775 «Ἕκτορ, ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι,
ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο
μέλλω, ἐπεὶ οὐδ᾽ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ·
ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,
ἐκ τοῦ δ᾽ ἐνθάδ᾽ ἐόντες ὁμιλέομεν Δαναοῖσι
780 νωλεμέως· ἕταροι δὲ κατέκταθεν, οὓς σὺ μεταλλᾷς.
οἴω Δηΐφοβός τε βίη θ᾽ Ἑλένοιο ἄνακτος
οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν
ἀμφοτέρω κατὰ χεῖρα· φόνον δ᾽ ἤμυνε Κρονίων.
νῦν δ᾽ ἄρχ᾽, ὅππῃ σε κραδίη θυμός τε κελεύει·
785 ἡμεῖς δ᾽ ἐμμεμαῶτες ἅμ᾽ ἑψόμεθ᾽, οὐδέ τί φημι
ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.
πὰρ δύναμιν δ᾽ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν.»
Ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως·
βὰν δ᾽ ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν,
790 ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα,
Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον Πολυφήτην
Πάλμυν τ᾽ Ἀσκάνιόν τε Μόρυν θ᾽, υἷ᾽ Ἱπποτίωνος,
οἵ ῥ᾽ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ
ἠοῖ τῇ προτέρῃ· τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι.
795 οἱ δ᾽ ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ,
ἥ ῥά θ᾽ ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδονδε,
θεσπεσίῳ δ᾽ ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ
κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης,
κυρτὰ φαληριόωντα, πρὸ μέν τ᾽ ἄλλ᾽, αὐτὰρ ἐπ᾽ ἄλλα·
800 ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπ᾽ ἄλλοι,
χαλκῷ μαρμαίροντες ἅμ᾽ ἡγεμόνεσσιν ἕποντο.
Ἕκτωρ δ᾽ ἡγεῖτο, βροτολοιγῷ ἶσος Ἄρηϊ,
Πριαμίδης· πρόσθεν δ᾽ ἔχεν ἀσπίδα πάντοσ᾽ ἐΐσην,
ῥινοῖσιν πυκινήν, πολλὸς δ᾽ ἐπελήλατο χαλκός·
805 ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ.
πάντῃ δ᾽ ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων,
εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι·
ἀλλ᾽ οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
Αἴας δὲ πρῶτος προκαλέσσατο, μακρὰ βιβάσθων·
810 «δαιμόνιε, σχεδὸν ἐλθέ· τίη δειδίσσεαι αὔτως
Ἀργείους; οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν,
ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί.
ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν
νῆας· ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν.
815 ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ
χερσὶν ὑφ᾽ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
σοὶ δ᾽ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι, ὁππότε φεύγων
ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι
θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους,
820 οἵ σε πόλινδ᾽ οἴσουσι κονίοντες πεδίοιο.»
Ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
αἰετὸς ὑψιπέτης· ἐπὶ δ᾽ ἴαχε λαὸς Ἀχαιῶν
θάρσυνος οἰωνῷ· ὁ δ᾽ ἀμείβετο φαίδιμος Ἕκτωρ·
«Αἶαν ἁμαρτοεπές, βουγάϊε, ποῖον ἔειπες·
825 εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο
εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη,
τιοίμην δ᾽ ὡς τίετ᾽ Ἀθηναίη καὶ Ἀπόλλων,
ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι
πᾶσι μάλ᾽, ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς
830 μεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα
δάψει· ἀτὰρ Τρώων κορέεις κύνας ἠδ᾽ οἰωνοὺς
δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.»
Ὣς ἄρα φωνήσας ἡγήσατο· τοὶ δ᾽ ἅμ᾽ ἕποντο
ἠχῇ θεσπεσίῃ, ἐπὶ δ᾽ ἴαχε λαὸς ὄπισθεν.
835 Ἀργεῖοι δ᾽ ἑτέρωθεν ἐπίαχον, οὐδὲ λάθοντο
ἀλκῆς, ἀλλ᾽ ἔμενον Τρώων ἐπιόντας ἀρίστους.
ἠχὴ δ᾽ ἀμφοτέρων ἵκετ᾽ αἰθέρα καὶ Διὸς αὐγάς.

***
Του απάντησε ο θεόμορφος Αλέξανδρος και του ᾽πε:775 «Έκτωρ τον ακατάκριτον να κατακρίνεις θέλεις,
άλλες φορές ίσως οκνά στον πόλεμον κινούμαι·
αλλ᾽ εμέ τόσον άνανδρον δεν γέννησε η μητέρα·
ότι απ᾽ την ώραν π᾽ άναψες την μάχην προς τα πλοία
τους Δαναούς ασάλευτοι κι εμείς εδώ κτυπούμε,
780 και οι σύντροφοί μας που ζητάς, εκείνοι εφονευθήκαν·
ο Έλενος και ο Δηίφοβος εδώθ᾽ εφύγαν μόνοι
και οι δυο με λόγχες μακριές στο χέρι λαβωμένοι·
εκείνους έσωσεν ο Ζεύς· και τώρα οδήγησέ μας,
κατόπιν τρέχουμε κι εμείς όπου αγαπάς, και ανδρείας,
785 θαρρώ, δεν θα ᾽βρεις έλλειψιν, όσ᾽ είναι η δύναμίς μας.
Και πέρ᾽ απ᾽ ό,τι τον βαστά, κανείς, αν και γενναίος,
δεν ημπορεί να πολεμεί.» Οι λόγοι του Αλεξάνδρου
εμάλαξαν τον Έκτορα, και όπου βροντούσε η μάχη
σφοδροτέρα, επετάχθηκαν να σμίξουν τους ανδρείους
790 Κεβριόνην, Πολυδάμαντα, Φάλκην, Ορθαίον, Πάλμιν,
και Πολυφοίτην τον λαμπρόν, και Ασκάνιον και Μόρυν,
υιόν του Ιπποτίωνος, που τ᾽ άλλο χαραμέρι
από την μεγαλόστηλην εφθάσαν Ασκανίαν
στον τόπον άλλων· τώρ᾽ αυτούς στην μάχην σπρώχν᾽ ο Δίας.
795 Και ομοιάζαν, καθώς πήγαιναν κακών ανέμων ζάλην,
που του Διός απ᾽ την βροντήν ψηλάθε ροβολάει,
και με βοητόν αμείλικτον το πέλαγο ανταμώνει·
κοχλάζουν κύματα πολλά της φλοισβεράς θαλάσσης,
κυρτά, με κάτασπρες κορφές, άλλα κατόπι σ᾽ άλλα·
800 όμοια κι οι Τρώες συσφικτοί, σ᾽ άλλους κατόπιν άλλοι,
τους αρχηγούς, αστραφτεροί στα όπλ᾽ ακολουθούσαν.
Ο Έκτωρ προπορεύετο σαν ανδροφόνος Άρης,
και την λαμπρήν ολόισην ασπίδα εμπρός του εκράτει
με δίπλες τόμαρα πολλές και χάλκωμα δεμένην.
805 Και κράνος στείονταν λαμπρό στην κεφαλήν του επάνω.
Και γύρω εκεί στες φάλαγγες βαδίζει σκεπασμένος
με την ασπίδα, ίσως εμπρός στο πάτημά του κλίνουν.
Αλλά δεν τάραζε ποσώς των Αχαιών τα στήθη.
Και ο Αίας τον προκάλεσε, μακροπατώντας, πρώτος:
810 «Ω φοβερέ, πλησίασε· εκείθε θα δειλιάσεις
τους Αχαιούς; Δεν είμασθεν αμάθητοι πολέμου·
αλλά μαστίγι του Διός κακό μας έχει πλήξει.
Και αν στην ψυχήν σου εθάρρεψες να κάψεις τα καράβια,
κι εμάς να τα φυλάξουμε τα χέρια ΄δω δεν λείπουν.
815 Αλλ᾽ ευκολότερα πολύ θα πέσει αφανισμένη
από τούτα τα χέρια μας η ξακουστή σας πόλις.
Και σένα λέγω τώρα εγώ, πως δεν θ᾽ αργήσ᾽ η ώρα
να φεύγεις και να δέεσαι στους αθανάτους όλους,
να δώσουν γερακιού φτερά στα εύμορφ᾽ άλογά σου,
820 που την πεδιάδα σχίζοντας στην πόλιν θα σε φέρουν».
Και άμ᾽ είπε τούτα επέταξεν αετός στα δεξιά του
και στο σημάδι θαρρετά των Αχαιών τα πλήθη
αλάλαξαν· και απάντησε σ᾽ αυτόν ο μέγας Έκτωρ:
«Ανόητ᾽ Αία, βούβαλε, ποιον λόγον είπες τώρα;
825 Όμοια κι εγώ να ᾽μουν υιός του αιγιδοφόρου Δία,
αθάνατος απ᾽ την σεπτήν την Ήραν γεννημένος.
Και να τιμώμαι, ως η Αθηνά δοξάζεται και ο Φοίβος,
καθώς κακό στους Αχαιούς τωόντι θα φέρ᾽ η μέρα
σ᾽ όλους και συ θα φονευθείς, αν να δεχθείς τολμήσεις
830 το μακριό κοντάρι μου, που τα λευκά σου μέλη
θα σχίσει, και νεκρός αυτού στα πλοία θα χορτάσεις
των Τρώων με το πάχος σου τα όρνεα και τους σκύλους».
Είπε και προπορεύτηκε και τον ακολουθούσαν
με αλαλαγμόν αμίλητον τα πλήθη, και αλαλάζουν
835 κι οι Αχαιοί κι εδέχοντο τους πολεμάρχους Τρώας
αδείλιαστοι στην θέσιν τους· ο αχός και απ᾽ τα δυο μέρη
ως του Διός ανέβαινε τον φωτεινόν αιθέρα.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου