Τρίτη 17 Σεπτεμβρίου 2019

ΔΡΑΜΑΤΙΚΗ ΠΟΙΗΣΗ: ΑΡΙΣΤΟΦΑΝΗΣ - Πλοῦτος (290-321)

290 ΚΑ. καὶ μὴν ἐγὼ βουλήσομαι —θρεττανελο— τὸν Κύκλωπα
μιμούμενος καὶ τοῖν ποδοῖν ὡδὶ παρενσαλεύων
ὑμᾶς ἄγειν. ἀλλ᾽ εἶα, τέκεα, θαμίν᾽ ἐπαναβοῶντες
βληχώμενοί τε προβατίων
αἰγῶν τε κιναβρώντων μέλη
295 ἕπεσθ᾽ ἀπεψωλημένοι· τράγοι δ᾽ ἀκρατιεῖσθε.
ΧΟ. ἡμεῖς δέ γ᾽ αὖ ζητήσομεν —θρεττανελο— τὸν Κύκλωπα
βληχώμενοι σὲ τουτονὶ πινῶντα καταλαβόντες,
πήραν ἔχοντα λάχανά τ᾽ ἄγρια δροσερά, κραιπαλῶντα
ἡγούμενον τοῖς προβατίοις,
300 εἰκῇ δὲ καταδαρθόντα που
μέγαν λαβόντες ἡμμένον σφηκίσκον ἐκτυφλῶσαι.

ΚΑ. ἐγὼ δὲ τὴν Κίρκην γε, τὴν τὰ φάρμακ᾽ ἀνακυκῶσαν,
ἣ τοὺς ἑταίρους τοῦ— Φιλωνίδου ποτ᾽ ἐν Κορίνθῳ
ἔπεισεν ὡς ὄντας κάπρους
305 μεμαγμένον σκῶρ ἐσθίειν, —αὐτὴ δ᾽ ἔματτεν αὐτοῖς—,
μιμήσομαι πάντας τρόπους·
ὑμεῖς δὲ γρυλίζοντες ὑπὸ φιληδίας
ἕπεσθε μητρί, χοῖροι.
ΧΟ. οὐκοῦν σέ, τὴν Κίρκην γε, τὴν τὰ φάρμακ᾽ ἀνακυκῶσαν
310 καὶ μαγγανεύουσαν μολύνουσάν τε τοὺς ἑταίρους
λαβόντες ὑπὸ φιληδίας
τὸν Λαρτίου μιμούμενοι τῶν ὄρχεων κρεμῶμεν,
μινθώσομέν θ᾽ ὥσπερ τράγου
τὴν ῥῖνα· σὺ δ᾽ Ἀρίστυλλος ὑποχάσκων ἐρεῖς·
315«ἕπεσθε μητρί, χοῖροι.»

ΚΑ. ἀλλ᾽ εἶά νυν τῶν σκωμμάτων ἀπαλλαγέντες ἤδη
ὑμεῖς ἐπ᾽ ἄλλ᾽ εἶδος τρέπεσθ᾽,
ἐγὼ δ᾽ ἰὼν ἤδη λάθρᾳ
βουλήσομαι τοῦ δεσπότου
320 λαβών τιν᾽ ἄρτον καὶ κρέας
μασώμενος τὸ λοιπὸν οὕτω τῷ κόπῳ ξυνεῖναι.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου