Τετάρτη 9 Οκτωβρίου 2019

ΔΡΑΜΑΤΙΚΗ ΠΟΙΗΣΗ: ΑΡΙΣΤΟΦΑΝΗΣ - Πλοῦτος (1134-1170)

ΕΡ. ἆρ᾽ ὠφελήσαις ἄν τι τὸν σαυτοῦ φίλον;
1135 ΚΑ. εἴ του δέει γ᾽ ὧν δυνατός εἰμί σ᾽ ὠφελεῖν.
ΕΡ. εἴ μοι πορίσας ἄρτον τιν᾽ εὖ πεπεμμένον
δοίης καταφαγεῖν καὶ κρέας νεανικὸν
ὧν θύεθ᾽ ὑμεῖς ἔνδον. ΚΑ. ἀλλ᾽ οὐκ ἐκφορά.
ΕΡ. καὶ μὴν ὁπότε τι σκευάριον τοῦ δεσπότου
1140 ὑφέλοι᾽, ἐγώ σ᾽ ἂν λανθάνειν ἐποίουν ἀεί.
ΚΑ. ἐφ᾽ ᾧτε μετέχειν καὐτός, ὦ τοιχωρύχε·
ἧκεν γὰρ ἄν σοι ναστὸς εὖ πεπεμμένος.
ΕΡ. ἔπειτα τοῦτόν γ᾽ αὐτὸς ἂν κατήσθιες.
ΚΑ. οὐ γὰρ μετεῖχες τὰς ἴσας πληγὰς ἐμοί,
1145 ὁπότε τι ληφθείην πανουργήσας ἐγώ.
ΕΡ. μὴ μνησικακήσῃς, εἰ σὺ Φυλὴν κατέλαβες.
ἀλλὰ ξύνοικον, πρὸς θεῶν, δέξασθέ με.
ΚΑ. ἔπειτ᾽ ἀπολιπὼν τοὺς θεοὺς ἐνθάδε μενεῖς;
ΕΡ. τὰ γὰρ παρ᾽ ὑμῖν ἐστι βελτίω πολύ.
1150ΚΑ. τί δέ; ταὐτομολεῖν ἀστεῖον εἶναί σοι δοκεῖ;
ΕΡ. «πατρὶς γάρ ἐστι πᾶσ᾽ ἵν᾽ ἂν πράττῃ τις εὖ.»
ΚΑ. τί δῆτ᾽ ἂν εἴης ὄφελος ἡμῖν ἐνθάδ᾽ ὤν;
ΕΡ. παρὰ τὴν θύραν στροφαῖον ἱδρύσασθέ με.
ΚΑ. στροφαῖον; ἀλλ᾽ οὐκ ἔργον ἔστ᾽ οὐδὲν στροφῶν.
1155 ΕΡ. ἀλλ᾽ ἐμπολαῖον. ΚΑ. ἀλλὰ πλουτοῦμεν. τί οὖν
Ἑρμῆν παλιγκάπηλον ἡμᾶς δεῖ τρέφειν;
ΕΡ. ἀλλὰ δόλιον τοίνυν. ΚΑ. δόλιον; ἥκιστά γε·
οὐ γὰρ δόλου νῦν ἔργον, ἀλλ᾽ ἁπλῶν τρόπων.
ΕΡ. ἀλλ᾽ ἡγεμόνιον. ΚΑ. ἀλλ᾽ ὁ θεὸς ἤδη βλέπει.
1160 ὥσθ᾽ ἡγεμόνος οὐδὲν δεησόμεσθ᾽ ἔτι.
ΕΡ. ἐναγώνιος τοίνυν ἔσομαι. καὶ τί ἔτ᾽ ἐρεῖς;
Πλούτῳ γάρ ἐστι τοῦτο συμφορώτατον,
ποεῖν ἀγῶνας μουσικοὺς καὶ γυμνικούς.
ΚΑ. ὡς ἀγαθόν ἐστ᾽ ἐπωνυμίας πολλὰς ἔχειν.
1165 οὗτος γὰρ ἐξηύρηκεν αὑτῷ βιότιον.
οὐκ ἐτὸς ἅπαντες οἱ δικάζοντες θαμὰ
σπεύδουσιν ἐν πολλοῖς γεγράφθαι γράμμασιν.
ΕΡ. οὐκοῦν ἐπὶ τούτοις εἰσίω; ΚΑ. καὶ πλῦνέ γε
αὐτὸς προσελθὼν πρὸς τὸ φρέαρ τὰς κοιλίας,
1170 ἵν᾽ εὐθέως διακονικὸς εἶναι δοκῇς.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου