ἐς Τροίην ἡγεῖτο Διῒ φίλος· ἐν δὲ ἑκάστῃ
170 πεντήκοντ᾽ ἔσαν ἄνδρες ἐπὶ κληῗσιν ἑταῖροι·
πέντε δ᾽ ἄρ᾽ ἡγεμόνας ποιήσατο τοῖς ἐπεποίθει
σημαίνειν· αὐτὸς δὲ μέγα κρατέων ἤνασσε.
τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ,
υἱὸς Σπερχειοῖο, διιπετέος ποταμοῖο·
175 ὃν τέκε Πηλῆος θυγάτηρ, καλὴ Πολυδώρη,
Σπερχειῷ ἀκάμαντι, γυνὴ θεῷ εὐνηθεῖσα,
αὐτὰρ ἐπίκλησιν Βώρῳ, Περιήρεος υἷι,
ὅς ῥ᾽ ἀναφανδὸν ὄπυιε, πορὼν ἀπερείσια ἕδνα.
τῆς δ᾽ ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευε,
180 παρθένιος, τὸν τίκτε χορῷ καλὴ Πολυμήλη,
Φύλαντος θυγάτηρ· τῆς δὲ κρατὺς Ἀργειφόντης
ἠράσατ᾽, ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν
ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς.
αὐτίκα δ᾽ εἰς ὑπερῷ᾽ ἀναβὰς παρελέξατο λάθρῃ
185 Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν
Εὔδωρον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.
αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια
ἐξάγαγε πρὸ φόωσδε καὶ ἠελίου ἴδεν αὐγάς,
τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο
190 ἠγάγετο πρὸς δώματ᾽, ἐπεὶ πόρε μυρία ἕδνα,
τὸν δ᾽ ὁ γέρων Φύλας εὖ ἔτρεφεν ἠδ᾽ ἀτίταλλεν,
ἀμφαγαπαζόμενος ὡς εἴ θ᾽ ἑὸν υἱὸν ἐόντα.
τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε
Μαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν
195 ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον.
τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ,
πέμπτης δ᾽ Ἀλκιμέδων, Λαέρκεος υἱὸς ἀμύμων.
αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμ᾽ ἡγεμόνεσσιν Ἀχιλλεὺς
στῆσεν ἐῢ κρίνας, κρατερὸν δ᾽ ἐπὶ μῦθον ἔτελλε·
200 «Μυρμιδόνες, μή τίς μοι ἀπειλάων λελαθέσθω,
ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι
πάνθ᾽ ὑπὸ μηνιθμόν, καί μ᾽ ᾐτιάασθε ἕκαστος·
“σχέτλιε Πηλέος υἱέ, χόλῳ ἄρα σ᾽ ἔτρεφε μήτηρ,
νηλεές, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους·
205 οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν
αὖτις, ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ.”
ταῦτά μ᾽ ἀγειρόμενοι θάμ᾽ ἐβάζετε· νῦν δὲ πέφανται
φυλόπιδος μέγα ἔργον, ἕης τὸ πρίν γ᾽ ἐράασθε.
ἔνθα τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω.»
210 Ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
μᾶλλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλῆος ἄκουσαν.
ὡς δ᾽ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι
δώματος ὑψηλοῖο, βίας ἀνέμων ἀλεείνων,
ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι.
215 ἀσπὶς ἄρ᾽ ἀσπίδ᾽ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ᾽ ἀνήρ·
ψαῦον δ᾽ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι.
πάντων δὲ προπάροιθε δύ᾽ ἀνέρε θωρήσσοντο,
Πάτροκλός τε καὶ Αὐτομέδων, ἕνα θυμὸν ἔχοντες,
220 πρόσθεν Μυρμιδόνων πολεμιζέμεν. αὐτὰρ Ἀχιλλεὺς
βῆ ῥ᾽ ἴμεν ἐς κλισίην, χηλοῦ δ᾽ ἀπὸ πῶμ᾽ ἀνέῳγε
καλῆς δαιδαλέης, τήν οἱ Θέτις ἀργυρόπεζα
θῆκ᾽ ἐπὶ νηὸς ἄγεσθαι, ἐῢ πλήσασα χιτώνων
χλαινάων τ᾽ ἀνεμοσκεπέων οὔλων τε ταπήτων.
225 ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐδέ τις ἄλλος
οὔτ᾽ ἀνδρῶν πίνεσκεν ἀπ᾽ αὐτοῦ αἴθοπα οἶνον,
οὔτε τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διὶ πατρί.
τό ῥα τότ᾽ ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ
πρῶτον, ἔπειτα δ᾽ ἔνιψ᾽ ὕδατος καλῇσι ῥοῇσι,
230 νίψατο δ᾽ αὐτὸς χεῖρας, ἀφύσσατο δ᾽ αἴθοπα οἶνον.
εὔχετ᾽ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον
οὐρανὸν εἰσανιδών· Δία δ᾽ οὐ λάθε τερπικέραυνον·
«Ζεῦ ἄνα, Δωδωναῖε, Πελασγικέ, τηλόθι ναίων,
Δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ
235 σοὶ ναίουσ᾽ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι.
ἠμὲν δή ποτ᾽ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο,
τίμησας μὲν ἐμέ, μέγα δ᾽ ἴψαο λαὸν Ἀχαιῶν,
ἠδ᾽ ἔτι καὶ νῦν μοι τόδ᾽ ἐπικρήηνον ἐέλδωρ·
αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι,
240 ἀλλ᾽ ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσι
μάρνασθαι· τῷ κῦδος ἅμα πρόες, εὐρύοπα Ζεῦ,
θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν, ὄφρα καὶ Ἕκτωρ
εἴσεται ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν
ἡμέτερος θεράπων, ἦ οἱ τότε χεῖρες ἄαπτοι
245 μαίνονθ᾽, ὁππότ᾽ ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος.
αὐτὰρ ἐπεί κ᾽ ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται,
ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο
τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν.»
Ὣς ἔφατ᾽ εὐχόμενος, τοῦ δ᾽ ἔκλυε μητίετα Ζεύς.
250 τῷ δ᾽ ἕτερον μὲν δῶκε πατήρ, ἕτερον δ᾽ ἀνένευσε·
νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε
δῶκε, σόον δ᾽ ἀνένευσε μάχης ἒξ ἀπονέεσθαι.
ἤτοι ὁ μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρὶ
ἂψ κλισίην εἰσῆλθε, δέπας δ᾽ ἀπέθηκ᾽ ἐνὶ χηλῷ,
255 στῆ δὲ πάροιθ᾽ ἐλθὼν κλισίης, ἔτι δ᾽ ἤθελε θυμῷ
εἰσιδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν.

***
Πενήντα οδήγησ᾽ ο Αχιλλεύς ογρήγορα καράβιαστην Τροίαν, και άνδρες κάθονταν πενήντα στο καθένα·
170 πέντε διόρισε αρχηγούς, έναν στα δέκα πλοία,
να είναι όλ᾽ υπήκοοι στην προσταγήν εκείνων,
και αυτός ως πρώτος αρχηγός βασίλευεν εις όλους.
Της σειράς πρώτης ο λαμπρός Μενέσθιος αρχηγούσε·
από την κόρην την καλήν γεννήθη του Πηλέως
175 την Πολυδώρην, που θνητή μ᾽ αθάνατον ενώθη,
τον Σπερχειόν, διογέννητο ποτάμι, αλλά πατέρας
του Περιήρους ο υιός, ο Βώρος ελεγόνταν,
που φανερά με άπειρα δώρα την πήρε νύμφην.
Της δεύτερης ο Εύδωρος ήτο αρχηγός, ο ανδρείος·
180 του Φύλαντος ανύμφευτο κοράσ᾽ η Πολυμήλη
τον γέννησ᾽ η καλόχορη που στον χορόν πιασμένην
της χρυσοτόξου Αρτέμιδος με συνομήλικές της
αγάπησεν ο αντίκακος Ερμής άμα την είδε.
Στ᾽ ανώγι ανέβηκε ο θεός και κρυφοαγκαλιασθήκαν
185 και στον καιρόν του είδε το φως αγόρι ζηλεμένο,
ο Εύδωρος, στον πόλεμον καλός και ανεμοπόδης.
Και αφού εκείνον έβγαλε να ιδεί το φως του ηλίου
η ωδινοφόρα Ειλείθυια, τότε την Πολυμήλην
την πήρε νύμφην σπίτι του ο μέγας Ακτορίδης
190 ο Εχεκλής, με άπειρα που ᾽χε προσφέρει δώρα.
Τον Εύδωρον ανάστησε και ανάθρεψε με πόθον
ο γέρος Φύλας σπίτι του ωσάν παιδί δικό του.
Ο Μαιμαλίδης Πείσανδρος της τρίτης αρχηγούσε
για το κοντάρι ασύγκριτος στους Μυρμιδόνας όλους
195 δεύτερ᾽ από τον Πάτροκλον τον φίλον του Αχιλλέως.
Της τέταρτης ο γέροντας ο Φοίνιξ, και της πέμπτης
αρχηγός ήταν ο λαμπρός Λαερκίδης Αλκιμέδων.
Και όλους αφού τους έστησε σιμά στους αρχηγούς των
μ᾽ ωραίαν τάξιν, αυστηρόν είπε ο Πηλείδης λόγον:
200 «Ω Μυρμιδόνες, όλοι σεις, ενθυμηθείτε πόσες
στες πρύμνες εφωνάζατε φοβέρες προς τους Τρώας,
εις του θυμού μου τον καιρόν και μου επαραπονείσθε:
«Κακέ Πηλείδη, με χολήν θα σ᾽ έθρεψε η μητέρα,
σκληρέ, που στανικώς κρατείς στες πρύμνες τους συντρόφους.
205 Αλλά να το πρυμνήσομε για την πατρίδα οπίσω
αφού ολέθριος έπεσε θυμός εις την ψυχήν σου».
Αυτά μου ελέγετε συχνά· αυτός σας τώρα ο πόθος
γίνεται, ιδού σάς έφεξε δεινού πολέμου ημέρα.
Όθεν καθείς ας ανδρειωθεί τους Τρώας να κτυπήσει».
210 Και στην φωνήν ως άναψαν του βασιλέως όλοι
τες τάξες των επύκνωσαν στενότερ᾽ από πρώτα.
Και ως όταν τοίχον υψηλής οικοδομής με λίθους
δένουν πυκνούς, ακλόνητον εις κάθε ορμήν ανέμου
ομοίως κράνη εδένονταν και ασπίδες, και άνδρας άνδρα,
215 κράνος το κράνος στήριζε και ασπίδα την ασπίδα·
και οι λαμπροί λόφοι ως έσκυφταν τες χαίτες τους εσμίγαν,
τόσο δεμένα ήσαν στενά· κι εμπρός των Μυρμιδόνων
αρματωμένοι, πρόθυμοι στην μάχην άνδρες δύο
με ψυχήν μίαν, Πάτροκλος ελάμπαν και Αυτομέδων.
220 Και στην σκηνήν ο Αχιλλεύς πηγαίνει και σηκώνει
το σκέπασμ᾽ από λάρνακα λαμπρήν που του ᾽χε βάλει
η Θέτις η ασημόποδη να πάρει στο καράβι,
και όμορφα του την στοίβασε με αντάνεμες χλαμύδες
με τάπητες πολύ δασείς και με καλούς χιτώνες.
225 Είχε και κούπαν πλουμιστήν οπού κανείς μ᾽ εκείνην
άλλος κρασί δεν έπινεν ούδ᾽ εις θεόν κανέναν
ο Αχιλλεύς εσπόνδιζεν, ή στον πατέρα Δία·
το επήρε και το εκάθαρε με θειάφι και κατόπι
μ᾽ ωραίο το πλυνε νερό, και αυτός εχερονίφθη
230 και αφού κρασί το εγέμισεν, ορθός εις την αυλήν του,
τα μάτια προς τον ουρανόν, εσπόνδιζε κι ευχόνταν·
και στην φωνήν του επρόσεχεν ο χαιρεβρόντης Δίας.
«Δία, θεέ Πελασγικέ, προστάτη στην Δωδώνην
πέρα την κακοχείμωνην, όπου από σε προφέρουν
235 οι άλουτοι, χαμόκοιτοι Σελλοί ρήματα θεία,
ως έδωκες ακρόασιν εις τες ευχές μου πρώτα,
κι επλήγωσες τους Αχαιούς κι ετίμησες εμένα,
και τώρα πάλιν την εξής ευχήν ευδόκησέ μου.
Ότι αν και μένω εγώ μακράν κλεισμένος στα καράβια,
240 ιδού στέλνω τον φίλον μου με Μυρμιδόνων πλήθη·
δόξαν λαμπρήν, βροντόφωνε Κρονίδη, απόστειλέ του,
θάρρος στα στήθη βάλε του, να μάθει ο Πριαμίδης,
ο ακόλουθός μου, αν μοναχός να πολεμεί γνωρίζει
ή μόνον τότε μαίνονται τ᾽ ανίκητά του χέρια
245 όταν πετιούμ᾽ εγώ μ᾽ αυτόν στου Άρη τον αγώνα.
Και άμα της μάχης την βοήν μακρύνει από τες πρύμνες,
να μου γυρίσει άβλαπτος με όλα τ᾽ άρματά μου
στα πλοία μας και οι σύντροφοι, κονταρομάχοι ανδρείοι».
Ευχήθη και τον άκουσεν ο πάνσοφος Κρονίδης·
250 Και των ευχών του ευδόκησε την μίαν ο πατέρας·
ν᾽ απομακρύνει ευδόκησε την μάχην απ᾽ τα πλοία,
αλλά του αρνήθη άβλαβος να γύρει απ᾽ την μάχην.
Και αφού ευχήθη με σπονδές, εμπήκε στην σκηνήν του
και απόθεσε στην λάρνακα το θαυμαστό ποτήρι,
255 και στην σκηνήν του εστάθη εμπρός με προθυμιά να βλέπει
των Τρώων και των Αχαιών τον φοβερόν αγώνα.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου