τοὺς ἄρχοντας τοῦ λαοῦ ἐν τῷ λαῷ […] ὅτι ἐν ὀλίγοις ἀνδράσι παρεγένετο δύναμις Συρίας, καὶ ὁ Θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτῶν δύναμιν πολλὴν σφόδρα, […] καὶ μετὰ Ἰωὰς ἐποίησε κρίματα. καὶ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς ἀπ' αὐτοῦ, ἐν τῷ ἐγκαταλιπεῖν αὐτὸν ἐν μαλακίαις μεγάλαις καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ ἐν αἵμασιν υἱοῦ Ἰωδαέ τοῦ ἱερέως καὶ ἐθανάτωσαν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ, καὶ ἀπέθανε· καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ καὶ οὐκ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν βασιλέων. • Β Παρ 24,20-25

128. Ο Αμασίας και ο στρατός των Ιουδαίων [1 νεκρός + άγνωστος αριθμός νεκρών]

καὶ ἐγένετο ὀργὴ Κυρίου ἐπὶ Ἀμασίαν […] καὶ ἐτροπώθη Ἰούδας κατὰ πρόσωπον Ἰσραήλ, καὶ ἔφυγεν ἕκαστος εἰς τὸ σκήνωμα αὐτοῦ. […] καὶ ἐν τῷ καιρῷ, ᾧ ἀπέστη Ἀμασίας ἀπὸ Κυρίου, καὶ ἐπέθεντο αὐτῷ ἐπίθεσιν, καὶ ἔφυγεν ἀπὸ Ἱερουσαλὴμ εἰς Λαχίς· καὶ ἀπέστειλαν κατόπισθεν αὐτοῦ εἰς Λαχὶς καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ. • Β Παρ 25,15-27

129. Ο βασιλιάς Άχαζ και Ιουδαίοι στρατιώτες [1 νεκρός + άγνωστος αριθμός]

Υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν Ἄχαζ […] καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέως Συρίας, καὶ ἐπάταξεν ἐν αὐτῷ καὶ ᾐχμαλώτευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν πολλὴν καὶ ἤγαγεν εἰς Δαμασκόν· καὶ γὰρ εἰς χεῖρας βασιλέως Ἰσραὴλ παρέδωκεν αὐτόν, καὶ ἐπάταξεν ἐν αὐτῷ πληγὴν μεγάλην. • Β Παρ 28,1-5

130. Ιουδαίοι που εγκατέλειψαν τον Θεό [120.000 νεκροί]

καὶ ἀπέκτεινε Φακεὲ ὁ τοῦ Ῥομελία βασιλεὺς Ἰσραὴλ ἐν Ἰούδᾳ ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν εἴκοσι χιλιάδας ἀνδρῶν δυνατῶν ἰσχύϊ ἐν τῷ καταλιπεῖν αὐτοὺς Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν. • Β Παρ 28,6

131. Η πτώση της Ιερουσαλήμ [;]

καὶ ἦσαν μυκτηρίζοντες τοὺς ἀγγέλους αὐτοῦ καὶ ἐξουθενοῦντες τοὺς λόγους αὐτοῦ καὶ ἐμπαίζοντες ἐν τοῖς προφήταις αὐτοῦ, ἕως ἀνέβη ὁ θυμὸς Κυρίου ἐν τῷ λαῷ αὐτοῦ, ἕως οὐκ ἦν ἴαμα. καὶ ἤγαγεν ἐπ' αὐτοὺς βασιλέα Χαλδαίων, καὶ ἀπέκτεινε τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαίᾳ ἐν οἴκῳ ἁγιάσματος αὐτοῦ καὶ οὐκ ἐφείσατο τοῦ Σεδεκίου καὶ τὰς παρθένους αὐτῶν οὐκ ἠλέησε καὶ τοὺς πρεσβυτέρους αὐτῶν ἀπήγαγον· τὰ πάντα παρέδωκεν ἐν χερσίν αὐτῶν. • Β Παρ 36,16-17

132. Ο Ολοφέρνης [1 νεκρός]

καὶ προσελθοῦσα τῷ κανόνι τῆς κλίνης, ὃς ἦν πρὸς κεφαλῆς Ὀλοφέρνου, καθεῖλε τὸν ἀκινάκην αὐτοῦ ἀπ' αὐτοῦ […] καὶ εἶπε· κραταίωσόν με, ὁ Θεὸς Ἰσραήλ, ἐν τῇ ἡμέρᾳ ταύτῃ. καὶ ἐπάταξεν εἰς τὸν τράχηλον αὐτοῦ δὶς ἐν τῇ ἰσχύϊ αὐτῆς καὶ ἀφεῖλε τὴν κεφαλὴν αὐτοῦ ἀπ' αὐτοῦ, καὶ ἀπεκύλισε τὸ σῶμα αὐτοῦ ἀπὸ τῆς στρωμνῆς καὶ ἀφεῖλε τὸ κωνωπεῖον ἀπὸ τῶν στύλων. […] • Ιδθ 13,6-10

133. Η σφαγή της Ιουδίθ [;]

Καὶ ὡς ἤκουσαν οἱ ἐν τοῖς σκηνώμασιν ὄντες, ἐξέστησαν ἐπὶ τὸ γεγονός, […] ὡς δὲ ἤκουσαν οἱ υἱοὶ Ἰσραήλ, πάντες ὁμοθυμαδὸν ἐπέπεσον ἐπ' αὐτοὺς καὶ ἔκοπτον αὐτοὺς ἕως Χωβά, ὡσαύτως δὲ καὶ οἱ ἐξ Ἱερουσαλὴμ παρεγενήθησαν καὶ ἐκ πάσης τῆς ὀρεινῆς, ἀνήγγειλαν γὰρ αὐτοῖς τὰ γεγονότα τῇ παρεμβολῇ τῶν ἐχθρῶν αὐτῶν· καὶ οἱ ἐν Γαλαὰδ καὶ οἱ ἐν τῇ Γαλιλαίᾳ ὑπερεκέρασαν αὐτοὺς πληγῇ μεγάλῃ, ἕως οὗ παρῆλθον Δαμασκὸν καὶ τὰ ὅρια αὐτῆς. οἱ δὲ λοιποὶ οἱ κατοικοῦντες Βαιτυλούα ἐπέπεσαν τῇ παρεμβολῇ Ἀσσοὺρ καὶ ἐπρονόμευσαν αὐτοὺς καὶ ἐπλούτησαν σφόδρα. οἱ δὲ υἱοὶ Ἰσραὴλ ἀναστρέψαντες ἀπὸ τῆς κοπῆς ἐκυρίευσαν τῶν λοιπῶν, καὶ αἱ κῶμαι καὶ αἱ ἐπαύλεις ἐν τῇ ὀρεινῇ καὶ πεδινῇ ἐκράτησαν πολλῶν λαφύρων, ἦν γὰρ πλῆθος πολὺ σφόδρα. • Ιδθ 15,1-7

134. Οι φόνοι εξαιτίας της Εσθήρ [15.813 (= 2 + 1 + 500 + 10 + 300 + 15.000) νεκροί]

[…] ὁ δὲ βασιλεὺς ἤτασε τοὺς δύο εὐνούχους καὶ ἐκρέμασεν αὐτούς· καὶ προσέταξεν ὁ βασιλεὺς καταχωρίσαι εἰς μνημόσυνον ἐν τῇ βασιλικῇ βιβλιοθήκῃ ὑπὲρ τῆς εὐνοίας Μαρδοχαίου ἐν ἐγκωμίῳ. […] καὶ ἐκρεμάσθη Ἀμὰν ἐπὶ τοῦ ξύλου, ὃ ἡτοιμάσθη Μαρδοχαίῳ. καὶ τότε ὁ βασιλεὺς ἐκόπασε τοῦ θυμοῦ. […] καὶ ἐν Σούσοις τῇ πόλει ἀπέκτειναν οἱ Ἰουδαῖοι ἄνδρας πεντακοσίους, […] καὶ εἶπεν Ἐσθὴρ τῷ βασιλεῖ· δοθήτω τοῖς Ἰουδαίοις χρῆσθαι ὡσαύτως τὴν αὔριον, ὥστε τοὺς δέκα υἱοὺς Ἀμὰν κρεμάσαι. καὶ ἐπέτρεψεν οὕτως γενέσθαι καὶ ἐξέθηκε τοῖς Ἰουδαίοις τῆς πόλεως τὰ σώματα τῶν υἱῶν Ἀμὰν κρεμάσαι. καὶ συνήχθησαν οἱ Ἰουδαῖοι ἐν Σούσοις τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ Ἀδὰρ καὶ ἀπέκτειναν ἄνδρας τριακοσίους καὶ οὐδὲν διήρπασαν. […] Καὶ εἶπε Μαρδοχαῖος· παρὰ τοῦ Θεοῦ ἐγένετο ταῦτα. • Εσθ 2 – Εσθ 10,4,

135. Αυτός που θυσίασε στα είδωλα και ο απεσταλμένος του Αντιόχου που τον παρότρυνε [2 νεκροί]

καὶ εἶδε Ματταθίας καὶ ἐζήλωσε, καὶ ἐτρόμησαν οἱ νεφροὶ αὐτοῦ, καὶ ἀνήνεγκε θυμὸν κατὰ τὸ κρίμα καὶ δραμὼν ἔσφαξεν αὐτὸν ἐπὶ τὸν βωμόν· καὶ τὸν ἄνδρα τοῦ βασιλέως τὸν ἀναγκάζοντα θύειν ἀπέκτεινεν ἐν τῷ καιρῷ ἐκείνῳ καὶ τὸν βωμὸν καθεῖλε. • Α Μακ 2,24-25

136. Αμαρτωλοί και άνομοι [;]

καὶ συνεστήσαντο δύναμιν καὶ ἐπάταξαν ἁμαρτωλοὺς ἐν ὀργῇ αὐτῶν καὶ ἄνδρας ἀνόμους ἐν θυμῷ αὐτῶν· καὶ οἱ λοιποὶ ἔφυγον εἰς τὰ ἔθνη σωθῆναι. • Α Μακ 2,44

137. Στρατιώτες του Σήρωνα [800 νεκροί]

Καὶ ἀνέστη Ἰούδας ὁ καλούμενος Μακκαβαῖος υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ. […] καὶ διῆλθεν ἐν πόλεσιν Ἰούδα καὶ ἐξωλόθρευσεν ἀσεβεῖς ἐξ αὐτῆς καὶ ἀπέστρεψεν ὀργὴν ἀπὸ Ἰσραὴλ […] Καὶ συνήγαγεν Ἀπολλώνιος ἔθνη καὶ ἀπὸ Σαμαρείας δύναμιν μεγάλην τοῦ πολεμῆσαι πρὸς Ἰσραήλ.καὶ ἔγνω Ἰούδας καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ καὶ ἐπάταξεν αὐτὸν καὶ ἀπέκτεινεν αὐτόν· […] καὶ εἶπεν Ἰούδας· εὔκοπόν ἐστι συγκλεισθῆναι πολλοὺς ἐν χερσὶν ὀλίγων, καὶ οὐκ ἔστι διαφορὰ ἐναντίον τοῦ Θεοῦ τοῦ οὐρανοῦ σῴζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις· […] καὶ αὐτὸς συντρίψει αὐτοὺς πρὸ προσώπου ἡμῶν· ὑμεῖς δὲ μὴ φοβηθῆτε ἀπ' αὐτῶν. […] ὡς δὲ ἐπαύσατο λαλῶν, ἐνήλατο εἰς αὐτοὺς ἄφνω, καὶ συνετρίβη Σήρων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἐνώπιον αὐτοῦ. καὶ ἐδίωκον αὐτὸν ἐν τῇ καταβάσει Βαιθωρὼν ἕως τοῦ πεδίου· καὶ ἔπεσον ἀπ' αὐτῶν εἰς ἄνδρας ὀκτακοσίους, […] • Α Μακ 3,1-26

138. Οι στρατιώτες του Γοργία [3.000 νεκροί]

καὶ συνηθροίσθη ἡ συναγωγὴ τοῦ εἶναι ἑτοίμους εἰς πόλεμον καὶ τοῦ προσεύξασθαι καὶ αἰτῆσαι ἔλεον καὶ οἰκτιρμούς. […] καὶ νῦν βοήσωμεν εἰς τὸν οὐρανόν, εἴ πως ἐλεήσει ἡμᾶς καὶ μνησθήσεται διαθήκης πατέρων ἡμῶν καὶ συντρίψει τὴν παρεμβολὴν ταύτην κατὰ πρόσωπον ἡμῶν σήμερον, καὶ γνώσεται πάντα τὰ ἔθνη ὅτι ἐστὶν ὁ λυτρούμενος καὶ σῴζων τὸν Ἰσραήλ. καὶ ἐξῆλθον ἐκ τῆς παρεμβολῆς εἰς πόλεμον· καὶ ἐσάλπισαν οἱ μετὰ Ἰούδα καὶ συνῆψαν καὶ συνετρίβησαν τὰ ἔθνη καὶ ἔφυγον εἰς τὸ πεδίον, οἱ δὲ ἔσχατοι πάντες ἔπεσον ἐν ῥομφαίᾳ. καὶ ἐδίωξαν αὐτοὺς ἕως Γαζηρὼν καὶ ἕως τῶν πεδίων τῆς Ἰδουμαίας καὶ Ἀζώτου καὶ Ἰαμνείας, καὶ ἔπεσον ἐξ αὐτῶν εἰς ἄνδρας τρισχιλίους καὶ ἐπιστραφέντες ὕμνουν καὶ εὐλόγουν εἰς οὐρανὸν ὅτι καλόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. • Α Μακ 3,44 – Α Μακ 4,24

139. Στρατιώτες του Λυσία, Ιδουμαίοι και Αμμανίτες [5.000 νεκροί + άγνωστο πλήθος νεκρών]

καὶ ἐν τῷ ἐχομένῳ ἐνιαυτῷ συνελόχισεν ὁ Λυσίας ἀνδρῶν ἐπιλέκτων ἑξήκοντα χιλιάδας καὶ πεντακισχιλίαν ἵππον, ὥστε ἐκπολεμῆσαι αὐτούς. […] καὶ συνήντησεν αὐτοῖς Ἰούδας ἐν δέκα χιλιάσιν ἀνδρῶν. καὶ εἶδε τὴν παρεμβολὴν ἰσχυρὰν καὶ προσηύξατο καὶ εἶπεν· […] δὸς αὐτοῖς δειλίαν καὶ τῆξον θράσος ἰσχύος αὐτῶν, καὶ σαλευθήτωσαν τῇ συντριβῇ αὐτῶν· κατάβαλε αὐτοὺς ῥομφαίᾳ ἀγαπώντων σε, καὶ αἰνεσάτωσάν σε πάντες οἱ εἰδότες τὸ ὄνομά σου ἐν ὕμνοις. καὶ συνέβαλον ἀλλήλοις, καὶ ἔπεσον ἐκ τῆς παρεμβολῆς Λυσίου εἰς πεντακισχιλίους ἄνδρας καὶ ἔπεσον ἐξ ἐναντίας αὐτῶν. […] καὶ ἐπολέμει Ἰούδας πρὸς τοὺς υἱοὺς Ἡσαῦ ἐν τῇ Ἰδουμαίᾳ, τὴν Ἀκραβαττήνην, ὅτι περιεκάθηντο τὸν Ἰσραήλ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην καὶ συνέστειλεν αὐτοὺς καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν. […] καὶ διεπέρασεν ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν καὶ εὗρε χεῖρα κραταιὰν καὶ λαὸν πολὺν καὶ Τιμόθεον ἡγούμενον αὐτῶν· καὶ συνῆψε πρὸς αὐτοὺς πολέμους πολλούς, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτούς. • Α Μακ 4,34 – 5,7

140. Εθνικοί [11.000 νεκροί + οι άνδρες 2 πόλεων]

καὶ ἐπορεύθη Σίμων εἰς τὴν Γαλιλαίαν καὶ συνῆψε πολέμους πολλοὺς πρὸς τὰ ἔθνη, καὶ συνετρίβη τὰ ἔθνη ἀπὸ προσώπου αὐτοῦ, καὶ ἐδίωξεν αὐτοὺς ἕως τῆς πύλης Πτολεμαΐδος. καὶ ἔπεσον ἐκ τῶν ἐθνῶν εἰς τρισχιλίους ἄνδρας, καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν. καὶ παρέλαβε τοὺς ἐν τῇ Γαλιλαίᾳ καὶ ἐν Ἀρβάττοις σὺν ταῖς γυναιξὶ καὶ τοῖς τέκνοις καὶ πάντα, ὅσα ἦν αὐτοῖς, καὶ ἤγαγεν εἰς τὴν Ἰουδαίαν μετ' εὐφροσύνης μεγάλης. […] καὶ ἀπέστρεψεν Ἰούδας καὶ ἡ παρεμβολὴ αὐτοῦ ὁδὸν εἰς τὴν ἔρημον Βόσοῤῥα ἄφνω· καὶ κατελάβετο τὴν πόλιν καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας καὶ ἔλαβε πάντα τὰ σκῦλα αὐτῶν καὶ ἐνέπρησεν αὐτὴν πυρί.[…] καὶ ἐπέγνω ἡ παρεμβολὴ Τιμοθέου ὅτι Μακκαβαῖός ἐστι, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην, καὶ ἔπεσον ἐξ αὐτῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς ὀκτακισχιλίους ἄνδρας. καὶ ἀπέκλινεν εἰς Μααφὰ καὶ ἐπολέμησεν αὐτὴν καὶ προκατελάβετο αὐτὴν καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν αὐτῆς καὶ ἔλαβε τὰ σκῦλα αὐτῆς καὶ ἐνέπρησεν αὐτὴν πυρί. […] καὶ ἀπώλεσε πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας καὶ ἐξεῤῥίζωσεν αὐτὴν καὶ ἔλαβε τὰ σκῦλα αὐτῆς καὶ διῆλθε διὰ τῆς πόλεως ἐπάνω τῶν ἀπεκταμμένων. • Α Μακ 5,21-51

141. Ο στρατός του Νικάνορα [??? 5.000 ή > 9.000 ή 35.000 νεκροί]

καὶ ἔπεσον τῶν παρὰ Νικάνορος ὡσεὶ πεντακισχίλοι ἄνδρες, καὶ ἔφυγον εἰς τὴν πόλιν Δαυίδ. […] καὶ ἐξῆλθον ἐκ πασῶν τῶν κωμῶν τῆς Ἰουδαίας κυκλόθεν καὶ ὑπερεκέρων αὐτούς, καὶ ἀνέστρεφον οὗτοι πρὸς τούτους, καὶ ἔπεσον πάντες ῥομφαίᾳ, καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς.καὶ ἔλαβον τὰ σκῦλα καὶ τὴν προνομήν, καὶ τὴν κεφαλὴν Νικάνορος ἀφεῖλον καὶ τὴν δεξιὰν αὐτοῦ, ἣν ἐξέτεινεν ὑπερηφάνως, καὶ ἤνεγκαν καὶ ἐξέτειναν παρὰ τὴν Ἱερουσαλήμ. • Α Μακ 7,32-47

γενομένου δὲ αὐτοῖς τοῦ Παντοκράτορος συμμάχου, κατέσφαξαν τῶν πολεμίων ὑπὲρ τοὺς ἐνακισχιλίους, τραυματίας δὲ καὶ τοῖς μέλεσιν ἀναπήρους τὸ πλεῖστον μέρος τῆς τοῦ Νικάνορος στρατιᾶς ἐποίησαν, πάντας δὲ φυγεῖν ἠνάγκασαν. • Β Μακ 8,24

καὶ ταῖς μὲν χερσὶν ἀγωνιζόμενοι, ταῖς δὲ καρδίαις πρὸς τὸν Θεὸν εὐχόμενοι κατέστρωσαν οὐδὲν ἧττον μυριάδων τριῶν καὶ πεντακισχιλίων, τῇ τοῦ Θεοῦ μεγάλως εὐφρανθέντες ἐπιφανείᾳ. • Β Μακ 15,27

142. [1.000 ή > 20.000 ή νεκροί]

καὶ εἶπεν Ἰωνάθαν τοῖς παρ' αὐτοῦ· ἀναστῶμεν νῦν καὶ πολεμήσωμεν ὑπὲρ τῶν ψυχῶν ἡμῶν, […] νῦν οὖν κεκράξατε εἰς οὐρανόν, ὅπως διασωθῆτε ἐκ χειρὸς ἐχθρῶν ὑμῶν. καὶ διέπεσον παρὰ Βακχίδου τῇ ἡμέρᾳ ἐκείνῃ εἰς χιλίους ἄνδρας. • Α Μακ 9,46-49

καὶ τοῖς περὶ Τιμόθεον καὶ Βακχίδην συνερίσαντες ὑπὲρ τοὺς δισμυρίους αὐτῶν ἀνεῖλον τὸν δὲ φυλάρχην τῶν περὶ Τιμόθεον ἀνεῖλον, ἀνοσιώτατον ἄνδρα καὶ πολλὰ τοὺς Ἰουδαίους ἐπιλελυπηκότα. […] • Β Μακ 8,30-33

143. Αλλόφυλοι στη μάχη της Κάδης [3.000 νεκροί]

καὶ ἔπεσον ἐκ τῶν ἀλλοφύλων ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς ἄνδρας τρισχιλίους. καὶ ἐπέστρεψεν Ἰωνάθαν εἰς Ἱερουσαλήμ. • Α Μακ 11,74

144. Στους πύργους της Αζώτου [2.000 νεκροί]

καὶ ἔφυγον ἕως εἰς τοὺς πύργους τοὺς ἐν τοῖς ἀγροῖς Ἀζώτου, καὶ ἐνεπύρισεν αὐτὴν ἐν πυρί, καὶ ἔπεσον ἐξ αὐτῶν εἰς ἄνδρας δισχιλίους καὶ ἀπέστρεψεν εἰς γῆν Ἰούδα μετ' εἰρήνης. • Α Μακ 16,10

145. Ανδρόνικος [1 νεκρός]

ψυχικῶς οὖν ὁ Ἀντίοχος ἐπιλυπηθεὶς καὶ τραπεὶς εἰς ἔλεον καὶ δακρύσας διὰ τὴν τοῦ μετηλλαχότος σωφροσύνην καὶ πολλὴν εὐταξίαν καὶ πυρωθεὶς τοῖς θυμοῖς, παραχρῆμα τὴν τοῦ Ἀνδρονίκου πορφύραν περιελόμενος καὶ τοὺς χιτῶνας περιῤῥήξας, περιαγαγὼν καθ' ὅλην τὴν πόλιν, ἐπ' αὐτὸ τὸν τόπον, οὗπερ εἰς τὸν Ὀνίαν ἠσέβησεν, ἐκεῖ τὸν μιαιφόνον ἀπεκόσμησε, τοῦ Κυρίου τὴν ἀξία αὐτῷ κόλασιν ἀποδόντος. • Β Μακ 4,38

146. Λυσίμαχος [1 νεκρός]

δι' ἣν αἰτίαν πολλοὺς μὲν αὐτῶν τραυματίας ἐποίησαν, τινὰς δὲ καὶ κατέβαλον, πάντας δὲ εἰς φυγὴν συνήλασαν, αὐτὸν δὲ τὸν ἱερόσυλον παρὰ τὸ γαζοφυλάκιον ἐχειρώσαντο. • Β Μακ 4,42

147. [21.103 νεκροί]

• Β Μακ 8,32 – Β Μακ 10,38

148. Ο Αντίοχος [1 νεκρός]

ὁ δὲ πανεπόπτης Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ ἐπάταξεν αὐτὸν ἀνιάτῳ καὶ ἀοράτῳ πληγῇ· ἄρτι δὲ αὐτοῦ καταλήξαντος τὸν λόγον, ἔλαβεν αὐτὸν ἀνήκεστος τῶν σπλάγχνων ἀλγηδὼν καὶ πικραὶ τῶν ἔνδον βάσανοι, […] ὥστε καὶ ἐκ τοῦ σώματος τοῦ δυσσεβοῦς σκώληκας ἀναζεῖν, καὶ ζῶντος ἐν ὀδύναις καὶ ἀλγηδόσι τὰς σάρκας αὐτοῦ διαπίπτειν, ὑπὸ δὲ τῆς ὀσμῆς αὐτοῦ πᾶν τὸ στρατόπεδον βαρύνεσθαι τῇ σαπρίᾳ. […] καὶ μηδὲ τῆς ὀσμῆς αὐτοῦ δυνάμενος ἀνέχεσθαι ταῦτ' ἔφη· δίκαιον ὑποτάσσεσθαι τῷ Θεῷ καὶ μὴ θνητὸν ὄντα ἰσόθεα φρονεῖν ὑπερηφάνως. […] Ὁ μὲν οὖν ἀνδροφόνος καὶ βλάσφημος τὰ χείριστα παθών, ὡς ἑτέρους διέθηκεν, ἐπὶ ξένης ἐν τοῖς ὄρεσιν οἰκτίστῳ μόρῳ κατέστρεψε τὸν βίον. • Β Μακ 9,5-28

149. Ιδουμαίοι και Ιουδαίοι [τουλάχιστον 20.000 νεκροί]

ὁμοῦ δὲ τούτῳ καὶ οἱ Ἰδουμαῖοι ἐγκρατεῖς ἐπικαίρων ὀχυρωμάτων ὄντες ἐγύμναζον τοὺς Ἰουδαίους, καὶ τοὺς φυγαδευθέντας ἀπὸ Ἱεροσολύμων προσλαβόμενοι πολεμοτροφεῖν ἐπεχείρουν. οἱ δὲ περὶ τὸν Μακκαβαῖον ποιησάμενοι λιτανείαν καὶ ἀξιώσαντες τὸν Θεὸν σύμμαχον αὐτοῖς γενέσθαι, ἐπὶ τὰ τῶν Ἰδουμαίων ὀχυρώματα ὥρμησαν, οἷς καὶ προσβαλόντες εὐρώστως ἐγκρατεῖς ἐγένοντο τῶν τόπων πάντας τε τοὺς ἐπὶ τῷ τείχει μαχομένους ἠμύναντο κατέσφαζόν τε τοὺς ἐμπίπτοντας, ἀνεῖλον δὲ οὐχ ἦττον τῶν δισμυρίων. • Β Μακ 10,15-17

150. Τα παιδιά και οι δούλοι του Ιώβ [;]

ἔτι τούτου λαλοῦντος ἄλλος ἄγγελος ἔρχεται λέγων τῷ Ἰώβ· τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ, ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν· ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. • Ιωβ 1,18-19

151. Άγνωστο περιστατικό [;]

ἀλλὰ καὶ τούτων ὡς ἀνθρώπων ἐφείσω ἀπέστειλάς τε προδρόμους τοῦ στρατοπέδου σου σφῆκας, ἵνα αὐτοὺς κατὰ βραχὺ ἐξολοθρεύσωσιν. οὐκ ἀδυνατῶν ἐν παρατάξει ἀσεβεῖς δικαίοις ὑποχειρίους δοῦναι ἢ θηρίοις δεινοῖς ἢ λόγῳ ἀποτόμῳ ὑφ' ἓν ἐκτρῖψαι, • Σοφ 12,8-9

152. Ο Ανανίας [1 νεκρός]

καὶ εἶπεν Ἱερεμίας τῷ Ἀνανίᾳ· οὐκ ἀπέσταλκέ σε Κύριος, καὶ πεποιθέναι ἐποίησας τὸν λαὸν τοῦτον ἐπ' ἀδίκῳ. διὰ τοῦτο οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ ἐξαποστέλλω σε ἀπὸ προσώπου τῆς γῆς, τούτῳ τῷ ἐνιαυτῷ ἀποθανῇ. καὶ ἀπέθανεν ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ. • Ιερ 35,15-17

153. Η σύζυγος του Ιεζεκιήλ [1 νεκρή]

Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ λαμβάνω ἐκ σοῦ τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν σου ἐν παρατάξει· οὐ μὴ κοπῇς οὐδ' οὐ μὴ κλαυσθῇς. στεναγμὸς αἵματος, ὀσφύος, πένθους ἐστίν· οὐκ ἔσται τὸ τρίχωμά σου συμπεπλεγμένον ἐπὶ σὲ καὶ τὰ ὑποδήματά σου ἐν τοῖς ποσί σου, οὐ μὴ παρακληθῇς ἐν χείλεσιν αὐτῶν καὶ ἄρτον ἀνδρῶν οὐ μὴ φάγῃς. καὶ ἐλάλησα πρὸς τὸν λαὸν τὸ πρωΐ, ὃν τρόπον ἐνετείλατό μοι, καὶ ἀπέθανεν ἡ γυνή μου ἑσπέρας, καὶ ἐποίησα τὸ πρωΐ ὃν τρόπον ἐπετάγη μοι. • Ιεζ 24,15-18

154. Δύο πορνόγεροι [2 νεκροί]

καὶ ἀνεβόησε πᾶσα ἡ συναγωγὴ φωνῇ μεγάλῃ καὶ εὐλόγησαν τῷ Θεῷ τῷ σώζοντι τοὺς ἐλπίζοντας ἐπ' αὐτόν. καὶ ἀνέστησαν ἐπὶ τοὺς δύο πρεσβύτας, ὅτι συνέστησεν αὐτοὺς Δανιὴλ ἐκ τοῦ στόματος αὐτῶν ψευδομαρτυρήσαντας, καὶ ἐποίησαν αὐτοῖς ὃν τρόπον ἐπονηρεύσαντο τῷ πλησίον, ποιῆσαι κατὰ τὸν νόμον Μωυσῆ, καὶ ἀπέκτειναν αὐτούς; καὶ ἐσώθη αἷμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. • Σωσ 6-62

155. Ανανίας και Σαπφείρη [2 νεκροί]

ἀκούων δὲ ὁ Ἀνανίας τοὺς λόγους τούτους πεσὼν ἐξέψυξε, καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα. […] Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα καὶ ἡ γυνὴ αὐτοῦ, μὴ εἰδυῖα τὸ γεγονός, εἰσῆλθεν. […] πεσε δὲ παραχρῆμα παρὰ τοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς. • Πραξ 5,5-10

156. Ο Ηρώδης [1 νεκρός]

παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος Κυρίου ἀνθ᾿ ὧν οὐκ ἔδωκε τὴν δόξαν τῷ Θεῷ, καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν. • Πραξ 12,23

157. Ο Ιησούς [1 νεκρός]

Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾿ ἡμῶν; ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾿ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; • Ρωμ 8,31-32

εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ' ἐσχάτων τῶν χρόνων δι' ὑμᾶς • Α Πετ 1,18-20

Αν δεν έχει γίνει λάθος στην καταμέτρηση, τα εξακριβωμένα θύματα είναι 2.293.799. Αν συνυπολογίσει όμως κανείς, ότι παραμένει άγνωστος ο αριθμός των θυμάτων των διαφόρων πόλεων, στρατών, τα θύματα του κατακλυσμού του Νώε, των Σοδόμων και Γομόρρων, ή τα θύματα των αμέτρητων επιδημιών, λιμών, βιασμών κ.λπ., τότε ο αριθμός θα φθάσει σε δυσθεώρητα ύψη.

Για να περάσουμε και στην αντίπερα όχθη, πόσους σκότωσε ο Σατανάς;

Το μόνο που βρέθηκε, ήταν η «αντιπαράθεσή του» με τον Γιαχβέ σχετικά με τον Ιώβ (Ιώβ κεφ. 1). Η ιστορία έχει κάπως έτσι: Στην Αυσίτιδα ζούσε κάποτε ένας άνθρωπος που ονομαζόταν Ιώβ. Είχε αποκτήσει εφτά γιους και τρεις θυγατέρες. Ο Γιαχβέ λέει στον Σατανά: «Πρόσεξες τον δούλο μου, τον Ιώβ; Δεν υπάρχει άλλος σαν κι αυτόν πάνω στη γη, είναι άνθρωπος ακέραιος κι ευθύς, με σέβεται και αποστρέφεται το κακό». Ο Σατανάς του απάντησε: «Μήπως με το αζημίωτο σε σέβεται ο Ιώβ; (σ.σ.: κλασικός Εβραίος). Κάνε πως αγγίζεις τα υπάρχοντά του και να δεις αν δημόσια δεν σε βλαστημήσει». (σ.σ.: κλασικός Εβραίος 2) Είπε τότε ο Γιαχβέ στον Σατανά: «Ορίστε, σου παραδίδω όλα τα υπάρχοντά του, μόνο πάνω στον ίδιο να μην απλώσεις χέρι». Και ο Σατανάς έφυγε από τη σύναξη του Γιαχβέ. Μια μέρα που οι γιοι και οι κόρες τού Ιώβ έτρωγαν κι έπιναν στο σπίτι του μεγαλύτερου αδερφού τους, φτάνει στον Ιώβ ένας αγγελιοφόρος. Ξαφνικά φύσηξε άνεμος δυνατός από την άλλη άκρη της ερήμου, χτύπησε το σπίτι από παντού και το γκρέμισε! Τα παιδιά πλακώθηκαν στα ερείπια και σκοτώθηκαν…

Έτσι φαίνεται ότι εδώ παίχτηκε ένα στοίχημα, οπότε μάλλον χρεώνονται και οι δύο τα δέκα αυτά θύματα. Αν είναι έτσι, το αποτέλεσμα έχει ως εξής:

Γιαχβέ: 2.293.799+10= 2.293.809 θύματα.

1 σχόλιο :

  1. ΕΔΩ ΑΚΡΙΒΩΣ , ΦΥΣΙΚΑ ΚΡΥΒΕΤΑΙ Η ΕΥΣΠΛΑΧΝΊΑ , ΤΟ ΕΛΕΟΣ , Η ΑΓΑΠΗ , Η ΑΓΝΟΤΗΤΑ ,Η ΑΝΙΔΙΟΤΈΛΕΙΑ ,Η ΣΥΓΧΏΡΕΣΗ ΑΠΟ ΤΟΝ ΘΕΟ ΓΙΑΧΒΕ ΠΟΥ ΤΙΜΩΡΕΙ ΚΑΙ ΕΚΔΙΚΕΊΤΑΙ ΤΑ ΔΗΜΙΟΥΡΓΉΜΑΤΆ ΤΟΥ . ΜΟΝΟ ΠΟΥ ΕΙΝΑΙ ΠΟΛΥ ΚΑΛΑ ΚΡΥΜΕΝΗ......

    ΑπάντησηΔιαγραφή