τυχοῦσαν, οἵας μήποτ᾽ ὤφελες τυχεῖν.
ΙΦ. ὦ τεκοῦσα μῆτερ, ἀνδρῶν ὄχλον εἰσορῶ πέλας.
ΚΛ. τόν γε τῆς θεᾶς παῖδα, τέκνον, ᾧ ‹σὺ› δεῦρ᾽ ἐλήλυθας.
1340 ΙΦ. διαχαλᾶτέ μοι μέλαθρα, δμῶες, ὡς κρύψω δέμας.
ΚΛ. τί δὲ τέκνον, φεύγεις; ΙΦ. Ἀχιλλέα τόνδ᾽ ἰδεῖν αἰσχύνομαι.
ΚΛ. ὡς τί δή; ΙΦ. τὸ δυστυχές μοι τῶν γάμων αἰδῶ φέρει.
ΚΛ. οὐκ ἐν ἁβρότητι κεῖσαι πρὸς τὰ νῦν πεπτωκότα.
ἀλλὰ μίμν᾽· οὐ σεμνότητος ἔργον, ἢν ὀνώμεθα.
1345 ΑΧ. ὦ γύναι τάλαινα, Λήδας θύγατερ,… ΚΛ. οὐ ψευδῆ θροεῖς.
ΑΧ. δείν᾽ ἐν Ἀργείοις βοᾶται… ΚΛ. τίνα βοήν; σήμαινέ μοι.
ΑΧ. ἀμφὶ σῆς παιδός… ΚΛ. πονηρὸν εἶπας οἰωνὸν λόγων.
ΑΧ. ὡς χρεὼν σφάξαι νιν. ΚΛ. οὐδεὶς ‹τοῖσδ᾽› ἐναντίον λέγει;
ΑΧ. εἰς θόρυβον ἐγώ τι καὐτὸς ἤλυθον… ΚΛ. τίν᾽, ὦ ξένε;
1350 ΑΧ. σῶμα λευσθῆναι πέτροισι. ΚΛ. μῶν κόρην σῴζων ἐμήν;
ΑΧ. αὐτὸ τοῦτο. ΚΛ. τίς δ᾽ ἂν ἔτλη [τοῦ] σώματος τοῦ σοῦ θιγεῖν;
ΑΧ. πάντες Ἕλληνες. ΚΛ. στρατὸς δὲ Μυρμιδὼν οὔ σοι παρῆν;
ΑΧ. πρῶτος ἦν ἐκεῖνος ἐχθρός. ΚΛ. δι᾽ ἄρ᾽ ὀλώλαμεν, τέκνον.
ΑΧ. οἵ με τὸν γάμων ἀπεκάλουν ἥσσονα. ΚΛ. ἀπεκρίνω δὲ τί;
1355 ΑΧ. τὴν ἐμὴν μέλλουσαν εὐνὴν μὴ κτανεῖν… ΚΛ. δίκαια γάρ.
ΑΧ. ἣν ἐφήμισεν πατήρ μοι. ΚΛ. καὶ Ἀργόθεν γ᾽ ἐπέμψατο.
ΑΧ. ἀλλ᾽ ἐνικώμην κεκραγμοῦ. ΚΛ. τὸ πολὺ γὰρ δεινὸν κακόν.
ΑΧ. ἀλλ᾽ ὅμως ἀρήξομέν σοι. ΚΛ. καὶ μαχῇ πολλοῖσιν εἷς;
ΑΧ. εἰσορᾷς τεύχη φέροντας τούσδε; ΚΛ. ὄναιο τῶν φρενῶν.
1360 ΑΧ. ἀλλ᾽ ὀνησόμεσθα. ΚΛ. παῖς ἄρ᾽ οὐκέτι σφαγήσεται;
ΑΧ. οὔκ, ἐμοῦ γ᾽ ἑκόντος. ΚΛ. ἥξει δ᾽ ὅστις ἅψεται κόρης;
ΑΧ. μυρίοι γ᾽, ἄξει δ᾽ Ὀδυσσεύς. ΚΛ. ἆρ᾽ ὁ Σισύφου γόνος;
ΑΧ. αὐτὸς οὗτος. ΚΛ. ἴδια πράσσων, ἢ στρατοῦ ταχθεὶς ὕπο;
ΑΧ. αἱρεθεὶς ἑκών. ΚΛ. πονηράν γ᾽ αἵρεσιν, μιαιφονεῖν.
1365 ΑΧ. ἀλλ᾽ ἐγὼ σχήσω νιν. ΚΛ. ἄξει δ᾽ οὐχ ἑκοῦσαν ἁρπάσας;
ΑΧ. δηλαδὴ ξανθῆς ἐθείρας. ΚΛ. ἐμὲ δὲ δρᾶν τί χρὴ τότε;
ΑΧ. ἀντέχου θυγατρός. ΚΛ. ὡς τοῦδ᾽ εἵνεκ᾽ οὐ σφαγήσεται.
ΑΧ. ἀλλὰ μὴν ἐς τοῦτό γ᾽ ἥξει. ΙΦ. μῆτερ, εἰσακούσατε
τῶν ἐμῶν λόγων· μάτην γάρ σ᾽ εἰσορῶ θυμουμένην
1370 σῷ πόσει· τὰ δ᾽ ἀδύναθ᾽ ἡμῖν καρτερεῖν οὐ ῥᾴδιον.
τὸν μὲν οὖν ξένον δίκαιον αἰνέσαι προθυμίας·
ἀλλὰ καὶ σὲ τοῦθ᾽ ὁρᾶν χρή, μὴ διαβληθῇ στρατῷ,
καὶ πλέον πράξωμεν οὐδέν, ὅδε δὲ συμφορᾶς τύχῃ.
οἷα δ᾽ εἰσῆλθέν μ᾽, ἄκουσον, μῆτερ, ἐννοουμένην·
1375 κατθανεῖν μέν μοι δέδοκται· τοῦτο δ᾽ αὐτὸ βούλομαι
εὐκλεῶς πρᾶξαι, παρεῖσά γ᾽ ἐκποδὼν τὸ δυσγενές.
δεῦρο δὴ σκέψαι μεθ᾽ ἡμῶν, μῆτερ, ὡς καλῶς λέγω·
εἰς ἔμ᾽ Ἑλλὰς ἡ μεγίστη πᾶσα νῦν ἀποβλέπει,
κἀν ἐμοὶ πορθμός τε ναῶν καὶ Φρυγῶν κατασκαφαί,
1380 τάς τε μελλούσας γυναῖκας ἤν τι δρῶσι βάρβαροι,
μηκέθ᾽ ἁρπάζειν ἐᾶν τὰς ὀλβίας ἐξ Ἑλλάδος,
τὸν Ἑλένης τείσαντας ὄλεθρον, ἥν ‹ἀν›ήρπασεν Πάρις.
ταῦτα πάντα κατθανοῦσα ῥύσομαι, καί μου κλέος,
Ἑλλάδ᾽ ὡς ἠλευθέρωσα, μακάριον γενήσεται.
1385 καὶ γὰρ οὐδέ τοί τι λίαν ἐμὲ φιλοψυχεῖν χρεών·
πᾶσι γάρ μ᾽ Ἕλλησι κοινὸν ἔτεκες, οὐχὶ σοὶ μόνῃ.
ἀλλὰ μυρίοι μὲν ἄνδρες ἀσπίσιν πεφραγμένοι,
μυρίοι δ᾽ ἐρέτμ᾽ ἔχοντες, πατρίδος ἠδικημένης,
δρᾶν τι τολμήσουσιν ἐχθροὺς χὑπὲρ Ἑλλάδος θανεῖν,
1390 ἡ δ᾽ ἐμὴ ψυχὴ μί᾽ οὖσα πάντα κωλύσει τάδε;
τί τὸ δίκαιον τοῦτό γε; ἆρ᾽ἔχοιμ᾽ ἂν ἀντειπεῖν ἔπος;
κἀπ᾽ ἐκεῖν᾽ ἔλθωμεν· οὐ δεῖ τόνδε διὰ μάχης μολεῖν
πᾶσιν Ἀργείοις γυναικὸς εἵνεκ᾽ οὐδὲ κατθανεῖν.
εἷς γ᾽ ἀνὴρ κρείσσων γυναικῶν μυρίων ὁρᾶν φάος.
1395 εἰ βεβούληται δὲ σῶμα τοὐμὸν Ἄρτεμις λαβεῖν,
ἐμποδὼν γενήσομαι ᾽γὼ θνητὸς οὖσα τῇ θεῷ;
ἀλλ᾽ ἀμήχανον· δίδωμι σῶμα τοὐμὸν Ἑλλάδι.
θύετ᾽, ἐκπορθεῖτε Τροίαν. ταῦτα γὰρ μνημεῖά μου
διὰ μακροῦ, καὶ παῖδες οὗτοι καὶ γάμοι καὶ δόξ᾽ ἐμή.
1400 βαρβάρων δ᾽ Ἕλληνας ἄρχειν εἰκός, ἀλλ᾽ οὐ βαρβάρους,
μῆτερ, Ἑλλήνων· τὸ μὲν γὰρ δοῦλον, οἳ δ᾽ ἐλεύθεροι.

***
ΚΟΡ. Σε συμπονώ για το κακό που σε ήβρε·να μη σου λάχαινε, αχ, μια τέτοια τύχη.
Αναταραχή από το πλησίασμα του Αχιλλέα, που έρχεται βιαστικός με ανθρώπους του οπλισμένους.
ΙΦΙ. Μάνα, μάνα μου, ένα πλήθος άντρες βλέπω εδώ κοντά.
ΚΛΥ. Και της θεάς ο γιος μαζί ᾽ναι, που γι᾽ αυτόν ήρθες εδώ.
1340 ΙΦΙ. Δούλοι, ανοίξτε μου την πόρτα, νά ᾽μπω μέσα να κρυφτώ.
ΚΛΥ. Γιατί φεύγεις; ΙΦΙ. Τον Πηλείδη, μάνα, ντρέπομαι να δω.
ΚΛΥ. Και γιατί; ΙΦΙ. Ο ναυαγισμένος γάμος φέρνει μου ντροπή.
ΚΛΥ. Έτσι όπως τα πράγματα ήρθαν, τη λεπτότητα άσ᾽ τη πια.
Μείνε· αν είναι νά ᾽βγει ωφέλεια, η αξιοπρέπεια περιττή.
ΑΧΙ. Δύστυχη, της Λήδας κόρη,… ΚΛΥ. Δύστυχη· σωστά το λες.
ΑΧΙ. στο στρατό μια χλαλοή ᾽ναι… ΚΛΥ. Πες μου· τί είδους χλαλοή;
ΑΧΙ. Για την κόρη σου… ΚΛΥ. Είν᾽ ο λόγος που είπες κακοσήμαδος.
ΑΧΙ. Να τη σφάξουν λένε. ΚΛΥ. Ούτ᾽ ένας δεν αντιμιλεί σ᾽ αυτό;
ΑΧΙ. Μ᾽ έζωσε κι εμέ μια αντάρα,… ΚΛΥ. Σαν ποιά, ξένε; ΑΧΙ. στις πετριές
1350 να με βάλουν. ΚΛΥ. Που της κόρης βγήκες υπερασπιστής;
ΑΧΙ. Ναι, γι᾽ αυτό. ΚΛΥ. Ποιός θα τολμήσει να σου γγίξει το κορμί;
ΑΧΙ. Όλοι οι Έλληνες. ΚΛΥ. Και πού ήταν τότε οι Μυρμιδόνες σου;
ΑΧΙ. Πρώτοι αυτοί στην όχτρητα ήταν. ΚΛΥ. Κόρη μου, χαθήκαμε.
ΑΧΙ. Δούλο μ᾽ έκραζαν του γάμου. ΚΛΥ. Τί τους αποκρίθηκες;
ΑΧΙ. Να μη σφάζουν την κοπέλα που θα πάρω εγώ… ΚΛΥ. Σωστά.
ΑΧΙ. και που μου ᾽ταξε ο γονιός της· ΚΛΥ. κι είπε απ᾽ τ᾽ Άργος νά ᾽ρθει εδώ.
ΑΧΙ. μα οι φωνές τους με σκεπάζαν. ΚΛΥ. Ο όχλος φοβερό κακό.
ΑΧΙ. Μα θα σε βοηθήσω. ΚΛΥ. Μόνος, θα τα βάλεις με πολλούς;
ΑΧΙ. Βλέπεις τούτους, με όπλα; ΚΛΥ. Ω να ᾽χεις για τη γνώμη σου καλό.
1360 ΑΧΙ. Καλό θα ᾽χω. ΚΛΥ. Δε θα σφάξουν την κορούλα μου λοιπόν;
ΑΧΙ. Όχι θέλοντάς μου. ΚΛΥ. Θά ᾽ρθουν να την πάρουν από δω;
ΑΧΙ. Ο Οδυσσέας με πλήθος άλλους. ΚΛΥ. Ποιός; ο Σισυφόσπορος;
ΑΧΙ. Ναι. ΚΛΥ. Αυτοθέλητα ή βαλμένος απ᾽ τους άλλους; ΑΧΙ. Το ᾽θελε
και τον διάλεξαν. ΚΛΥ. Να κάμει φόνο απαίσιο· τί εκλογή!
ΑΧΙ. Μα θα τον μποδίσω. ΚΛΥ. Δώθε θα την πάρει στανικά;
ΑΧΙ. Τα ξανθά μαλλιά θα πιάσει… ΚΛΥ. Τότε τί να κάνω εγώ;
ΑΧΙ. Κράτα τη σφιχτά. ΚΛΥ. Ω, αν είναι δα απ᾽ αυτό, δε σφάζεται.
ΑΧΙ. Μα τα πράγματα αυτού πάνε. ΙΦΙ. Μάνα, ακούστε τί θα πω:
βλέπω κι άδικα θυμώνεις με τον άντρα σου· εύκολο
1370 να επιμένουμε δεν είναι σ᾽ ένα πράγμ᾽ αδύνατο.
Δίκιο είναι να ευγνωμονούμε ξένον τόσο ευγενικό,
μα έχεις χρέος να τον φυλάξεις απ᾽ το μίσος του στρατού,
συμφορά μην πάθει δίχως να κερδίσουμε κι εμείς.
Άκου μάνα μου, ποιά ιδέα μού ήρθε ως το σκεφτόμουνα·
να πεθάνω απόφαση είναι· θέλω κάθε ταπεινή
σκέψη αφήνοντας, με δόξα να το κάμω η ίδια αυτό.
Κοίταξε κι εσύ, μητέρα, πως μιλώ σωστά· σ᾽ εμέ
η μεγάλη Ελλάδα ρίχνει τις ματιές της· από με
κρέμονται και πλοίων ταξίδι και Φρυγών καταστροφή·
1380 από με, το να μποδίζουν νέες βαρβάρων δοκιμές
για αρπαγή απ᾽ την πλούσια Ελλάδα γυναικών εδώ κι εμπρός,
της Ελένης, που έχει ο Πάρης κλέψει, αν πλερωθεί ο χαμός.
Τέτοια ο θάνατός μου φέρνει σωτηρία, κι αθάνατη
φήμη θα έχω· την Ελλάδα εγώ τη λύτρωσα θα λεν.
Και φιλόζωη τόσο να είμαι δεν ταιριάζει· μ᾽ έκαμες
για καλό όλων των Ελλήνων κι όχι μοναχά για σε.
Μύριοι ασπιδοφόροι, μύριοι λαμνοκόποι, βλέποντας
την πατρίδα αδικημένη, θα χτυπήσουν τολμηρά
τους εχθρούς, για της Ελλάδας θα πεθάνουν την τιμή,
1390 κι όλ᾽ αυτά θα τα μποδίσει μια ζωή, η δική μου; Πού
το σωστό; Πώς θα μπορούσα να τους φέρω αντίρρηση;
Κι άλλο ακόμα· ο ξένος με όλους τους Αργείους σε πόλεμο
νά ᾽μπει και για μια γυναίκα να πεθάνει είν᾽ άδικο.
Πιο ακριβή η ζωή ενός άντρα κι από μύριων γυναικών.
Κι η Άρτεμη να πάρει αν θέλει το κορμί μου, μπόδιο εγώ,
η θνητή, στη θεά θα γίνω; πώς μπορεί να γίνει αυτό;
Το κορμί μου στην Ελλάδα δίνω· μπρος, θυσιάστε με,
πάρτε το Ίλιο. Αυτά για χρόνια θα ᾽ναι θυμητάρια μου,
γάμος και παιδιά και δόξα. Το σωστό, να κυβερνούν
1400 Έλληνες βαρβάρους, κι όχι βάρβαροι τους Έλληνες·
γιατί οι βάρβαροι είναι δούλοι, κι οι Έλληνες ελεύθεροι.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου