ΝΕΑΝΙΑΣ
ἀσπάζομαι. ΓΡ. τί φησιν; ΝΕ. ἀρχαία φίλη,
πολιὰ γεγένησαι ταχύ γε, νὴ τὸν οὐρανόν.
ΓΡ. τάλαιν᾽ ἐγὼ τῆς ὕβρεος ἧς ὑβρίζομαι.
1045 ΧΡ. ἔοικε διὰ πολλοῦ χρόνου σ᾽ ἑορακέναι.
ΓΡ. ποίου χρόνου, ταλάνταθ᾽, ὃς παρ᾽ ἐμοὶ χθὲς ἦν;
ΧΡ. τοὐναντίον πέπονθε τοῖς πολλοῖς ἄρα·
μεθύων γάρ, ὡς ἔοικεν, ὀξύτερον βλέπει.
ΓΡ. οὔκ, ἀλλ᾽ ἀκόλαστός ἐστιν ἀεὶ τοὺς τρόπους.
1050 ΝΕ. ὦ Ποντοπόσειδον καὶ θεοὶ πρεσβυτικοί,
ἐν τῷ προσώπῳ τῶν ῥυτίδων ὅσας ἔχει.
ΓΡ. ἆ ἆ,
τὴν δᾷδα μή μοι πρόσφερ᾽. ΧΡ. εὖ μέντοι λέγει.
ἐὰν γὰρ αὐτὴν εἷς μόνος σπινθὴρ βάλῃ,
ὥσπερ παλαιὰν εἰρεσιώνην καύσεται.
1055 ΝΕ. βούλει διὰ χρόνου πρός με παῖσαι; ΓΡ. ποῦ, τάλαν;
ΝΕ. αὐτοῦ, λαβοῦσα κάρυα. ΓΡ. παιδιὰν τίνα;
ΝΕ. πόσους ἔχεις ὀδόντας. ΧΡ. ἀλλὰ γνώσομαι
κἄγωγ᾽· ἔχει γὰρ τρεῖς ἴσως ἢ τέτταρας.
ΝΕ. ἀπότεισον· ἕνα γὰρ γομφίον μόνον φορεῖ.
1060 ΓΡ. ταλάντατ᾽ ἀνδρῶν, οὐχ ὑγιαίνειν μοι δοκεῖς,
πλυνόν με ποιῶν ἐν τοσούτοις ἀνδράσιν.
ΝΕ. ὄναιο μέντἄν, εἴ τις ἐκπλύνειέ σε.
ΧΡ. οὐ δῆτ᾽, ἐπεὶ νῦν μὲν καπηλικῶς ἔχει·
εἰ δ᾽ ἐκπλυνεῖται τοῦτο τὸ ψιμύθιον,
1065 ὄψει κατάδηλα τοῦ προσώπου τὰ ῥάκη.
ΓΡ. γέρων ἀνὴρ ὢν οὐχ ὑγιαίνειν μοι δοκεῖς.

Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου