ΙΕΡΕΥΣ
τίς ἂν φράσειε ποῦ ᾽στὶ Χρεμύλος μοι σαφῶς;
ΧΡ. τί δ᾽ ἐστίν, ὦ βέλτιστε; ΙΕ. τί γὰρ ἄλλ᾽ ἢ κακῶς;
ἀφ᾽ οὗ γὰρ ὁ Πλοῦτος οὗτος ἤρξατο βλέπειν,
ἀπόλωλ᾽ ὑπὸ λιμοῦ· καταφαγεῖν γὰρ οὐκ ἔχω,
1175 καὶ ταῦτα τοῦ σωτῆρος ἱερεὺς ὢν Διός.
ΧΡ. ἡ δ᾽ αἰτία τίς ἐστιν, ὢ πρὸς τῶν θεῶν;
ΙΕ. θύειν ἔτ᾽ οὐδεὶς ἀξιοῖ. ΧΡ. τίνος οὕνεκα;
ΙΕ. ὅτι πάντες εἰσὶ πλούσιοι. καίτοι τότε,
ὅτ᾽ εἶχον οὐδέν, ὁ μὲν ἂν ἥκων ἔμπορος
1180 ἔθυσεν ἱερεῖόν τι σωθείς, ὁ δέ τις ἂν
δίκην ἀποφυγών, ὁ δ᾽ ἂν ἐκαλλιερεῖτό τις
κἀμέ γ᾽ ἐκάλει τὸν ἱερέα· νῦν δ᾽ οὐδὲ εἷς
θύει τὸ παράπαν οὐδὲν οὐδ᾽ εἰσέρχεται,
πλὴν ἀποπατησόμενοί γε πλεῖν ἢ μυρίοι.
1185 ΧΡ. οὔκουν τὰ νομιζόμενα σὺ τούτων λαμβάνεις;
ΙΕ. τὸν οὖν Δία τὸν σωτῆρα καὐτός μοι δοκῶ
χαίρειν ἐάσας ἐνθάδ᾽ αὐτοῦ καταμένειν.
ΧΡ. θάρρει· καλῶς ἔσται γάρ, ἢν θεὸς θέλῃ.
ὁ Ζεὺς ὁ σωτὴρ γὰρ πάρεστιν ἐνθάδε,
1190 αὐτόματος ἥκων. ΙΕ. πάντ᾽ ἀγαθὰ τοίνυν λέγεις.
ΧΡ. ἱδρυσόμεθ᾽ οὖν αὐτίκα μάλ᾽ —ἀλλὰ περίμενε—
τὸν Πλοῦτον, οὗπερ πρότερον ἦν ἱδρυμένος,
τὸν ὀπισθόδομον ἀεὶ φυλάττων τῆς θεοῦ.
ἀλλ᾽ ἐκδότω τις δεῦρο δᾷδας ἡμμένας,
1195 ἵν᾽ ἔχων προηγῇ τῷ θεῷ σύ. ΙΕ. πάνυ μὲν οὖν
δρᾶν ταῦτα χρή. ΧΡ. τὸν Πλοῦτον ἔξω τις κάλει.
ΓΡ. ἐγὼ δὲ τί ποιῶ; ΧΡ. τὰς χύτρας, αἷς τὸν θεὸν
ἱδρυσόμεθα, λαβοῦσ᾽ ἐπὶ τῆς κεφαλῆς φέρε
σεμνῶς· ἔχουσα δ᾽ ἦλθες αὐτὴ ποικίλα.
1200 ΓΡ. ὧν δ᾽ οὕνεκ᾽ ἦλθον; ΧΡ. πάντα σοι πεπράξεται.
ἥξει γὰρ ὁ νεανίσκος ὥς σ᾽ εἰς ἑσπέραν.
ΓΡ. ἀλλ᾽ εἴ γε μέντοι νὴ Δί᾽ ἐγγυᾷ σύ μοι
ἥξειν ἐκεῖνον ὡς ἔμ᾽, οἴσω τὰς χύτρας.
ΧΡ. καὶ μὴν πολὺ τῶν ἄλλων χυτρῶν τἀναντία
1205 αὗται ποιοῦσι. ταῖς μὲν ἄλλαις γὰρ χύτραις
ἡ γραῦς ἔπεστ᾽ ἀνωτάτω, ταύτης δὲ νῦν
τῆς γραὸς ἐπιπολῆς ἔπεισιν αἱ χύτραι.
ΧΟ. οὐκέτι τοίνυν εἰκὸς μέλλειν οὐδ᾽ ἡμᾶς, ἀλλ᾽ ἀναχωρεῖν
εἰς τοὔπισθεν· δεῖ γὰρ κατόπιν τούτων ᾄδοντας ἕπεσθαι.

Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου