ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.
135 Αἰαίην δ᾽ ἐς νῆσον ἀφικόμεθ᾽· ἔνθα δ᾽ ἔναιε
Κίρκη ἐϋπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,
αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο·
ἄμφω δ᾽ ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιο
μητρός τ᾽ ἐκ Πέρσης, τὴν Ὠκεανὸς τέκε παῖδα.
140 ἔνθα δ᾽ ἐπ᾽ ἀκτῆς νηῒ κατηγαγόμεσθα σιωπῇ
ναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν.
ἔνθα τότ᾽ ἐκβάντες δύο τ᾽ ἤματα καὶ δύο νύκτας
κείμεθ᾽, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.
ἀλλ᾽ ὅτε δὴ τρίτον ἦμαρ ἐϋπλόκαμος τέλεσ᾽ Ἠώς,
145 καὶ τότ᾽ ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ
καρπαλίμως παρὰ νηὸς ἀνήϊον ἐς περιωπήν,
εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην.
ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών,
καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης
150 Κίρκης ἐν μεγάροισι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.
μερμήριξα δ᾽ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
ἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν.
ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι,
πρῶτ᾽ ἐλθόντ᾽ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης
155 δεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι.
ἀλλ᾽ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,
καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα,
ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν
ἧκεν· ὁ μὲν ποταμόνδε κατήϊεν ἐκ νομοῦ ὕλης
160 πιόμενος· δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.
τὸν δ᾽ ἐγὼ ἐκβαίνοντα κατ᾽ ἄκνηστιν μέσα νῶτα
πλῆξα· τὸ δ᾽ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε,
κὰδ δ᾽ ἔπεσ᾽ ἐν κονίῃσι μακών, ἀπὸ δ᾽ ἔπτατο θυμός.
τῷ δ᾽ ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆς
165 εἰρυσάμην· τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ
εἴασ᾽· αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε,
πεῖσμα δ᾽, ὅσον τ᾽ ὄργυιαν, ἐϋστρεφὲς ἀμφοτέρωθεν
πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου,
βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαιναν,
170 ἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦεν ἐπ᾽ ὤμου
χειρὶ φέρειν ἑτέρῃ· μάλα γὰρ μέγα θηρίον ἦεν.
κὰδ δ᾽ ἔβαλον προπάροιθε νεός, ἀνέγειρα δ᾽ ἑταίρους
μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·
«Ὦ φίλοι, οὐ γάρ πω καταδυσόμεθ᾽, ἀχνύμενοί περ,
175 εἰς Ἀΐδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ·
ἀλλ᾽ ἄγετ᾽, ὄφρ᾽ ἐν νηῒ θοῇ βρῶσίς τε πόσις τε,
μνησόμεθα βρώμης μηδὲ τρυχώμεθα λιμῷ.»
Ὣς ἐφάμην, οἱ δ᾽ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο·
ἐκ δὲ καλυψάμενοι παρὰ θῖν᾽ ἁλὸς ἀτρυγέτοιο
180 θηήσαντ᾽ ἔλαφον· μάλα γὰρ μέγα θηρίον ἦεν.
αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσι,
χεῖρας νιψάμενοι τεύχοντ᾽ ἐρικυδέα δαῖτα.
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
ἥμεθα δαινύμενοι κρέα τ᾽ ἄσπετα καὶ μέθυ ἡδύ·
185 ἦμος δ᾽ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
καὶ τότ᾽ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·
«Κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι·
190 ὦ φίλοι, οὐ γὰρ ἴδμεν ὅπῃ ζόφος οὐδ᾽ ὅπῃ ἠώς,
οὐδ᾽ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσ᾽ ὑπὸ γαῖαν
οὐδ᾽ ὅπῃ ἀννεῖται· ἀλλὰ φραζώμεθα θᾶσσον
εἴ τις ἔτ᾽ ἔσται μῆτις· ἐγὼ δ᾽ οὐκ οἴομαι εἶναι.
εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼν
195 νῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται.
αὐτὴ δὲ χθαμαλὴ κεῖται· καπνὸν δ᾽ ἐνὶ μέσσῃ
ἔδρακον ὀφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.»

***
Πήραμε τότε να ανοιχτούμε με ψυχή περίλυπη,χαρούμενοι που δεν μας βρήκε ο χάρος,
χάνοντας όμως τους καλούς συντρόφους.
Κάποτε φτάσαμε σ᾽ ένα νησί, την Αία, το κατοικούσε η Κίρκη,
δαιμονική θεά, ωραίες πλεξούδες, ανθρώπινη μιλιά,
αυταδελφή του Αιήτη, που ο νους του πάντα στο κακό.
Ήταν κι οι δυο τους γεννημένοι από τον Ήλιο, οπού χαρίζει
στους θνητούς το φως· μάνα τους είχανε την Πέρση,
του Ωκεανού τη θυγατέρα.
140 Εκεί με το καράβι στο ακρογιάλι αράξαμε, ψάχνοντας σιωπηλοί
λιμάνι σίγουρο· ένας θεός μάς ηγεμόνευε.
Βγαίνοντας στη στεριά, δυο μέρες και δυο νύχτες πέσαμε εξοντωμένοι,
από τον κάματο κι από τον πόνο που έτρωγε τα σπλάχνα μας.
Ώσπου η Αυγή καλλίκομη ξημέρωσε την τρίτη μέρα· τότε κι εγώ
πιάνω με το ᾽να χέρι μου το δόρυ, με τ᾽ άλλο κοφτερό σπαθί,
κι αφήνοντας το πλοίο πίσω μου, γύρεψα ξάγναντο,
μήπως και δω χωράφι δουλεμένο, ακούσω ανθρώπινη φωνή.
Εκεί ανεβασμένος, στήθηκα σε βίγλα απόκρημνη, όπου
μου φάνηκε πως είδα να ψηλώνει από την απλωμένη γη καπνός·
150 ήταν της Κίρκης το παλάτι, σε δάση ανάμεσα και σε πυκνούς δρυμούς.
Για λίγο τότε ταλαντεύθηκα στον νου και στην ψυχή μου,
αν έπρεπε να προχωρήσω, να εντοπίσω τον καπνό της φλόγας που έβλεπα.
Κι όπως το σκέφτηκα, αυτό μου φάνηκε καλύτερο:
γυρίζοντας και πάλι πίσω στον γιαλό, στο γρήγορο καράβι,
πρώτα να δώσω στους συντρόφους μου να φάνε,
μετά να στείλω κάποιους, να μάθουν περισσότερα.
Και προχωρώντας, κόντευα πια να φτάσω το αμφίκυρτό μας πλοίο, όταν
ένας θεός λυπήθηκε την τόση μοναξιά μου, κι έφερε
στον δρόμο μου ένα μεγάλο ελάφι· με τα ψηλά του κέρατα κατέβαινε
στον ποταμό, αφήνοντας τον τόπο της βοσκής του μες στα δάση,
160 να πιει νερό, γιατί το τυραννούσε ο πυρωμένος ήλιος.
Κι όπως το είδα εκεί μπροστά μου, το χτύπησα πισώπλατα, καταμεσής
στο ραχοκόκαλο· το χάλκινό μου δόρυ πέρασε το σώμα και βγήκε
αντίκρυ· το ελάφι βόγγηξε, σωριάστηκε στη σκόνη
κι αυτοστιγμεί ξεψύχησε.
Τότε κι εγώ, πατώντας πάνω του, το χάλκινο κοντάρι τράβηξα
απ᾽ την πληγή και το άφησα γερτό στο χώμα· ύστερα σπάζω
κλωνάρια λυγαριάς, τα ᾽πλεξα μεταξύ τους,
σχοινί καλοστριμμένο κι απ᾽ τις δυο μεριές, κοντά μια οργιά,
και δένοντας σφιχτά τα δυο του πόδια φορτώθηκα
στον σβέρκο μου το αγρίμι φοβερό.
Και φορτωμένος έτσι, τον δρόμο πήρα κατεβαίνοντας
στο μαύρο μας καράβι, έχοντας στήριγμα το δόρυ μου,
170 γιατί δεν ήταν τρόπος, μόνο με το ᾽να χέρι, στον ώμο μου να συγκρατώ
τόσο μεγάλο θήραμα.
Τέλος, το απόθεσα εκεί μπροστά στο πλοίο κι αμέσως
τους συντρόφους σίμωσα, μιλώντας στον καθένα χωριστά
με λόγια μαλακά, να αναθαρρήσουν:
«Όχι, καλοί μου φίλοι, κι αν μας βαραίνει τόση λύπη, δεν πρέπει ακόμη
να βουλιάξουμε στα βάθη του Άδη, προτού μας βρει
της μοίρας μας η μαύρη μέρα.
Εμπρός λοιπόν, όσο υπάρχει σ᾽ αυτό το γρήγορο καράβι βρώση και πόση,
ας θυμηθούμε το φαΐ, να μη μας βασανίζει κι άλλο η πείνα.»
Έτσι τους μίλησα, κι εκείνοι πρόθυμα υπάκουσαν στα λόγια μου·
ξέσκεποι τώρα, στο περιγιάλι της ατρύγητης θαλάσσης,
180 το ελάφι θαύμαζαν, τόσο μεγάλο αγρίμι που ήταν.
Κι όταν με τη θωριά του ευφράνθηκαν τα μάτια τους,
απόνιψαν τα χέρια τους κι ετοίμασαν το έξοχο γεύμα.
Όλη τη μέρα, ωσότου δύσει ο ήλιος για καλά,
μείναμε εκεί τρώγοντας πίνοντας άφθονο κρέας και γλυκό κρασί.
Και μόνο όταν, βασιλεύοντας ο ήλιος, έπεσε γύρω μας σκοτάδι,
να κοιμηθούμε πήγαμε στης θάλασσας το περιγιάλι.
Την άλλη μέρα ξημερώνοντας ρόδισε η Αυγή τον ουρανό,
τότε κι εγώ συγκάλεσα τη σύναξη, κι ανάμεσό τους σ᾽ όλους μίλησα:
«Ακούστε, σύντροφοι, τα λόγια μου, κι ας σας βαραίνουν τόσα πάθη·
190 καλοί μου φίλοι, εδώ δεν ξέρουμε πού σκοτεινιάζει και πού φέγγει,
το πού ο φωτοδότης ήλιος δύει κάτω από τη γη, το πού ανατέλλει·
πρέπει λοιπόν, και γρήγορα, να το σκεφτούμε.
Μπορεί και να μας έλθει τώρα η έμπνευση·
εμένα ο νους μου πάντως σταματά.
Γιατί, ανεβαίνοντας σε βίγλα απόκρημνη, είδα τριγύρω
ένα νησί, στεφανωμένο από πελάγη ατέρμονα·
έτσι απλωμένο, μοιάζει χαμηλό· κάπου στη μέση πήραν
τα μάτια μου καπνό, σε δάση ανάμεσα και σε πυκνούς δρυμούς.»
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου