ἀλλά μιν ἄψορρον προσέφην δολίοις ἐπέεσσι·
«Νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθων,
πρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης,
285 ἄκρῃ προσπελάσας· ἄνεμος δ᾽ ἐκ πόντου ἔνεικεν·
αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον.»
Ὣς ἐφάμην, ὁ δέ μ᾽ οὐδὲν ἀμείβετο νηλέϊ θυμῷ,
ἀλλ᾽ ὅ γ᾽ ἀναΐξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλε,
σὺν δὲ δύω μάρψας ὥς τε σκύλακας ποτὶ γαίῃ
290 κόπτ᾽· ἐκ δ᾽ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν.
τοὺς δὲ διὰ μελεϊστὶ ταμὼν ὁπλίσσατο δόρπον·
ἤσθιε δ᾽ ὥς τε λέων ὀρεσίτροφος, οὐδ᾽ ἀπέλειπεν,
ἔγκατά τε σάρκας τε καὶ ὀστέα μυελόεντα.
ἡμεῖς δὲ κλαίοντες ἀνεσχέθομεν Διὶ χεῖρας,
295 σχέτλια ἔργ᾽ ὁρόωντες· ἀμηχανίη δ᾽ ἔχε θυμόν.
αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺν
ἀνδρόμεα κρέ᾽ ἔδων καὶ ἐπ᾽ ἄκρητον γάλα πίνων,
κεῖτ᾽ ἔντοσθ᾽ ἄντροιο τανυσσάμενος διὰ μήλων.
τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸν
300 ἄσσον ἰών, ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ,
οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι,
χείρ᾽ ἐπιμασσάμενος· ἕτερος δέ με θυμὸς ἔρυκεν.
αὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεθ᾽ αἰπὺν ὄλεθρον·
οὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάων
305 χερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν.
ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.
Ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα,
πάντα κατὰ μοῖραν, καὶ ὑπ᾽ ἔμβρυον ἧκεν ἑκάστῃ.
310 αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
σὺν δ᾽ ὅ γε δὴ αὖτε δύω μάρψας ὁπλίσσατο δεῖπνον.
δειπνήσας δ᾽ ἄντρου ἐξήλασε πίονα μῆλα,
ῥηϊδίως ἀφελὼν θυρεὸν μέγαν· αὐτὰρ ἔπειτα
ἂψ ἐπέθηχ᾽, ὡς εἴ τε φαρέτρῃ πῶμ᾽ ἐπιθείη.
315 πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα
Κύκλωψ· αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων,
εἴ πως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη.
ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.
Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ,
320 χλωρὸν ἐλαΐνεον· τὸ μὲν ἔκταμεν, ὄφρα φοροίη
αὐανθέν. τὸ μὲν ἄμμες ἐΐσκομεν εἰσορόωντες
ὅσσον θ᾽ ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης,
φορτίδος εὐρείης, ἥ τ᾽ ἐκπεράᾳ μέγα λαῖτμα·
τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.
325 τοῦ μὲν ὅσον τ᾽ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστάς,
καὶ παρέθηχ᾽ ἑτάροισιν, ἀποξῦναι δ᾽ ἐκέλευσα·
οἱ δ᾽ ὁμαλὸν ποίησαν· ἐγὼ δ᾽ ἐθόωσα παραστὰς
ἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.
καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ,
330 ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλ᾽ ἤλιθα πολλή·
αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον,
ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας
τρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.
οἱ δ᾽ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι,
335 τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.
ἑσπέριος δ᾽ ἦλθεν καλλίτριχα μῆλα νομεύων·
αὐτίκα δ᾽ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα,
πάντα μάλ᾽, οὐδέ τι λεῖπε βαθείης ἔντοθεν αὐλῆς,
ἤ τι ὀϊσάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.
340 αὐτὰρ ἔπειτ᾽ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσ᾽ ἀείρας,
ἑζόμενος δ᾽ ἤμελγεν ὄϊς καὶ μηκάδας αἶγας,
πάντα κατὰ μοῖραν, καὶ ὑπ᾽ ἔμβρυον ἧκεν ἑκάστῃ.
αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
σὺν δ᾽ ὅ γε δὴ αὖτε δύω μάρψας ὁπλίσσατο δόρπον.
345 καὶ τότ᾽ ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς,
κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο.
«Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα,
ὄφρ᾽ ἰδῇς, οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει
ἡμετέρη· σοὶ δ᾽ αὖ λοιβὴν φέρον, εἴ μ᾽ ἐλεήσας
350 οἴκαδε πέμψειας· σὺ δὲ μαίνεαι οὐκέτ᾽ ἀνεκτῶς.
σχέτλιε, πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτο
ἀνθρώπων πολέων; ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας.»

***
Μιλώντας έτσι γύρευε να με ψαρέψει·εμένα όμως, που πολλά ο νους μου κόβει,
ο δόλος δεν μου ξέφυγε, γι᾽ αυτό κι αμέσως αποκρίθηκα με δόλια λόγια:
«Α, το καράβι μου το σύντριψε ο κοσμοσείστης Ποσειδών,
στα βράχια το ᾽ριξε, πέρα στην άλλην άκρη της δικής σου χώρας·
το τσάκισε πάνω σε κάβο, όπου και το παρέσυρε ο πελαγίσιος άνεμος,
μόνος εγώ, μ᾽ αυτούς εδώ, γλίτωσα τον φριχτό χαμό.»
Έτσι του μίλησα, όμως αυτός καμιάν απόκριση δεν δίνει, άσπλαχνη καρδιά·
μόνο πετάχτηκε κι απλώνει τα δυο του χέρια στους συντρόφους,
αρπάζει δυο μαζί, και καταγής, σάμπως κουτάβια, τους χτυπά.
290 Ο εγκέφαλός τους λύθηκε, χύθηκε κάτω, μούσκεψε το χώμα,
μετά τους διαμελίζει και με τα μέλη τους στρώνει το δείπνο του·
σάμπως λιοντάρι ορεσίβιο, τους καταβρόχθιζε, τίποτε να μη μείνει
υπόλοιπο· σπλάχνα και σάρκες, κόκαλα και μεδούλι.
Εμείς, θρηνώντας, τα χέρια μας υψώναμε στον Δία,
βλέποντας μπρος στα μάτια μας έργα φριχτά, ανήμποροι
και σαν παραλυμένοι.
Ώσπου ξεχείλισε ο Κύκλωπας τη φουσκωμένη του κοιλιά,
μασώντας κρέας ανθρώπινο και καταπίνοντας άμεικτο γάλα.
Τέλος, ξαπλώθηκε φαρδύς πλατύς στη μέση της σπηλιάς,
ανάμεσα στα πρόβατά του.
Τότε κι εγώ μελέτησα μες στη γενναία ψυχή μου
300 να τον σιμώσω και, τραβώντας κοφτερό σπαθί απ᾽ τον μηρό,
να του το μπήξω εκεί στο στήθος, όπου οι φρένες συγκρατούν το σκώτι,
το μέρος ψάχνοντας και με το χέρι· δεύτερη όμως σκέψη με συγκράτησε.
Γιατί κι εμάς φριχτός χαμός θα μας περίμενε επιτόπου·
αφού πώς θα μπορούσαμε από τις θύρες τις ψηλές, και μόνο με τα χέρια μας,
τον λίθο εκείνο τον βαρύ να τον μετακυλίσουμε,
που αυτός είχε προλάβει να τον βάλει;
Γι᾽ αυτό και περιμέναμε στενάζοντας πότε θα φέξει η θεία Αυγή.
Κι όταν, χαράζοντας την άλλη μέρα, ρόδινη φάνηκε στον ουρανό η Αυγή,
τότε κι εκείνος άναψε πυρά κι άρμεξε τα καλά του γιδοπρόβατα
όλα με τη σειρά, βάζοντας κάτω από την κάθε μάνα το μικρό της.
310 Αποτελειώνοντας, μ᾽ όση σπουδή μπορούσε, το έργο της ημέρας,
άρπαξε πάλι δυο συντρόφους, τους έφαγε για πρόγευμα,
Κι όταν απόφαγε, έβγαλε το παχύ κοπάδι του απ᾽ τη σπηλιά,
εύκολα αφαιρώντας τον βράχο της μπασιάς· ύστερα
εύκολα πάλι τον έβαλε στη θέση του, σάμπως και να ᾽βαζε
το πώμα στη φαρέτρα.
Μετά σφυρίζοντας ξέγνοιαστος ανεβάζει στο βουνό
παχιά τα γιδοπρόβατά του ο Κύκλωπας· όμως κι εγώ απομονωμένος
βυσσοδομούσα το κακό, πώς θα μπορούσα εκδίκηση να πάρω,
αν ήθελε κι η Αθηνά να με δοξάσει.
Κι όπως σκεφτόμουν μόνος μου, αυτή μου φάνηκε η πιο καλή βουλή:
ήταν εκεί του Κύκλωπα κορμός μεγάλος, αφημένος στη μέσα μάντρα,
320 χλωρός ακόμη, από ξύλο ελιάς· τον είχε κόψει, να τον κάνει ρόπαλο,
όταν στεγνώσει για καλά. Εμείς τον βλέπαμε μπροστά μας,
και φανταστήκαμε κατάρτι σε καράβι μαύρο μ᾽ είκοσι κουπιά,
πες φορτηγό ευρύχωρο, όπως αυτά που σκίζουν το μεγάλο κύμα —
τόσο το μάκρος, τόσο το πάχος του μας φάνηκε πως ήταν.
Τότε πήγα κι εγώ κοντά, κόβω, καμιάν οργιά, ένα κομμάτι,
το παραδίνω στους συντρόφους, τους είπα να το ξεφλουδίσουν·
κι αυτοί το ᾽φτιαξαν λείο· μετά στα χέρια μου το παίρνω εγώ,
το ᾽ξυσα για να γίνει μυτερό και, πιάνοντάς το από την άκρη,
το βάζω αμέσως στης φωτιάς τη φλόγα, για να σφίξει·
ύστερα το τακτοποιώ καλά, το ᾽κρυψα κάτω απ᾽ την κοπριά —
ήταν μες στη σπηλιά παντού χυμένη ή μαζεμένη
330 σε σωρούς μεγάλους και πολλούς.
Συγχρόνως παραγγέλλω κλήρωση στους άλλους μου συντρόφους,
να δείξει ποιος θα το τολμούσε, τον πάσσαλο σηκώνοντας μαζί μου,
να τον σφηνώσουμε στο μάτι του, όταν γλυκός ο ύπνος τον ναρκώσει.
Κι ο κλήρος πέφτει ακριβώς σ᾽ εκείνους που θα τους ήθελα διαλέγοντας
και μόνος· τέσσερις βγήκαν, μαζί τους λογαριάστηκα πέμπτος εγώ.
Σουρούπωσε, και φτάνει εκείνος οδηγώντας
τα μαλλιαρά βοσκήματά του· τα φέρνει γρήγορα στο μέγα σπήλαιο
παχιά τα γιδοπρόβατά του, ένα προς ένα, όλα, απέξω
ετούτη τη φορά δεν άφησε κανένα· ποιος ξέρει αν κάτι μόνος του
φαντάστηκε ή μήπως ένας θεός τον παρακίνησε για να το κάνει.
340 Μετά, ψηλά σηκώνοντας τον μέγα βράχο, την είσοδο σφραγίζει
κι ύστερα κάθησε, αρνιά και γίδια αρμέγοντας (εκείνα να βελάζουν)
όλα με τη σειρά, κι έσπρωχνε στην κάθε μάνα το μικρό της.
Τελειώνοντας με τάξη και σπουδή αυτό του το έργο,
αρπάζει πάλι δυο, κι έπιασε να τους τρώει.
Τότε κι εγώ, από πολύ κοντά, προσφώνησα τον Κύκλωπα,
στο χέρι μου κρατώντας μια γαβάθα μαύρο κρασί:
«Κύκλωπα, να, πιες το κρασί, τώρα που χόρτασες κρέας ανθρώπινο·
να δεις και μόνος σου τι θείο ποτό έχει κρυμμένο
το δικό μας το καράβι. Σου το ᾽φερνα, να κάνουμε σπονδή,
αν μ᾽ ελεούσες κι ήθελες να με στείλεις πίσω στην πατρίδα·
350 όμως εσένα σε κρατεί μανία ανήκουστη.
Σκληρέ κι απάνθρωπε! Πώς θα τολμούσε και στο μέλλον να ᾽ρθει
κοντά σου άνθρωπος απ᾽ τους πολλούς που πέρα ζουν;
Όχι, αυτά που κάνεις ξεπερνούν το κάθε μέτρο.»
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου