αὐτὰρ ἐπεί ῥ᾽ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
305 στήσαμεν ἐν λιμένι γλαφυρῷ εὐεργέα νῆα
ἄγχ᾽ ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι
νηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους,
310 οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα·
κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.
ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δ᾽ ἄστρα βεβήκει,
ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺς
λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε
315 γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δ᾽ οὐρανόθεν νύξ.
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
νῆα μὲν ὁρμίσαμεν, κοῖλον σπέος εἰσερύσαντες·
ἔνθα δ᾽ ἔσαν Νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι.
καὶ τότ᾽ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον·
320 «Ὦ φίλοι, ἐν γὰρ νηῒ θοῇ βρῶσίς τε πόσις τε
ἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν·
δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα,
Ἠελίου, ὃς πάντ᾽ ἐφορᾷ καὶ πάντ᾽ ἐπακούει.»
Ὣς ἐφάμην, τοῖσιν δ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
325 μῆνα δὲ πάντ᾽ ἄλληκτος ἄη Νότος, οὐδέ τις ἄλλος
γίγνετ᾽ ἔπειτ᾽ ἀνέμων, εἰ μὴ Εὖρός τε Νότος τε.
οἱ δ᾽ ἧος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν,
τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.
ἀλλ᾽ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤϊα πάντα,
330 καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ,
ἰχθῦς ὄρνιθάς τε, φίλας ὅ τι χεῖρας ἵκοιτο,
γναμπτοῖς ἀγκίστροισιν· ἔτειρε δὲ γαστέρα λιμός·
δὴ τότ᾽ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν
εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι.
335 ἀλλ᾽ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους,
χεῖρας νιψάμενος, ὅθ᾽ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν·
οἱ δ᾽ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.
Εὐρύλοχος δ᾽ ἑτάροισι κακῆς ἐξάρχετο βουλῆς·
340 «Κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι·
πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι,
λιμῷ δ᾽ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.
ἀλλ᾽ ἄγετ᾽, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
345 εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν,
αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν
τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά·
εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων
νῆ᾽ ἐθέλῃ ὀλέσαι, ἐπὶ δ᾽ ἕσπωνται θεοὶ ἄλλοι,
350 βούλομ᾽ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι
ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.»
Ὣς ἔφατ᾽ Εὐρύλοχος, ἐπὶ δ᾽ ᾔνεον ἄλλοι ἑταῖροι.
αὐτίκα δ᾽ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
ἐγγύθεν· οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο
355 βοσκέσκονθ᾽ ἕλικες καλαὶ βόες εὐρυμέτωποι·
τὰς δὲ περιστήσαντο καὶ εὐχετόωντο θεοῖσι,
φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο·
οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐϋσσέλμου ἐπὶ νηός.
αὐτὰρ ἐπεί ῥ᾽ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν
360 μηρούς τ᾽ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
δίπτυχα ποιήσαντες, ἐπ᾽ αὐτῶν δ᾽ ὠμοθέτησαν·
οὐδ᾽ εἶχον μέθυ λεῖψαι ἐπ᾽ αἰθομένοισ᾽ ἱεροῖσιν,
ἀλλ᾽ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.
αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,
365 μίστυλλόν τ᾽ ἄρα τἆλλα καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειραν.
Καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος·
βῆν δ᾽ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
ἀλλ᾽ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,
καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀϋτμή·
370 οἰμώξας δὲ θεοῖσι μετ᾽ ἀθανάτοισι γεγώνευν·
«Ζεῦ πάτερ ἠδ᾽ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
ἦ με μάλ᾽ εἰς ἄτην κοιμήσατε νηλέϊ ὕπνῳ,
οἱ δ᾽ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.»

***
Έτσι τους μίλησα, κι αυτοί δίνουν τον όρκο που παράγγειλα.Μόλις ορκίστηκαν και σφράγισαν τον όρκο τους,
στήσαμε το καλόχτιστο καράβι σε βαθύ λιμάνι,
πλάι σε γλυκό νερό· έπειτα βγαίνουν από το καράβι οι σύντροφοι,
κι εκεί το δείπνο ετοίμαζαν με γνώση και φροντίδα.
Κι όταν εκόρεσαν τον πόθο τους για το φαΐ, για το πιοτό,
τότε θυμήθηκαν τους ακριβούς συντρόφους και θρηνούσαν
310 όσους η Σκύλλα κατασπάραξε απ᾽ το βαθύ μας πλοίο αρπάζοντας.
Κι έτσι θρηνώντας, έπεσε και τους συνεπήρε νήδυμος ύπνος.
Είχε στο μεταξύ κι η νύχτα προχωρήσει στην τρίτη μοίρα της,
έγειραν τ᾽ άστρα· κι ο Δίας τότε, που τα σύννεφα συνάζει,
άνεμο σήκωσε σφοδρό, με νέφη σκέπασε παντού
στεριά και πέλαγος, μαύρισε πάνω μας ο ουρανός.
Ώσπου ξημέρωσε και φάνηκε ροδίζοντας η Αυγή·
τότε τραβήξαμε πιο μέσα το καράβι, το δέσαμε σε μια βαθιά σπηλιά,
εκεί που οι Νύμφες είχαν όμορφο χορό και θρόνους.
Αμέσως κάλεσα συνέλευση, μπήκα στη μέση και τους μίλησα:
320 «Φίλοι, υπάρχει ακόμη στο γοργό καράβι φαγητό, πιοτό·
μακριά λοιπόν τα χέρια από τα βόδια,
να μη μας βρει κι άλλο κακό μεγάλο· γιατί τα βόδια αυτά
και τα θρεμμένα πρόβατα ανήκουν στον αμείλικτο θεό, τον Ήλιο,
που βλέπει από ψηλά τα πάντα και τα πάντα ακούει.»
Έτσι τους μίλησα, κι υπάκουσε περήφανη η ψυχή τους.
Γέμισε όμως κι έλιωσε ένα φεγγάρι ολόκληρο,
κι όλο φυσούσε ασίγαστος νοτιάς
κανένας άλλος άνεμος, μόνο νοτιάς σιρόκος.
Οι σύντροφοι, όσο ακόμη τους περίσσευαν ψωμί και κόκκινο κρασί,
τόσο δεν άγγιζαν τα βόδια· λογάριαζαν και τη ζωή τους.
Αλλ᾽ όταν πια μες στο καράβι σώθηκαν όλες μας οι τροφές,
330 τότε τριγύριζαν παντού, αναγκασμένοι, κάτι να πιάσουν και να βρουν,
ψάρι, πουλί, ό,τι τους έπεφτε στο χέρι, με τα καμπύλα αγκίστρια τους·
τους θέριζε, μ᾽ άδειο στομάχι, η πείνα.
Οπότε εγώ ξεμάκρυνα και πήρα να ανεβαίνω το νησί,
ευχή να κάνω στους θεούς, άμποτε κάποιος να μου δείξει δρόμο γυρισμού.
Κι όταν, ανηφορίζοντας στο βάθος του νησιού, βρέθηκα απόμακρα
απ᾽ τους συντρόφους, τα χέρια μου ένιψα κι εκεί, σε κάποια απάνεμη μεριά,
ύψωνα δέηση προς όλους τους θεούς του Ολύμπου.
Εκείνοι όμως χύνουν στα βλέφαρά μου ύπνο γλυκό.
Τότε ο Ευρύλοχος, μιλώντας στους συντρόφους,
ξεκίνησε μια συμβουλή κακή:
340 «Ακούστε με κι εμένα τώρα, μ᾽ όσα κι αν σας βαραίνουν πάθη·
οι θάνατοι όλοι αν είναι μισητοί στους άμοιρους θνητούς,
ο πιο πικρός είναι ο θάνατος της πείνας, μοιραίο τέλος.
Λοιπόν ελάτε, ας φέρουμε τα βόδια του Ήλιου, τα καλύτερα,
ας τα προσφέρουμε θυσία στους θεούς, που τον πλατύ ουρανό κατέχουν.
Κι αν μιαν ημέρα στην Ιθάκη φτάσουμε, στην πατρική μας γη,
ευθύς να υψώσουμε πλούσιο ναό στον Υπερίονα Ήλιο,
μ᾽ αφιερώματα να τον στολίσουμε πολλά, λαμπρά.
Αν όμως χολωθεί βαριά για τα ορθοκέρατά του βόδια,
αν το καράβι μας θελήσει ν᾽ αφανίσει,
και συμφωνήσουν οι λοιποί θεοί, τότε το προτιμώ
350 το κύμα να με πνίξει, χάνοντας τη ζωή μου,
παρά να μαραζώνω ατέλειωτα σε τούτο το έρημο νησί.»
Έτσι ο Ευρύλοχος τους μίλησε, κι οι άλλοι εταίροι επαίνεσαν τον λόγο του.
Αμέσως πήραν κι έφεραν τα βόδια του Ήλιου, τα καλύτερα,
κάπου από κει κοντά· γιατί δεν έβοσκαν τόσο μακριά
από το μελανόπρωρο καράβι τα βόδια ωραία,
ελικοκέρατα, ευρυμέτωπα.
Κι αφού τα περικύκλωσαν, δέονταν στους θεούς
κόβοντας φύλλα τρυφερά βαλανιδιάς υψίκομης,
γιατί δεν τους απόμεινε λευκό κριθάρι στο καλόχτιστο καράβι.
Ύστερα προσευχήθηκαν, τα ᾽σφαξαν και τα γδέρνουν,
360 χώρισαν τα μεριά, κι ολόγυρα τα σκέπασαν με λίπος
διπλωμένα, κι έβαλαν αποπάνω κομμάτια κρέας ωμό.
Κι όπως κρασί δεν είχαν να σταλάξουν στα σφάγια που φλέγονταν,
έκαναν με νερό σπονδή, ψήνοντας ύστερα τα σπλάχνα.
Κι αφού κάηκαν τα μεριά και γεύτηκαν τα σπλάχνα,
τα υπόλοιπα τα λιάνισαν και τα περνούν στις σούβλες.
Κι αυτοστιγμεί μου φεύγει ο ύπνος ο γλυκός, ανοίγοντας τα βλέφαρά μου,
ευθύς πήγα να βρω το γρήγορο σκαρί στης θάλασσας το περιγιάλι.
Κι όπως κατέβαινα γοργά κι ήμουνα πια κοντά στο αμφίκυρτο καράβι,
γλυκά με πήρε η μυρωδιά της κνίσας.
370 Βόγγηξα τότε κι ύψωσα φωνή μεγάλη στους αθάνατους θεούς:
«Δία πατέρα και θεοί μακαρισμένοι, αιώνιοι·
στη βλάβη εμένα με βουλιάξατε του ανελέητου ύπνου,
κι οι σύντροφοί μου βρήκαν τον καιρό να μελετήσουν
το ανόσιο έργο.»
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου